Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

536. ἔχουσα] πρὸς τὸ Ἔρις ὑπήντηκεν.

538. φόνου πλῆρες, ὡς τὸ “Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαίξαι χαλκῷ ῥωγαλέον” (Il. 2, 416), διερρωγὸς τῷ σιδήρῳ. δηλοῖ δὲ τὸ δαφοινόν τὸ σφόδρα φονικόν. δαφοινοὶ θῶες (Il. 11, 474) καὶ δράκων δαφοινός (Il. 2, 308). ἀλλὰ ταῦτα μὲν ἐνεργητικά· τὸ δὲ αἷμα δαφοινὸν καὶ αὐτὸ σφόδρα φόνου πλῆρες. καὶ ἡ δασπλῆτις δὲ Ἐρινὺς (Od. 15, 234) ἡ σφόδρα προσπελάζουσα, ἀπροσπέλαστος.

539. ὥστε ζωοὶ βροτοί] οὐκ ἄρα ζωὰ ἦν τὰ ἐπιγεγραμμένα, ἀλλʼ ὅμοια ζωοῖς ἐκ τῆς ποικιλίας τῶν χρωμάτων.

541. τρίτον ἐστὶ τοῦτο· μετὰ γὰρ τὰ θεῖα καὶ τὰς πόλεις γεώργιόν τι παραλαμβάνει. δαιμονίως δὲ διὰ τῶν ἐπιθέτων ἔδειξεν εἰς ὁποίαν δεῖ γῆν πόνον κατατίθεσθαι, εἰς μαλακὴν καὶ εὔβωλον.

542. εὐρεῖαν] ἀκόλουθόν ἐστι καὶ τοῦτο· ταύτην γὰρ πολλοῖς ζεύγεσί φησιν ἀροῦσθαι ὡς εὐρεῖαν.

[*](5. ἀπάρυσις] ἀπόρρυσις 22. στήθεσσι] στήθεσιν 19. ἄλλον] ἄλλον μὲν 28. ζωὰ—ζωοῖς Bekk.]ζῶα—ζώοις)
199

*τρίπολον] τρὶς ἐστραμμένην καὶ ἠροτριασμένην.

545. δέπας μελιηδέος οἴνου] πλουσίου ὁ ἀγρὸς, παῤ ὃν πονοῦσι μὲν αὐλακίζοντες ἐν βάθει τὴν γῆν, ἀνακτῶνται δὲ αὑτοὺς τῷ πότῳ.

546. ὄγμους] οὔτε τὴν ἐπίστιχον τάξιν φησὶν Ἐπαφρόδιτος, οὔτε παρὰ τὸ οἴγειν· τὰς ἑλκύσεις δέ φησι, παρὰ τὸ ἕλκω, ὄλγμος, ἐξ οὗ καὶ ὄλξ, ἢ τὴν συνέχειαν τῶν αὐλάκων.

547. ἱέμενοι] ἔσπευδον παρὰ τὰ ἔργα διὰ τὸ ἐπὶ χεῖρα αὐτοῖς κεῖσθαι τὴν πόσιν.

548. ἀρηρομένῃ] ἢ ἐνδεῖ τὸ σίγμα ἀπὸ τοῦ ἀρηροσμένη· ἢ παρὰ τὸ ἀρῶ ἀροτῶ, ἡρότημαι, ἠροτημένη, ἡρομένη· ἢ ἀπὸ τοῦ ἀρῶ ἄρωμι ἀρους, ἡρομένος, ἠρομένη, Ἀττικῶς ἀρηρομένη.

550. βασιλήϊον] τὸν δεσπότην τοῦ κλήρου βασιλέα φησίν. ἢ βασιλικὸν αὐτῷ περιτίθησι κάλλος, τὸ καλλιστεῦον καὶ ἔντιμον διαγράψαι θέλων.

*οἱ μίσθιοι, οἱ ἐπὶ μισθῷ ἐργαζόμενοι τὴν ἔραν ἢ τὴν γῆν.

551. ἤμων] δαιμονίως πᾶσαν γεωργίας ἰδέαν κατέγραψε τῇ ἀσπίδι, περὶ ἀρότρου, περὶ θερισμοῦ. μετέπειτα δὲ καὶ ἀμπελό- φυτον διατυπώσει· τὸ γὰρ ὅλον τοῦ τρόπου διδασκαλικόν ἐστιν. δρεπάνας] Ἰωνικῶς· οὗτοι γὰρ τρέπουσι πάντα εἰς θηλυκὰ, ὡς τὸ τάφρη καὶ ἀστραγάλη.

552"δράγματα] δραγμάτων γὰρ ἐπιλαβόμενοι θερίζουσι, καὶ τεμόντες ἐῶσι κεῖσθαι· ἄλλοι δὲ δεσμοῦσιν.

* δράγματα δὲ τὰ τῶν χειρῶν πληρώματα.

553. ἀμαλλοδετῆρες] οἱ ἐκ τῶν ἀμαλλῶν δεσμὰ ποιοῦντες. ἐλ- λεδανοῖσι δὲ τοῖς τῶν ἀσταχύων δεσμοῖς, οὓς οὐλοδέτας καλοῦσιν· οὐλαὶ γὰρ αἱ κριθαί.

557. καὶ τὸ ἐφεστάναι αὐτὸν πιθανόν, καὶ τὸ χαίρειν ἐπὶ τοῖς ἔργοις, καὶ τὸ μὴ κατεπείγοντος αὐτοῦ τὰ ἔργα γίνεσθαι· δεῖ γὰρ μὴ φόβῳ, ἀλλὰ πραότητι τὸν βασιλέα ζητεῖν τὸ ὑπουργεῖσθαι.

560. πάντες οἱ μισθοῦ ἐργαζόμενοι, καὶ μάλιστα οἱ τὴν ἔραν, ἔριθοι λέγονται.

561. σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν] ὡς ἐν γραφῇ κατακλω- μένας βότρυσι δείκνυσι τὰς ἀμπέλους. πάντα δὲ τέλεια ἔγραψε, σελήνην τε πλήθουσαν καὶ τὸ λήϊον βαθὺ καὶ τὴν ἀλωὴν ἤδη κεκαρ- ποφορηκυῖαν, ἵνα περικαλλῆ τὴν φαντασίαν τῶν ἐντετυπωμένων παρεχόντων ὁ δημιουργὸς ἐπαινεθείη.

200

563. κάμαξι] τοῖς. ἀπὸ καλάμων καὶ ξύλων ἀναβαστάγμασι. πολυειδῶς δὲ τὰς ἀμπέλους φράζει. αἱ μὲν γὰρ αὐτῶν χθαμαλαὶ κατ᾿ ὄρχους εἰσὶν, αἱ δὲ σκέπουσαι τὸ σπέος Καλυψοῦς, ἄλλαι δὲ ξύλοις καὶ καλάμοις βασταζόμεναι ὡς νῦν.

564. ἀμφὶ δέ] πρὸς τὸ δυσεπιχείρητον τοῖς κακουργεῖν βουλο- μένοις εἶναι καὶ ἡ τάφρος ἔσκαπται καὶ τὸ τειχίον προβέβληται· ὅθεν ἐπιφέρει μία δ᾿ οἴη ἀταρπιτός, ὅπως οἱ μὴ δι᾿ αὐτῆς ἰόντες κατάφωροι ὡς κλέπται εἶεν.

567. ἀταλά] καλῶς οἱ θάλλοντες καρποὶ ὑπὸ θαλλόντων σωμά- των φέρονται.

570. Ἀρίσταρχος εἶδος ᾠδῆς τὸν λίνον φησὶν, ὡς παιᾶνα καὶ εἴ τι τοιοῦτον, ἀπὸ Λίνου τοῦ ἥρωος. ἡ δὲ κατὰ τὸν Λίνον ἱστορία παρὰ Φιλοχόρῳ ἱστόρηται. φασὶ γὰρ ὅτι τὸ πρῶτον ἀντὶ χορδῶν λίνῳ ἐχρῶντο πρὸς τὴν κιθάραν. ὁ δὲ ἥρως οὗτος ὁ Λίνος καταλύσας τὸ λίνον πρῶτος χορδαῖς ἐχρήσατο, καὶ διὰ τοῦτο ὑπὸ Ἀπόλλωνος ἀνῃρέθη. φασὶ δὲ αὐτὸν ἐν Θήβαις ταφῆναι καὶ τιμηθῆναι θρηνώ- δεσιν ᾠδαῖς, ἃς λινῳδίας ἐκάλεσαν. ἔστι δὲ μέλος θρηνητικὸν ὁ λίνος μετ᾿ ἰσχνοφωνίας ᾀδόμενος. ἆρα οὖν ὁ νεανίας διὰ τῆς μιμήσεως ταύτης τὰ κατὰ τὸν Λίνον ᾖδεν; ἐθρηνεῖτο γὰρ οὗτος παρὰ τῶν Μουσῶν οὕτως· “ὦ Λίνε θεοῖσι τετιμημένε, σοὶ γὰρ πρώτῳ μέλος ἔδωκαν ἀθάνατοι ἀνθρώποισι φωναῖς λιγυραῖς ἀεῖσαι· Φοῖβος δέ σε κότῳ ἀναιρεῖ, Μοῦσαι δέ σε θρηνέουσιν.” ἡ δὲ ὑπό περιττεύει. τάχα οὖν ᾄδεῖν τοῖς τρυγῶσι λέγει τὸν νέον πρὸς τέρψιν καὶ ἐπικου- φισμὸν τῶν πόνων.

572. τὸ σπαίρειν ὁ ποιητὴς κατὰ Ἀττικοὺς ἀσπαίρειν φησὶ μετὰ τοῦ α, οἷον “ἀσπαίροντα λάων,” “ἤσπαιῤ ὡς ὅτε βοῦς” (Il. 13, 571) τὸ δὲ σκαίρειν οὐκέτι. τὸ μὲν οὖν σπαίρειν ἄμουσόν τινα δηλοῖ κίνησιν, ὅ τινες ἐν ἰχθύσι καὶ τῷ δεδεμένῳ βοὶ λαμβάνουσι, τὸ δὲ σκαίρειν ἔμμουσον κίνησιν ὀρχηστικὴν καὶ εὔρυθμον. οἶμαι δὲ ἔγωγε καὶ τῶν ἰχθύων τὸν σπάρον καὶ τὸν σκάρον οὕτω προσηγορεῦ- σθαι. τῆς κινήσεως οὐχ ὁμοίως ἑκατέρῳ γινομένης, τῷ δὲ σκάρῳ πάντως [*](1. ἀπὸ Bekkerus] ὑπὸ tilenae similitudinem compositi 8. εἷεν Bekkerus] ἦεν sunt quattuor hexametri, qui le- 20. ὦ Λίνε θεοῖσι (sic B, non guntur in scholio codicis Town- θεοῖς)—θρηνέουσινl. De metro et leiani et apud Eustath. p. 1163, scriptura horum versuum dixit 59, de quibus v. Bergt. p. 1298. Bergkius in Poetis Lyricis part. 3 26. λάων (Od. 19, 229)] λαόν p. 1297. Ad veteris huius can- 30. προσηγορεῦσθαι] προσηγορεῦθαι)

201
ὀξυτέρας. καὶ Ὀππιανὸς ἐν τοῖς Ἁλιευτικοῖς (1, 134) φησὶ “καὶ σκάρος, ὃς δὴ μοῦνος ἐν ἰχθύσι φθέγγεται ἰκμαλέην λαλιὴν ἀφείς.” καὶ τὴν πολύσκαρθμον Μύριναν (ΙΙ. 2, 814) καὶ ὁ Λυκόφρων (243) φησὶ μίαν τῶν Ἀμαζόνων· καὶ εὐσκάρθμους ἵππους ὁ ποιητὴς (Ιl. 13, 31) καλεῖ.