Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

375. ἡ ὑπό πρὸς τὸ ἔθηκε. τινὲς δὲ ὑπόκυκλα ὑφʼ ἓν, ὡς ὑπο- πόδια, κακῶς.

376. *νῦν τὸν ναὸν λέγει. ἀγὼν δὲ σημαίνει ε΄, τὸν τόπον, ὡς τὸ “λείηναν δὲ χορὸν, καλὸν δʼ εὔρυναν ἀγῶνα” (Od. 8, 260)· τὸ ἄθροισμα “ἦλθε μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη” (Il. 20, 33)· τὸ πλῆθος, ὡς τὸ “λῦτο δʼ ἀγών” (Il. 24, 1)· τὸ ἆθλον, ἀγῶνος ἆθλα· τὸν ναὸν, ὡς ἐνταῦθα καὶ “αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα” (Il. 7, 298).

377. διὰ τῶν τοιούτων προσθηκῶν γίνεται πιστὸς ὁ λόγος· ὁμολο- γεῖ γὰρ αὐτὸς ὁ ποιητὴς ὅτι θαυμαστά εἰσι καὶ ἐκπλήττοντα.

378. τόσσον] ἀντὶ τοῦ ὅλον· οἱ δὲ, ἐπὶ τοσοῦτον ἔσχον τὸ τέλος ὥστε τῶν ὤτων προσδεῖσθαι. τινὲς δὲ τόσσον τὸ λοιπόν.

379. ἤρτυε] ἡτοίμαζε. κόπτε δὲ ἀντὶ τοῦ ἤλαυνε. δεσμούς δὲ τὰς λαβὰς, ἢ τοὺς ἥλους οἷς ἐστήρικται ἡ λαβὴ, ὥστε καταπεῖραι τὰ ὦτα. μείζων δὲ ἡ χάρις τοῦ καταλιπόντος ἡμιτελὲς τὸ ἔργον.

*ἥλους, καθὸ συμβάλλουσι καὶ συνδεσμοῦσι τὰ ὦτα τοῦ τρί- ποδος.

382. ἴδε προμολοῦσα Χάρις] προϋπαντᾷ τῇ εὐεργετησάσῃ ἡ τοῦ Ἡφαίστου χάρις, ὅτι δεῖ τοὺς εὐεργέτας ἑτοίμως ἀμείβεσθαι. διὰ δὲ τὸ χαρίεντα εἶναι τὰ δημιουργήματα Χάριν αὐτῷ καὶ Ἀφροδίτην συνοικίζουσιν. ἢ ὡς πλουσίῳ συνοικεῖ· τούτοις γὰρ ἕπεται τὸ χαρί- ζεσθαι. τὸ δὲ καλή, ὅτι οὐδὲν χάριτος ἡδύτερον τῷ διδόντι καὶ τῷ λαμβάνοντι.

383. ὤπυιε] παρὰ τὴν ὄπα, ὅθεν καὶ ὄαροι· ἢ διὰ τὰς πρὸ τῶν [*](25. *ὥστε καταπεῖραι (cum Eustathio p. 1148, 40)] κατάπειρα γὰρ)

184
γάμων γινομένας ὁμιλίας. ἢ παρὰ τὸ ὀπάζειν ἣν πεποίηται ἐκ μνηστείας.

385. ἡ χρηστὴ προσηγορία τὸ ἦθος ἐνδείκνυται τῆς Ἡφαίστου χάριτος. ἄγαν δὲ ὁ στίχος συντετρόχασται τῇ προθυμίᾳ τῆς ἐρω- τήσεως.

386. οὔτι] ἀντὶ τοῦ οὐδαμῶς. ἐν ἤθει δὲ, ὥς φαμεν τί σοὶ πρὸς ἡμᾶς; οὐ γὰρ πυκνῶς εἴωθας ἡμῖν ἥκειν.

387. προτέρω] ἀντὶ τοῦ ἐς τὸ ἔμπροσθεν.

392. ὧδε] οὕτως ὡς ἔχεις σχήματος· τοῦτο γὰρ ἄν σπουδαῖον φαίνοιτο, ὡς Ἀχιλλεὺς “αὐτῇ σὺν φόρμιγγι” (Il. 9, 194). οὐδέ- ποτε δὲ τὸ ὧδε τοπικῶς εὕρηται παρὰ τῷ ποιητῇ. σύντομος δὲ ὁ λόγος καὶ πρέπων Χάριτι σπευδούσῃ πρὸς ἀπόδοσιν.

394. οὐκ ἐμέλλησεν ὁ Ἥφαιστος· οὐδὲ γὰρ προελθὼν καὶ θεασά- μενος τὴν Θέτιν ἤρξατο τῶν λόγων, ἀλλʼ ἐντὸς ὢν ἀναβοᾷ· διό φησιν ἑξῆς “ἦ καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη.” ἄκρως δὲ παιδεύει ὁ λόγος τῶν χαρίτων μὴ ἐπιλανθάνεσθαι.

395. ἥ μʼ ἐσάωσʼ] καλῶς αὐτὸς μέμνηται τῆς εὐεργεσίας, οὐ Θέτις· ὀνειδιζούσης γὰρ ἦν· ὡς Δημοσθένης “ἐγὼ νομίζω τὸν εὗ παθόντα δεῖν ἀεὶ μεμνῆσθαι πάντα τὸν χρόνον, τὸν ποιήσαντα δ᾿ εὐθὺς ἐπιλελῆσθαι.” ὁ δὲ Ζεύς (ἔδει γὰρ αὐτὸν τύραννον ὁμολο- γεῖσθαι τῷ μέλλειν δεδέσθαι) λόγῳ μὲν οὐχ ὁμολογεῖ, ἔργῳ δὲ ἀποδίδωσι. χρηστὸν οὖν τὸ ἦθος ἐπικουρούσης ἀεὶ τοῖς δεομένοις, Ἡφαίστῳ, Διονύσῳ, Διί. καὶ τῆς ποιήσεως δέ ἐστιν οἰκονομία ἡ τῆς Θέτιδος χρηστοήθεια· Διὶ μὲν ἀμύνει, ἵνα κακώσῃ Ἕλληνας, Ἡφαίστῳ, ἵνα ποιήσῃ Ἀχιλλεῖ πανοπλίαν, Διονύσῳ διὰ τὸν κρατῆρα ὃν ἔχει Ἀχιλλεύς.

οὐ λέγει ὅτι ἄνωθεν ἀπʼ οὐρανοῦ ἔρριψεν αὐτὸν ἡ μήτηρ, ἀλλὰ τὸ πεσόντα τεχθέντα ἐστὶν, ὡς τὸ “πέσῃ μετὰ ποσσὶ γυναικός” (Il. 19, 110). τὸ δὲ τῆλε ἀντὶ τοῦ τηλόθι· παῤ Ὠκεανῷ γὰρ ἐγεννήθη.

396. κυνώπιδος] ἐπὶ μνήμην ἐλθὼν τῶν ἀτυχημάτων λοιδορεῖται τῇ μητρί.

ἡ μὲν τοῦ παιδὸς δόξαν προέκρινεν· ἡ δὲ Θέτις τὸν ξένον, εἰ καὶ χωλὸς ἦν, οὐκ ἀπεβάλετο.

399. εὐχάριστος ὁ καὶ τῆς ἀπούσης εὐεργέτιδος μνημονεύων. μᾶλλον δὲ ἦθος ἐμφαίνει ἐπαναληφθὲν τὸ ταύτης ὄνομα.

185

ἀψορρόου] ταχυρρόου, ἐπειδὴ Ὠκεανός· ἢ παλιρρόου διὰ τὸ κύκλῳ περιθεῖν τὴν γῆν.

400. πολλά] οὐκ ἀναστρεπτέον τὴν παρά, ἐπεὶ πᾶσα πρόθεσις συναληλιμμένη καὶ μὴ ἔχουσα ἀνάπαυσιν οὐκ ἀναστρέφεται. σεση- μείωται τὸ “στεῦτο γὰρ Ἡφαίστοιο πάῤ οἰσέμεν” (191).

δαίδαλα] μικρὰ τορεύματα· οἰκεῖα δὲ ταῦτα καὶ τῇ ἡλικίᾳ τοῦ δημιουργοῦ καὶ ταῖς ὑποδεξαμέναις αὐτὸν θεαῖς.

401. κάλυκας] ἐμφερῆ ῥόδοις ἐνώτια· οἱ δὲ δακτυλίους· οἱ δὲ χρυσᾶς σύριγγας τοὺς πλοκάμους περιεχούσας φασίν.

403. *μορμύρων] ἀναβράσσων, ἢ θηριούμενος, παρὰ τὴν μορμώ. οὐδέ τις ἄλλος] δεῖγμα χρηστότητος· οὐ γὰρ μόνον ἔλαβον καὶ ἔτρεφον, ἀλλὰ καὶ ἐν ἀρρήτῳ φυλακῇ, ἵνα μὴ λάθοι ἐπιβουλευθεὶς ὑπὸ Κρόνου.

407. ζωάγρια] χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι διʼ αὐτῆς.

409. ὅπλα] τὰ πρός τι εὔθετα καὶ συνεργοῦντα τῷ τεχνίτῃ.