Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

573. ὀρθοκραιράων] εὔκεροι γὰρ οἱ κάλλιστοι βόες. ὀρθοκραι- ράων δὲ ὡς πρὸς σύγκρισιν τῶν κριῶν.

574. χρυσοῖο τετεύχατο κασσιτέρου τε] ὑπὲρ τοῦ ἐξαλλαγήν τινα φαίνεσθαι περὶ τὴν χροιὰν τὰς δύο ὕλας παρέλαβεν.

575. μυκηθμῷ] παραδόξως καὶ τὴν φωνὴν ἐμιμήσατο. ὅτε δὲ ἐξίασι τῶν βοοστασίων, ταχεῖς τε καὶ σκιρτῶντές εἰσι· διὸ καὶ τὸ ἐπεσσεύοντο, οἷον μετά τινος ταχυτῆτος καὶ σφοδρότητος ἐπο- ρεύοντο. *κόπρου] βοοστασίου.

576. ῥοδανόν] τὸν ῥᾳδίως ἀναφύοντα, ἢ τὸν εὐκίνητον διὰ λεπτό- τητα· καὶ ῥοδανίζειν γὰρ αἱ γυναῖκές φασι τὸ συνεχῶς τὴν κρόκην τινάσσειν. οἱ δὲ ῥοανόν ἤτοι ῥευστικὸν, κατὰ πλεονασμόν. οἱ δὲ τὸν ἰσχνοκαλαμώδη. Ζηνόδοτος δὲ γράφει κραδαλόν ἀντὶ τοῦ εὐκί- νητον, οἱονεὶ κραδανόν τινα ὄντα, παρὰ τὸ κραδαίνεσθαι. λέγει δὲ ὅτι πορεύονται ἐπὶ τὸν καλαμῶνα τὸν δι᾿ ἰσχνότητα καλάμων ἢ ὕψος εὐκράδαντον.

580. ἐρύγμηλον] τὸν τῇ δυνάμει τῶν ἄλλων ἡγούμενον, ἐκ τοῦ ἐρύγω τὸ ὑπερισχύω, ἐξ οὗ καὶ ἐρύγειν τὸ μετὰ βίας ἀνασπᾶν τὸ πνεῦμα· προπαροξύνεται δέ. γίνεται οὖν ἐρύγω ἐρύγηλος καὶ ἐρύγ- μηλος πλεονασμῷ.

583. λαφύσσετον] ἔδει διὰ τοῦ η· ἢ τάχα ἐνεστώς ἐστιν ἀντὶ παρῳχηκότος. δηλοῖ δὲ τὸ ἐπὶ πολὺ κενοῦν.

584. ἐνδίεσαν] ἐδίωκον, παρὰ τὸ δίημι, ὃ δηλοῖ τὸ διώκω.

588. βήσσῃ] οἱ μὲν βόες παρὰ τὸν ποταμὸν, αἱ δὲ ὄϊς ἐν βήσσῃ. τουτέστι κοιλώματι γῆς ὥστε βαίνεσθαι, οὐ γεωλόφῳ.

589. σταθμούς] τὰς κατ᾿ ἀγροὺς τῶν θρεμμάτων στάσεις· κλι- σίας τὰς τῶν ποιμένων οἰκίας, σηκοὺς ἔνθα κοιμῶνται τὰ θρέμματα.

590. χορόν] τὸν πρὸς χορείαν τόπον. δῆλον δὲ ἐκ τοῦ ἐπιφερο- μένου “ἔνθα μὲν ἠΐθεοι ὠρχεῦντο,” ἤτοι ἐν τῷ τόπῳ.

[*](3. Μύριναν καὶ ὁ scripsi pro Μύ- etiam Epim. Homer. p. 391. ρινναν 6. Scholion totum est Por- 17. κραδαλόν] *ῥαδαλόν recte. phyrii, quod paullo aliter scriptum 29. *βαίνεσθαι, οὐ] om. legitur supra p. 23, 7—23. Conf.)
202

*Θησεὺς παραγενόμενος ἐξ Ἀφιδνῶν εἰς Ἀθήνας νεωστὶ κατέ- λαβε τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄ ἠϊθέους καὶ παρθένους. ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παῤ αὐτοῖς τὰ Παναθήναια. ἑκόντα οὖν φασὶν αὐτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ γενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναι ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύ- ρινθον, καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν τὴν ἔξοδον τοῦ λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος εἰσόδους. ἐξελὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ἠϊθέων καὶ παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος ἐγεγόνει, ἧς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν. λαβύρινθος δέ ἐστι σπήλαιον δυσέκβατον ἢ τόπος κοχλιώδης.

591. πολυθρύλητον ἐνθάδε τὸ ζήτημα, πῶς ὁ θεὸς τὸν ἄνθρωπον μιμεῖται. καὶ οἱ μὲν ψιλοῦσι τὸ οἷον, συνάπτοντες αὐτὸ τῷ ἴκελον, μιμητὴν τῶν ἔργων Ἡφαίστου ποιοῦντες τὸν Δαίδαλον, ἵν᾿ ᾖ τούτῳ μόνον ὁ Δαίδαλος ἐποίησεν ὅμοιον χορὸν, ὁ δὲ Ἥφαιστος δηλονότι πολλὰ τοιαῦτα εἰργάσατο. ἢ τάχα ἔξεστιν ἐκεῖνο φάσκειν, ὅτι ἐπεὶ πρώην διακεχυρισμένως ἐχόρευον ἄνδρες τε καὶ γυναῖκες, οἱ μετὰ Θησέως σωθέντες ἐκ τοῦ λαβυρίνθου ἠΐθεοι καὶ παρθένοι ἀναμὶξ ἐχό- ρευσαν, ὅπερ ὁ θεὸς ἐμιμήσατο, οὐ τὴν τέχνην Δαιδάλου. ἴσως δὲ καὶ διδάσκει ὁ ποιητὴς μιμεῖσθαι τὰ χρηστὰ, εἰ καὶ ἐξ εὐτελῶν εἶεν.

593. ἀλφεσίβοιαι] τέλειαι, θρέμματα ἤδη δεξάμεναι παρὰ μνη- στήρων.

595. ὀθόνας ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα.

596. ἦκα στίλβοντας ἐλαίῳ] οὐ καταλάμπρους, ἀλλ᾿ ἡσυχῆ ὡς [*](1. Lemma rubrum ἱστορία. 10. ἀγαθῖδος] ἀγαθέτιδος * Ἀθήνας] θήβας 19—22. *καὶ οἱ μὲν ψιλοῦσι— 4. * Ἀνδρόγεων] ἀνδρόγαιον εἰργάσατο] om. 5. *φασὶν] φησὶν 24. *παρθένοι] παρθένοις 8. *μίτων ἀγαθῖδα ἔδωκε] με 31. οὐ καταλάμπρους] οὐκ ἄγαν ἀγαθίδ᾿ δέδωκε λαμπροὺς Vill.)

203
ἔλαιον ἀποστίλβοντας. ὅμοιον δέ ἐστι τῷ “ἡνία λεύκ᾿ ἐλέφαντι” (ΙΙ. 5, 583) ἀντὶ τοῦ ἐμφερῆ ἐλέφαντι. λείπει οὖν τὸ ὡς, ὡς ἐλαίῳ.

599. ἐπισταμένοισι] ἐπιστημονικοῖς. τὴν δὲ ὀξύτητα τῆς ἐν κύκλῳ κινήσεως αὐτῶν τροχῷ εἴκασεν· ὀξύτητος γὰρ χάριν τὸ τοῦ κεραμικοῦ τροχοῦ παράδειγμα, ὅς ἐστι τοῦ ἑτέρου τῇ κινήσει ὀξύ- τερος. καλῶς δὲ καὶ τὸ ἄρμενον· εἴτε γὰρ μείζων εἴτε ἐλάττων γένοιτο, ἐμποδίζει τῇ χρείᾳ. καὶ τὸ πειρήσεται θαυμάσιον· οὐ- δέπω γὰρ ἐργαζόμενον τὸν τροχὸν ἔλαβεν· ἐν γὰρ τῷ ἐργάζεσθαι ὁ πηλὸς βαρύνων ἐμποδίζει πρὸς τὸ ὀξύ. λέγει δὲ ὅτι ποτὲ μὲν κνκλο- τερῆ τὸν δρόμον ἐποιοῦντο, ποτὲ δὲ ἀντιμέτωποι ἀλλήλοις γινόμενοι κατ᾿ ὀρθὸν δι᾿ ἀλλήλων ἔθεον.

604. ἐκ τῆς διαθέσεως τῶν θεωμένων ἐξῆρε τὸ κάλλος καὶ τὴν τέχνην τῶν ὀρχουμένων.

κυβιστητῆρε] οἱ μετὰ κυβιστήσεως ὀρχούμενοι.

609. θώρηκα φαεινότερον πυρὸς αὐγῆς] διὰ τί μὴ πλείονα περὶ τοῦ θώρακος φράζει; φαμὲν ὅτι ἔφθη ἐκφράσαι τὸν Ἀγαμέμνονος θώρακα (ΙΙ. 11, 19), ὃς καὶ αὐτὸς ἡφαιστότευκτος ἦν, καὶ νῦν οὐ φράζει, ὡς καὶ τὴν Πατρόκλου πυρὰν δεινολογήσας τὴν Ἕκτορος παρέδραμεν.

612. τῇ μαλακῇ ὕλη διὰ τὸ εὐποίητον χρῆται. ἑανοῦ δὲ μα- λακοῦ, λεπτοῦ, λαμπροῦ.

613. τὰ πολεμιστήρια ὅπλα ἐκάλεσεν ὁμοίως ἡμῖν. διὰ δὲ τὴν ὑπερβολὴν τῶν κατασκευασμάτων τῷ κάμεν ἐχρήσατο.

615. ἵρηξ ὥς] ὀξεῖαν αὐτῆς τὴν ἀπαλλαγὴν πεποίηκε σπευδούσης τελειῶσαι τὴν ὑπόσχεσιν τῷ παιδί.