Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

470. κεκράτηκεν ἀρρήτου πράγματος, ὅτι ὅτε Ἥφαιστος ἔσπευ- δε, καὶ αὐταὶ ἠπείγοντο καὶ τεχνικῶς ἐφύσων. καὶ τὸ παντοίην δὲ τοιοῦτόν ἐστιν, οἷον ὁτὲ μὲν ἐπῃρμένην, ποτὲ δὲ σύμμετρον.

474. ἀτειρέα] τῶν γὰρ ἄλλων χωνευομένων αὐτὸς ἐλαυνόμενος πολὺν εἰς τὸ δημιουργηθῆναι τῷ τεχνίτῃ παρέχει κόπον. κοινὸν δὲ καὶ ἐπὶ τοῦ κασσιτέρου τὸ ἀτειρέα.

477. δαιμονίως τὸν πλάστην αὐτὸς διέπλασεν, ὥσπερ ἐπὶ σκηνῆς ἐκκυκλήσας καὶ δείξας ἡμῖν ἐν φανερῷ τὸ ἐργαστήριον. μεγάλην δὲ καὶ σφῦραν ἔλαβεν· οὔπω γὰρ τοῦ λεπτουργεῖν καιρὸς, ἀλλὰ πρῶτον ἐξελάσαι τὴν ὕλην.

[*](6. ἐκ πυρὸς Heracl.] ἔκπυρος 9. περιπεπτηυῖαι ex Achille Ta- 7. μαῦραν] Corrupte. μοῖραν tio] περιπεπηγυῖαι Heracliti codex optimus. V. Meh. 10. βριμαλέαι] κρυμαλέαι Heracl. ler. p. 168. 11. ἐπεὶ Heracl.] ἐπὶ δὲ)
192

*πυράγρην] τὸν χαλκευτικὸν καρκίνον, τὸν ὀξύλαβον, παρὰ τὸ πῦρ ἀγρεύειν.

479. * ἄντυγα] τὸν ἔξωθεν τῆς ἀσπίδος κύκλον.

480. τρίπλακα] τρίπτυχον. μαρμαρέην δὲ διὰ τὸν ἐπικεχυμέ- νον αὐτῇ τέχνῃ τὸν Ὠκεανόν.

481. πτύχες] τὰ ἐλάσματα τῆς ἀσπίδος.

484. τινὲς τήν ποτε πλήθουσαν, ὡς “ἠΰκομος Νιόβη” (Il. 24, 602). οἱ δὲ φυσικοὶ ἀεί φασι τὸ ἡμισφαίριον αὐτῆς, εἰ καὶ μὴ φαίνεται ἡμῖν, πλήθειν. οἱ δὲ τὴν πληρωτικὴν σωμάτων κογχυλίων τε καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης καὶ τῶν ἄλλων.

*εἴρηται δὲ σελήνη παρὰ τὸ σέλας νέον.

485. * τείρεα] παρὰ τὸ τερατώδη καὶ σημεῖα ταῦτα εἶναι.

488. εἰκότως αὐτὸν ἐπιτηρεῖ, ὅτι καὶ τὴν αὐτὴν κίνησιν αὐτῷ ποιεῖται, ὥσπερ φησὶν ὁ Ἄρατος (226) “ὅς ῥά τε καὶ μήκιστα διω- κόμενος περὶ κύκλα οὐδὲν ἀφαυρότερον τροχάει κυνοσουρίδος ἄρκτου.” οὐκ ὀνομάζει δὲ τὴν ἄλλην, ἐπειδὴ τῶν ἐμφανεστέρων μέμνηται.

489. τὸ οἴη οὐκ ἔχει τὴν σύγκρισιν πρὸς ἅπαντα τὰ ζῴδια, ἀλλὰ πρὸς μόνα τὰ τῇ ἀσπίδι ἐντετυπωμένα· εἰσὶ γὰρ καὶ ἄλλα μὴ δύνοντα.

*ἀνιστόρητόν ἐστι τοῦτο· κατηγοροῦσι μὲν γὰρ κατὰ τὸν περὶ τῆς ἄρκτου λόγον φάσκοντος “οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.” καθόλου γὰρ πάντα τὰ ἐν τῷ ἀρκτικῷ μὴ δύνειν. λύοιτο δʼ ἂν ἐκ τῆς ἀναφορᾶς τῶν πρὸς ἃ εἴρηται διὰ τῆς λέξεως· εἰρημένου γὰρ “Πληϊάδας θ᾿—Ὠρίωνα δοκεύει” (486—488), τὸ “οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο” πρὸς ταῦτα τὰ ῥηθέντα ἄστρα καὶ τὰ συγκαταλεχθέντα ἔχει τὴν ἀναφοράν. κἂν διαιρῆται δὲ, εἶτα ἡ δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο, κατὰ λέξιν ἡ λύσις ὑπάρχει. ἀπρεπὲς δὲ δοκεῖ τὸ τῶν περὶ θεοὺς τὰ πλεῖστα παῤ Ὁμήρῳ λελέχθαι, ὧν ἡ λύσις κατὰ τὸ πλεῖστον ἀπὸ ἔθους λαμβάνεται· ἐξ ἔθους γάρ τινος τοῖς ποιηταῖς παρακεχώρηται καὶ τοῖς ζωγράφοις καὶ τοῖς πλάσταις ἀνθρωποπαθείας τῶν θεῶν διατυποῦν καὶ μάχας αὐτῶν πρὸς ἀλλήλους καὶ θητείας καὶ ἀλλοιώσεις διαμυθολογεῖν.

490. ἐν δὲ δύω] ἐπὶ τὰ ἐπίγεια φέρεται. διοικουμένου δὲ τοῦ βίου πολέμῳ καὶ εἰρήνῃ, τὰ ἐν ἀμφοτέροις τοῖς καιροῖς συμβαίνοντα πρὸς ἐκλογὴν τοῦ ἀμείνονος παραβέβληται. ἐπειδὴ δὲ ἡ μὲν Ἰλιὰς ὄψιν εἶχε πολέμου, ἀμνημόνευτος δὲ ἦν ἡ εἰρήνη, τοῦ πολέμου πρὸς [*](1. τὸ πῦρ] *τὸ τὰ ἐκ τοῦ πυρὸς)

193
ὀλίγον ἐμνήσθη, τὸ δὲ περὶ τῶν εἰρηνικῶν ἐμήκυνεν. ἀναγκαίως δὲ τῷ βίῳ τὰ ἐναντία δίδωσι, πόλεμον καὶ εἰρήνην, ἡδονήν τε καὶ πόνους.

492. ὕπο] μετά. Ἀθήνησι δὲ οὕτως τὰς νύμφας ἄγουσι.

493. * πολὺς δʼ ὑμέναιος ὀρώρει] τὸν ὑμέναιον ἐτυμολογοῦσι φυσικῶς, ἐπεὶ ὑμήν ἐστιν ὁ ῥηγνύμενος ἐπὶ τῇ διακορήσει τῶν παρ- θένων. οἱ δὲ, ὅτι Ὑμέναιός τις παραπλέων τὰς Ἀθήνας κατέλαβεν ἁρπαζομένας παρθένους ὑπὸ Πελασγῶν τινῶν, αἷς ἐπιφανεὶς αἴτιος γέγονε τοῦ μὴ βιασθῆναι αὐτάς. διὰ οὖν τοῦτο ὕμνον τινὰ ἔλεγον εἰς αὐτὸν, ὃν ἐκάλεσαν ὑμέναιον.

ὁ ἐπὶ ὁμονοίᾳ ᾀδόμενος· ἢ παρὰ τὸ ὁμοῦ εὐνάζειν αὐτούς.

495. Φρὺξ ὁ αὐλός. ἄρα τῆς τότε εἰρηνευσούσης Ἰλίου παρά- δειγμα ἡ πόλις· καὶ ὅτε γὰρ νυκτηγρετοῦσι Τρῶες, αὐλοῦσιν, παρὰ δὲ Ἕλλησιν οὐδαμοῦ αὐλός. οὐχ ὡς ἀποτελουμένου δὲ ἤχου τινὸς ἐν τῇ ἀσπίδι τοῦτο ἀναγράφει, ἀλλʼ οἷον τὰ εἴδωλα ὡς αὐλοῦντα καὶ κιθαρίζοντα ἦν. τὸ δὲ θαύμαζον ἀντὶ τοῦ ἐθεώρουν.

497. λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι] ἀγορὴ ὁ τόπος ἐν ᾧ ἀγείρονται. ἡδονὴν δὲ διαγράψας μέτεισιν ἐπὶ τοὺς τὰ τοιαῦτα τηροῦντας νόμους. ἔστι δὲ ἡ στάσις καταστοχαστικὴ, τοῦ μὲν λέγοντος δεδωκέναι τὴν ποινὴν, τοῦ δὲ ἀρνουμένου εἰληφέναι τὴν ποινὴν, ἣν παρέχοντες ἔφευ- γον τὸ ἔγκλημα τοῦ φόνου.

498. ποινῆς] προστίμου, ὃ καὶ ὑποφόνιον ἐκάλουν.

499. ἀποφθιμένου] ὁ μὲν διεβεβαιοῦτο λέγων δεδωκέναι τὸ ἀρκοῦν πρὸς ὅλον τὸ ἀδίκημα, ὁ δὲ ἠρνεῖτο.

501. ἄμφω δʼ ἱέσθην] ἄμφω δὲ μάρτυρα παρεῖχον τῶν λεγομένων, καὶ ἐπὶ τούτῳ ἔθεντο τὸ πέρας τῆς δίκης· ἀντὶ τοῦ ἤθελον ἄμφω ἐπὶ τῷ μάρτυρι πέρας λαβεῖν τὴν δίκην.

502. ἀμφοτέροισιν ἐπήπυον] ἐπεφώνουν ἀμφοτέρωθεν ὡς βοηθοί.

503. γέροντες] γέροντας ἀξιοῖ δικάζειν ὡς συνέσει καὶ πολυπειρίᾳ πραγμάτων προὔχοντας· τὸν δὲ τόπον αὐτῶν ἱερὸν διὰ τὸ δίκαιον, ὥστε εἰς τὸ θεῖον ἀσεβοῦσιν οἱ παρακρίνοντες καὶ οἱ ἀπειθοῦντες.