Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

410. ἀκμοθέτοιο] τοῦ ἐπὶ τῷ ἀκμοθέτῳ ἔργου.

πέλωρ αἴητον] τὸ πέλωρ ἀεὶ ἐπὶ μεγέθους τάσσεται. τὸ δὲ αἴητον ὁ Ἡρωδιανὸς σχηματίζει παρὰ τὸ εἰμί, ἐτόν ἄητον αἴητον, τὸ μέγα καὶ ἀνυπέρβλητον καὶ παρὰ μηδενὶ ὄν. τινὲς δὲ ὁ αἰετηδὸν χωλεύων· τὰ γὰρ γαμψώνυχα τῶν ὀρνέων χωλεύει.

411. ἁραιαί] λεπταί· εἰ δὲ ψιλοῦμεν, βεβλαμμέναι.

415. αὐχένα τε στιβαρόν] ἄνωθεν γὰρ παχεῖς εἰσὶν οἱ τὰ κάτω μέρη πεπηρωμένοι.

λαχνήεντα] ἡ γὰρ πυρώδης οὐσία καὶ ἐν ἡμῖν αἰτία τῆς τριχο- φυΐας.

416. χιτῶνʼ] ὡς ἐργάτης, οὐ φᾶρος.

424. ἐπαινετὸς ὁ ἄρχων τοῦ λόγου καὶ μὴ περιμείνας τὴν αἴτησιν. δείκνυται δὲ καὶ τὸ σύντομον τοῦ ἐπειγομένου ἀποδοῦναι, καὶ τὸ σῶφρον τῆς ἐπαγγελίας ὡς δυνατὰ ἐπαγγελλομένου.

425. πάρος γε μέν] ἐκ τούτου καὶ αὐτὸς ἐπισημαίνεται χρείας ἕνεκεν ἥκειν τὴν Θέτιν, τῷ πρόσθεν οὐκ εἰωθυῖαν τοῦτο πράσσειν.

429. *Ἥλιος] μετὰ τὴν τελευτὴν Ἡφαίστου τοῦ βασιλέως Αἰγύπτου Ἥλιος ὁ υἱὸς αὐτοῦ τὴν ἀρχὴν διεδέξατο, ζήσας ἡμέρας [*](2. τὴν γῆν Vill.] τῆς γῆς Odyss. 8, 266 referenda esse mo- 5. πάῤ οἰσέμεν] παροισέμεν nuit Heynius. 32. Ἥλιος—στραττιώτην] Haec ad)

186
δυοζ΄, ὡς γίνεσθαι ἔτη ιβ΄, μῆνας γ΄, ἡμέρας ε΄. οἱ μὲν γὰρ τὰς ἡμέρας ἐνιαυτοὺς ἐψήφιζον, οἱ δὲ τὰς περιόδους τῆς σελήνης, ἕτεροι δὲ τοὺς τέτταρας καιρούς· οἱ γὰρ μετὰ ταῦτα δυναστεύ- σαντες καὶ ὑποτελεῖς τὰς χώρας ποιήσαντες ἀπὸ τῆς αὐξήσεως τῶν καρπῶν τοὺς χρόνους διέκριναν καὶ ἐνιαυτοὺς κυρίως ἐκάλεσαν. ὁ τοίνυν Ἥλιος τὴν τοῦ πατρὸς φυλάσσων νομοθεσίαν, εὑρηκὼς μοι- χευομένην γυναῖκα, ταύτην ἐθριάμβευσεν· ὅπερ μετέβαλε ποιητικῶς ὁ Ὅμηρος, ὅτι ὁ Ἥλιος τὴν Ἀφροδίτην ἔδειξε μιγνυμένην τῷ Ἄρεϊ. Ἀφροδίτην μὲν τὴν ἐπιθυμίαν καλέσας, Ἄρεα δὲ τὸν μετʼ αὐτῆς καταληφθέντα στρατιώτην.

ἦ ἄρα δή τις] ἐμιμήσατο ἦθος γυναικεῖον, οὐ περὶ ὧν ἠρώτηται ἀποκρινομένη, ἀλλὰ περὶ ὧν ἐλελύπητο.

431. Ζεὺς ἄλγεʼ ἔδωκεν] καὶ πῶς φησὶν ἡ Ἥρα (Il. 24, 60) “καὶ ἀνδρὶ πόρον παράκοιτιν;” ἢ ὅτι τῶν συμβαινόντων τῷ Διὶ τὴν αἰτίαν ἀναφέρουσιν ὡς ἄρχοντι· ἢ ὅτι αὐτὸς αὐτῇ αἴτιος τοῦ γάμον.

433. ἔτλην] οἰκεία ἡ λέξις ἐπὶ τῆς ἀκούσης.

435. ἀρημένος] βεβλαμμένος τῇ ταπεινώσει τοῦ γήρως.

ἀπὸ κοινοῦ τὸ “ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν.”

437. ἔξοχον ἡρώων] οὐ μόνον υἱοῦ φησὶν, ἀλλὰ καὶ ἀριστέως στερίσκομαι, τὸ δεινότερον.

442. οἰκεῖον μητρὶ τὸ ζώει μοι.

πάντα οὖν δεινὰ, ὅτι καὶ ὠκύμορος καὶ τὸν βραχὺν τοῦτον χρόνον λυπεῖται.

444. ἀνακεφαλαίωσις αὕτη· κακῶς οὖν Ἀρίσταρχος ἀθετεῖ. πῶς γὰρ οὐκ ἄτοπον τὰ μὲν περὶ τοῦ γάμου παλαιά τε ὄντα καὶ πᾶσι δῆλα λέγειν, σιωπᾶν δὲ διʼ ὃ ἦλθεν;

457. γούναθʼ ἱκάνομαι] ἱκετεύω. ἀπὸ ἐλέου δὲ ἤρξατο καὶ εἰς ἔλεον κατέπαυσε τὸν λόγον, οὐχ ὡς ἀπαιτοῦσα χάριν, ἀλλʼ ὡς δεομένη.

458. ἄνευ τοῦ ω τὸ ἐμῷ· ἐκτέθλιπται γάρ. ἔλεον δὲ ἐκίνησε, πρὸς ὀλιγοχρόνιον χρῆσιν αἰτουμένη παῤ αὐτοῦ τὴν τῶν ὅπλων χάριν.

460. τινὲς ἐπὶ τοῦ θώρακος τὸ ὅ· ἀλλὰ πάντα ἀπώλεσε, καὶ οὐκ ἂν περὶ τῆς ἀπωλείας μόνου τοῦ θώρακος εἶπεν. οἱ δὲ ἐπὶ τοῦ ἑταῖρος, ἵνα λίπῃ ταῦτα. τινὲς δὲ, ἃ γὰρ ἦν οἱ ὅπλα. πῶς δὲ ξίφος οὐκ αἰτεῖ; ὅτι καὶ ἄλλα ἴσως εἶχεν ἰσοπαλῆ τῷ ἀπολομένῳ ξίφει.

[*](28. ἐλέου Bekk.] ἐλέους 30. τοῦ ω] τοὺ ῑ)
187

463. ταῦτα] τὰ περὶ τῶν ὅπλων, περὶ ὧν καὶ διαλέγεται αὐτῷ.

464. εὔχρηστον ἦθος εὐχομένου δύνασθαι πρὸς ἀπόδοσιν χάριτος οὐ μόνον τὰ αἰτηθέντα ποιεῖν, ἀλλὰ περὶ ὧν ἀδυνάτως ἔχει.

466. παρέσσεται] παῤ αὐτῷ ἔσται. ἑτοίμως δὲ ἐπαγγέλλεται, οὐ τόπον, οὐ χρόνον προβαλλόμενος. καὶ ἡ μὲν ὡς δεομένη μακρη- γορεῖ· ὁ δὲ οὐδὲ λόγων αὐτῇ δευτέρων καιρὸν δίδωσι τῇ σπουδῇ, ἐπειδὴ ἄτοπον ἦν ἐν τῇ ἐξόδῳ σπεύδοντος Ἀχιλλέως ἔτι ἐγχρονίζειν τῷ λόγῳ. βούλεται δὲ τὸν τῆς νυκτὸς καιρὸν ἀναλῶσαι τῇ ὁπλο- ποιίμ.

468. *ἐνταῦθα μεγάλῃ τινὶ καὶ κοσμοτόκῳ διανοίᾳ τὴν τῶν ὅλων περιήθροισε γέννησιν· ὅθεν γὰρ αἱ πρῶται τοῦ παντὸς ἔφυσαν ἀρχαὶ, καὶ τίς ὁ τούτων δημιουργὸς, καὶ πῶς ἕκαστα πληρωθέντα διεκρίθη, σαφέσι τεκμηρίοις παρέστησε, τὴν Ἀχιλλέως ἀσπίδα τῆς κοσμικῆς περιόδου χαλκευσάμενος εἰκόνα. καὶ τὸ πρῶτον ὑπεστήσατο τῆς παντελοῦς δημιουργίας νύκτα καιρὸν, ἐπειδήπερ αὕτη χρόνου πάτρια κεκλήρωται, καὶ πρὶν ἢ διακριθῆναι τὰ νῦν βλεπόμενα νὺξ ἦν τὸ σύμπαν, ὃ δὴ χάος ποιητῶν ὀνομάζουσι παῖδες. οὐ γὰρ οὕτως ἄθλιόν τινα καὶ κακοδαίμονα παρεισάγει τὸν Ἥφαιστον, ὡς μηδὲ νυκτὸς ἀνάπαυσιν ἔχειν τῆς χειρωνακτικῆς ἐργασίας, ὅπου γε καὶ παῤ ἀνθρώποις ἀθλίοις ἄτοπον εἶναι δοκεῖ τὸ μηδὲ τὴν νύκτα τῶν πόνων ἐκεχειρίαν ἄγειν. ἀλλʼ οὐκ ἔστι ταῦτα χαλκεύων Ἀχιλλεῖ πανοπλίαν Ἥφαιστος, οὐδʼ ἐν οὐρανῷ βουνοὶ χαλκοῦ καὶ κασσιτέρου ἀργύρου τε καὶ χρυσοῦ εἰσίν· ἀμήχανον γὰρ τὰς ἀηδεῖς καὶ φιλαργύρους γῆς νόσους ἐπʼ οὐρανὸν ἀναβῆναι· φυσικῶς δὲ τῆς ἀμόρφου ποτὲ καὶ μὴ διακεκριμένης ὕλης τὸν καιρὸν ἀποφηνάμενος εἶναι νύκτα, δημιουργὸν, ἡνίκα ἔμελλε τὰ πάντα μορ- φοῦσθαι, τὸν Ἥφαιστον ἐπέστησε, τουτέστι τὴν θερμὴν οὐσίαν· πυρὸς γὰρ δὴ κατὰ τὸν φυσικὸν Ἡράκλειτον ἀμοιβῇ τὰ πάντα γίνεται. ὅθεν συνοικοῦσαν οὐκ ἀπιθάνως τῷ τῶν ὅλων ἀρχιτέκτονι πεποίηκε τὴν Χάριν· ἔμελλε γὰρ ἤδη τῷ κόσμῳ χαριεῖσθαι τὸν ἴδιον κόσμον. ὗλαι δὲ τίνες αὐτῇ τῆς κατασκευῆς; “χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.” εἰ μὲν Ἀχιλλεῖ κατεσκεύασε πανοπλίαν, πάντα ἔδει χρυσὸν εἶναι· καὶ γὰρ οἶμαι σχέτλιον [*](187, 11—191, 22. Ex Heraclito cap. 43—52 multa cum scripturae diversitate, de qua v. Mehler. p. 90—109.)

188
Ἀχιλλέα μηδὲ Γλαύκῳ κατὰ τὴν πολυτέλειαν ἴσον εἶναι. νῦν δὲ τέτταρα στοιχεῖα κίρναται. καὶ χρυσὸν μὲν ὠνόμασε τὴν αἰθερώδη φύσιν, ἄργυρον δὲ τὸν αὐτῇ τῇ χροιᾷ προσωμοιωμένον ἀέρα· χαλκὸς δὲ καὶ κασσίτερος ὕδωρ καὶ γῆ προσαγορεύεται διὰ τὴν ἐν ἀμφοτέ- ροις βαρύτητα. πρῶτον δὲ ἀπὸ τούτων τῶν στοιχείων ἀσπὶς ὑπʼ αὐτοῦ χαλκεύεται, σφαιροειδὲς ἔχουσα σχῆμα, διʼ οὗ τὸν κόσμον ἡμῖν ἐμφανῶς ἐσήμανεν, ὃν οὐκ ἀπὸ τῆς ὁπλοποιίας μόνον, ἀλλὰ καὶ διʼ ἄλλων τεκμηρίων ἐπίσταται κυκλοειδῆ. συντόμως δὲ ἐν παρεκ- βάσει τὰς ὑπὲρ τούτων φιλοτεχνοῦντες ἀποδείξεις δηλώσομεν. συνεχῶς τοίνυν τὸν ἥλιον ἀκάμαντα καὶ ἀλέκτορα καὶ ὑπερίονα προσαγορεύει, διὰ τῶν ἐπιθέτων οὐκ ἄλλο τι πλὴν τὸ σχῆμα τοῦτο σημαίνων. ὅ τε γὰρ ἀκάμας ὁ μὴ κάμνων ἔοικε καὶ ὅρους ἔχων οὐκ ἀνατολὴν ἢ δύσιν, ἀλλὰ τὴν ἀεὶ περίδρομον ἀνάγκην. ἠλέκτωρ δὲ δυοῖν θάτερον· ἢ ἀλέκτωρ ὁ θεὸς ὀνομάζεται μηδέπω κοίτης ἐπιψαύων, ἢ τάχα πιθανώτερον, ἐπιελίκτωρ τις ὢν καὶ κυκλοτερεῖ φορῷ διʼ ἡμέρας καὶ νυκτὸς τὸν κόσμον ἀναμετρούμενος. ὑπερίονα δὲ νομιστέον αὐτὸν τὸν ὑπεριέμενον ἀεὶ τῆς γῆς, ὥσπερ οἶμαι καὶ Ξενοφάνης ὁ Κολοφώνιός φησιν “ἠέλιος θʼ ὑπεριέμενος γαῖάν τʼ ἐπιθάλπων.” εἰ γὰρ πατρωνυμικῶς αὐτὸν ἠθέλησεν ὀνομάζειν, εἶπεν ἂν Υπεριονίδην ὡς Ἀτρείδην τὸν Ἀγαμέμνονα καὶ Πηλείδην τὸν Ἀχιλλέα. ἥ τε θοὴ νὺξ οὐκ ἄλλο τι σημαίνει ἢ τὸ σφαιροειδὲς ὅλου τοῦ πόλου σχῆμα· τὸν γὰρ αὐτὸν ἡλίῳ δρόμον ἡ νὺξ ἀνύει, καὶ πᾶς ὁ καταλειφθεὶς ὑπʼ ἐκείνου τόπος ὑπὸ ταύτης εὐθὺς ἐκμε- λαίνεται. σαφῶς γοῦν ἑτέρωθί που τοῦτο μηνύων φησὶν “ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο, ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν” (Il. 8, 485). ὥσπερ γὰρ ἀπηρτημένην ἑαυτῷ τὴν νύκτα κατόπιν ἐφέλκεται, συγχωροῦσαν τοῖς ἡλίου τάχεσιν. εἰκότως οὖν αὐτὴν Ὅμηρος εἴρηκε θοήν. δύναταί γε μὴν πιθανώτερόν τις ἐπιχει- ρῶν θοὴν ὀνομάζειν μεταληπτικῶς οὐ τὴν κατὰ κίνησιν ὀξεῖαν, ἀλλὰ τὴν κατὰ σχῆμα· καὶ γὰρ ἑτέρωθί πού φησιν “ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν” (Od. 15, 299), οὐ τὸ τάχος τῶν ἐρριζωμένων νήσων (ἠλίθιον γάρ) δηλῶσαι ἐσπουδακὼς, ἀλλὰ τὸ σχῆμα, ὡς ὀξεῖαν ἀπολήγουσαν ἀποτελεῖν γραμμήν. εἰκότως οὖν νύκτα θοὴν [*](1. πολυτέλειαν] πολυ aliqua diversitate scripturae repe- 21—p. 189, 21. ἡ θοὴ νὺξ — titur ad 24, 366. ἀνακυκλοὶ] Haec pars scholii cum 32. δηλῶσαι] δηλωσ)
189
λέγεσθαι τὴν ἐπʼ ὀξὺ τέλος ἀποτερματίζουσαν τῆς ἐσχάτης σκιᾶς. φυσικῶς δὲ περὶ τούτων ὁ λόγος ἀποδείκνυσιν ὅτι σφαιροειδής ἐστιν ὁ κόσμος. τριχῆ γὰρ οἱ μαθηματικοὶ τὰ σχήματα τῶν σκιῶν ἀποπίπ- τειν φασίν. ἐπειδὰν γὰρ ἔλαττον ἦ τὸ περιλάμπον τοῦ καταλαμπο- μένου τόπου, κωνοειδῆ συμβέβηκε γίνεσθαι τὴν σκιὰν, ἀπό πλατείας τῆς ἀρχῆς εἰς λεπτὸν ἀποστενοῦσθαι πέρας. ἐπειδάν γε μὴν ἴσον ᾖ τὸ καταλάμπον τῷ καταλαμπομένῳ, κυλίνδρου δίκην ἡ σκιὰ πρὸς ἴσον ἐν ταῖς ἑκατέρωθεν ἔχει γραμμαῖς. βουλόμενος οὖν Ὅμηρος τὸν ἥλιον ἄλλως μείζονα τῆς γῆς κατὰ τὴν τῶν πλείστων φιλοσόφων ἔννοιαν ἀποδεῖξαι, εὐλόγως θοὴν τὴν νύκτα προσηγόρευσεν, εἰς ὀξὺ τὸ πρὸς τῷ πέρατι σχῆμα λήγουσαν, ἅτε οἶμαι μήτε κυλινδροειδῶς μήτε καλαθοειδῶς τῆς σκιᾶς πίπτειν δυναμένης, ἀλλὰ τὸν λεγόμενον κῶνον ἀποτελούσης· ὃ δὴ πρῶτος Ὅμηρος ἐκ μιᾶς λέξεως ὑπαινιξά- μενος τὰς μυρίας τῶν φιλοσόφων ἁμίλλας ὑποτέτμηκεν. καὶ μὴν αἱ φοραὶ τῶν ἐναντίων ἀνέμων δηλοῦσι τὸ τοῦ κόσμου σφαιροειδές. Βορέας μὲν γὰρ ἀπὸ τῆς ἄρκτου πνέων μετέωρος “μέγα κῦμα κυλίνδει” (Od. 5, 296)· τὴν γὰρ ἀπὸ τοῦ μεταρσίου φορὰν ἐπὶ τὸ ταπεινότερον ἐκ μιᾶς λέξεως κατεκύλισεν ὁ στίχος. τοὔμπαλιν δὲ ἐπὶ τοῦ νότου, πνέοντος ἀπὸ τῶν κατωτάτω τόπων, ἱστόρησεν· “ἔνθα νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ” (Od. 3, 295)· τὴν ἀπὸ. τοῦ ταπεινοτέρου κίνησιν εἰς τὸ μετέωρον ἀνακυκλοῖ. ἔτι γε μὴν μετὰ τῶν ἄλλων ἀπείρονα γαῖαν ὀνομάζει. καὶ πάλιν ἐπὶ τῆς Ἥρας “εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης” (Il. 14, 200). οὐδέπω μαχομέναις δόξαις πρὸς αὑτὸν στασιάζων, ἀλλʼ ἐπειδὴ πᾶν σφαιροειδὲς σχῆμα ἄπειρόν ἐστι καὶ πεπερασμένον· τὸ δὲ ὅρον τινὰ καὶ περιγραφὴν ἔχον εὐλόγως αὐτὸ πεπεράσθαι νομιστέον, ἄπειρον δʼ ἂν ὁ κύκλος ὀνομάζοιτο δικαίως, ἐπειδήπερ ἀμήχανόν ἐστι δεῖξαι πέρας ἐν αὐτῷ τι. τὸ γὰρ νομισθὲν εἶναι τέλος ἐξ ἴσου γένοιτʼ ἂν ἀρχή. ταυτὶ μὲν οὖν ἀθρόα τεκμήρια τοῦ σφαιροειδῆ τὸν κόσμον εἶναι παῤ Ὁμήρῳ, τὸ δʼ ἐναργέστατόν ἐστι σύμβολον ἡ τῆς Ἀχιλλέως ἀσπίδος κατασκευή· κυκλοτερὲς γὰρ τῷ σχήματι κεχάλκευκεν ὅπλον Ἥφαιστος, ὥσπερ εἰκόνα τῆς κοσμικῆς περιόδου. μυθικῶς μὲν οὖν ἀσπίδα χαλκευομένην ὑποστησάμενος ἁρμόζουσαν Ἀχιλλεῖ τὴν διὰ πάντων ἐχάραξε πορείαν. τίς δὲ ἦν αὕτη; “στησάμενοι δʼ ἐμά- [*](18. κατεκύλισεν] κατεκύκλ (λ cum signo compendii). Correxi ex scholio inferiore.)
190
χοντο μάχην—ἕλκε ποδοῖιν” (533—537). ταῦτα μὲν ἦν ὁ διηνεκὴς Ἀχιλλέως βίος. νῦν δὲ Ὅμηρος ἰδίᾳ τινὶ φιλοσοφίᾳ δημιουργῶν τὸν κόσμον, εὐθὺς τὰ μέγιστα τῆς προνοίας ἔργα μετὰ τὴν ἀδιακρί- νητον καὶ κεχυμένην ὕλην ἐχάλκευσεν. “ἐν μὲν γαῖαν—πλήθουσαν” (483, 484). ἡ τῆς κοσμικῆς γενέσεως εἱμαρμένη πρῶτον μὲν θεμελιοῦχον ἐκρότησε τὴν γῆν, εἶτα ἐπὶ ταύτης καθάπερ τινὰ θείαν στέγην τὸν οὐρανὸν ἐπωρόφωσε, καὶ κατὰ τῶν ἀναπεπταμένων αὐτῆς κόλπων ἀθρόαν ἔχεε τὴν θάλατταν, εὐθύς τε ἡλίῳ καὶ σελήνῃ τὰ διακριθέντα τῶν στοιχείων ἀπὸ τοῦ παλαιοῦ χάους ἐφώτισεν, “ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται” (485), διʼ οὗ μάλιστα σφαιροειδῆ παραδέδωκεν ἡμῖν τὸν κόσμον· ὥσπερ γὰρ ὁ στέφανος κυκλοτερὴς τῆς κεφαλῆς κόσμος ἐστὶν, οὕτως τὰ διεζωκότα τὴν οὐράνιον ἀψῖδα κατὰ σφαιροειδοῦς ἐπῃρμένα σχήματος εἰκότως οὐρανοῦ στέφανον ὠνόμασεν. διακριβολογησάμενος δὲ ὑπὲρ τῶν ὁλοσχερῶν ἀστέρων, καὶ κατὰ μέρος ἐπιφανέστατα δεδήλωκεν· οὐ γὰρ ἡδύνατο πάντα θεολογεῖν, ὥσπερ Εὔδοξος ἢ Ἄρατος, Ἰλιάδα γράφων, ταῦτα ἀντὶ τῶν μὴ φαινομένων ὑποστησάμενος ἑαυτῷ. μεταβέβηκεν οὖν ἀλληγορικῶς ἐπὶ τὰς δύο πόλεις, τὴν μὲν εἰρήνης, τὴν δὲ πολέμου παρεισάγων, ἵνα μηδʼ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος ἀπʼ ἄλλου τινὸς ἢ παῤ Ὁμήρου τὴν Σικελικὴν ἀρύσηται δόξαν. ἅμα γὰρ τοῖς τέσ- σαρσι στοιχείοις κατὰ τὴν φυσικὴν θεωρίαν παραδέδωκε τὸ νεῖκος καὶ τὴν φιλίαν. τούτων δʼ ἑκάτερον Ὅμηρος ὑποσημαίνων πόλεις δύο ἐνεχάλκευσε τῇ ἀσπίδι, τὴν μὲν εἰρήνης, τουτέστι φιλίας, τὴν δὲ πολέμου, τουτέστι νείκους. πτύχας δὲ ὑπεστήσατο τῆς ἀσπίδος πέντε σχεδὸν, οὐκ ἄλλο τι πλὴν τὰς ἐμπεποικιλμένας τῷ κόσμῳ ζώνας ὑπαινιξάμενος. ἡ μὲν γὰρ ἀνωτάτω περὶ τὸν βόρειον εἰλεῖται πόλον, ἀρκτικὴν δὲ αὐτὴν ὀνομάζουσιν· ἡ δὲ ἐφεξῆς εὔκρατός ἐστιν· εἶτα τὴν τρίτην δ ακεκαυμένην καλοῦσιν· ἡ τετάρτη δʼ ὁμωνύμως τῇ δευτέρᾳ εὔκρατος ὀνομάζεται· πέμπτη δʼ ἐπωνύμως τοῦ νοτίου μέρους, ἡ νότιός τε καὶ ἀντάρκτιος καλουμένη. τούτων αἱ μὲν δύο τελέως ἀοίκητοι διὰ τὸ κρύος, ἥ τε τὸν βόρειον εἰληχυῖα πόλον καὶ ἡ τὸν ἀπάντικρυ νότιον. ὁμοίως δʼ αὐταῖς ἡ διακεκαυμένη καθʼ ὑπερ- βολὴν τῆς πυρώδους οὐσίας οὐδενὶ βατὴ ζῴῳ. δύο δὲ τὰς εὐκράτους [*](16. ἢ Ἄρατος apud Heracl.] 30. ἀντάρκτιος ex Heracl. pro ἀρμα (sic). ἀντέστιος 29. νοτίου—νότιος ex Heracl. 32. νότιον Heracl.] νότον pro νοτείου—νότειος)
191
φησὶν οἰκεῖσθαι, τὴν μέσην ἐφʼ ἑκατέρας ζώνης κρᾶσιν ἐπιδεχομένας. ὁ γοῦν Ἐρατοσθένης καὶ σφοδρότερον ἐν τῷ Ἑρμῇ ταύτας διηκρί- βωσεν, εἰπὼν
  • “πέντε δέ οἱ ζῶναι περιηγέες ἐσπείρηντο,
  • αἱ δύο μὲν γλαυκοῖο κελαινότεραι κυάνοιο,
  • ἡ δὲ μία ψαφαρά τε καὶ ἐκ πυρὸς οἷον ἐρυθρὴ,
  • τυπτομένη φλογμοῖσιν, ἐπεὶ ῥά ἑ μαῦραν ἐπʼ αὐτὴν
  • κεκλιμένην ἀκτῖνες ἀειθερέες πυρόωσιν.
  • αἱ δὲ δύω ἑκάτερθε πόλοιο περιπεπτηυῖαι,
  • ἀεὶ βριμαλέαι, αἰεὶ δʼ ὕδατι μογέουσαι.”
  • ταύτας οὖν Ὅμηρος πτύχας ὠνόμασεν, ἐξ ὧν φησὶν “ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασ- σιτέροιο τὴν δὲ μίαν χρυσῆν” (Il. 20, 270)· τὰς μὲν ἀνωτάτω κατὰ τοὺς ἀλαμπεῖς μυχοὺς τοῦ κόσμου κειμένας δύο ζώνας χαλκῷ προσεικάσας· ψυχρὰ γὰρ ἡ ὕλη καὶ κρύους μεστή. λέγει οὖν ἑτέρωθί που “ψυχρὸν δʼ ἕλε χαλκὸν ὀδοῦσι,” τὴν δὲ μίαν χρυσῆν εἰπὼν, τὴν διακεκαυμένην, ἐπειδήπερ ἡ πυρώδης οὐσία κατὰ τὴν χρόαν ἐμφερεστάτη χρυσῷ· “δύο δʼ ἔνδοθι κασσιτέροιο,” τὰς εὐκράτους ὑποσημαίνων· ὑγρὰ γὰρ ἡ ὕλη καὶ τελέως εὔθικτος ἡ τοῦ κασσιτέρου, δι᾿ ἧς τὸ περὶ τὰς ζώνας εὐαφὲς ἡμῖν καὶ μαλθακὸν ἐδήλωσεν. τὸ μὲν οὖν ἐν οὐρανῷ σεμνὸν ἐργαστήριον Ἡφαίστου τὴν ἱερὰν φύσιν οὕτως ἐδημιούργησεν.