Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

317. χεῖρας] τὰς ἑαυτοῦ χεῖρας ἐπιθεὶς τοῖς στήθεσσι τοῦ ἑταίρου, ἢ τοῖς ἑαυτοῦ στήθεσσιν ἐπιθέμενος τὰς χεῖρας τοῦ ἑταίρου.

318. ἀκολούθως τῷ Ἀχιλλέως ἀξιώματι τὴν εἰκόνα παρέλαβεν, οὐκ ἄλλῳ τινὶ ζῴῳ, ἀλλὰ λέοντι παραβαλὼν, καὶ τὴν λύπην τῇ λύπῃ ὁμοιώσας· οὐδὲν γὰρ ἂν ἐμφαντικώτερον φανείη πρὸς τὸ δεῖξαι τὴν Πατρόκλου φιλίαν τῆς πρὸς τὰ τέκνα τῶν γεγεννηκότων διαθέσεως. ὅλον δὲ πρὸς ὅλον παραβέβληται· τό τε γὰρ λυπούμενον ἅμα καὶ ὀργιζόμενον διὰ τῆς παραβολῆς ἔδειξε. καὶ ἑκατέρων ἡ λύπη παρα- πλησία, ἀπολειφθέντων τῆς βοηθείας, καὶ ὁ ζητῶν τὸν ἐλαφηβόλον τῷ παρὰ Ἕκτορος δίκην λαβεῖν ἐπειγομένῳ.

322. δριμύς] ἡ μεταφορὰ ἀπὸ τῶν γευομένων μετείληπται.

324. περιπαθὲς τὸ προοίμιον· μάλιστα γὰρ οἱ ἐν ἀξίᾳ μὴ πλη- ροῦντες τὰς ὑποσχέσεις ἄχθονται.

326. περίκλυτον ἀπάξειν ἀντὶ τοῦ ἔνδοξον γενόμενον ἐκ τῆς νίκης. περιπαθὲς δὲ καὶ τοῦτο, ὅτι φησὶν τοῦ πατρὸς ἀπέσπασα Πάτροκλον, οὐκ ἂν ἐκπέμψαντος αὐτὸν εἰ μὴ διὰ τὰς ἐμὰς ὑποσχέσεις.

327. Ἴλιον ἐκπέρσαντα] ἀνατυπωσάμενος ἑαυτῷ πλείονα ἡδέα ὁ Ἀχιλλεὺς, πορθούμενον Ἴλιον καὶ ἑαυτὸν σὺν τῷ φίλῳ ἀπονο- στοῦντα καὶ ἀποδιδόντα Μενοιτίῳ τὸν Πάτροκλον, οὐκ ἐπὶ τῷ θανάτῳ μόνον ἀποδύρεται, ἀλλʼ ἐπὶ πᾶσι λυπεῖται τοῖς ἀπὸ τῆς ἐλπίδος προσδοκηθεῖσιν. δῆλον δὲ ὡς οὐδὲν αὐτῷ ἐν Φθία περὶ

180
τῆς εἱμαρμένης ἡ Θέτις εἶπεν· οὐκ ἂν γὰρ ταῦτα ὑπισχνεῖτο, ἀλλʼ οὐδʼ αὐτὸς ἐξῆλθεν.

329. *ἐρεῦσαι] φοινῖξαι, ἐκ τοῦ ἐρεύθω τὸ βάπτω, ἐξ οὗ καὶ ἐρυθρός καὶ Ἐρυθραῖον πέλαγος. ἐκλήθη δὲ Ἐρυθραῖον ἀπὸ Ἐρυθροῦ τινὸς βασιλέως· ἀποθανόντος γὰρ αὐτοῦ ἔρριψαν αὐτὸν ἐν τῇ θαλάσσῃ, ἐπιγράψαντες τῷ αὐτοῦ τάφῳ οὕτως “ἐνθάδε τύμβος ἁλὸς παμμε- δέοντος Ἐρυθροῦ.”

331. ἱππηλάτα] ἱππικός. ἄκρως δὲ ἀντιτίθησι τῷ Μενοιτίῳ τὸν ἑαυτοῦ πατέρα, ὅτι οὐ μόνος αὐτὸς τὰ ὅμοια πείσεται τῷ φίλῳ, ἀλλὰ καὶ οἱ γονεῖς αὐτοῦ ὅμοια Μενοιτίῳ καρτερήσουσιν.

333. Πάτροκλε] περιπαθὲς καὶ ἠθικὸν τὸ πρὸς τοὺς τεθνεῶτας ὡς ζῶντας διαλέγεσθαι· καὶ ἔστι τοῦτο ἔμψυχον εἶδος τῶν λόγων.

334. οὔ σε πρὶν κτεριῶ] πῶς, φησὶν, ἄταφον ἐάσω τὸ σῶμα, τῆς τοῦ Ἕκτορος ἀναιρέσεως ἀδήλου οὕσης; ῥητέον δὲ ὅτι παρὰ τῆς μητρὸς ἐδιδάχθη ὅτι ἐγγὺς αὐτῷ φόνος ἐστί. πῶς δὲ τὰ ἑαυτοῦ ὅπλα Ἕκτορός φησιν; ἢ τοίνυν τὸ Ἕκτορος πρὸς τὸ κε- φαλήν μόνον ἐκληπτέον· ἢ ὅτι καὶ αὐτὰ τοῦ ἀφελομένου κτῆμα γέγονεν.

335. μεγαθύμου] αὔξει τὸν θάνατον τοῦ φίλου καὶ τὴν ἐπικουρίαν ἑαυτοῦ.

336. ἀποδειροτομήσω] κυρίως ἡ τῶν ἀλόγων, παρόσον ἐκεῖθεν ἐκδέρονται· καταχρηστικῶς δὲ νῦν.

341. καμόμεσθα] ἐκ παρεπομένου· οἱ γὰρ κτώμενοι κακοπα- θοῦσιν.

342. πιείρας] εὐγείους, ὡς τὸ “ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας” (Od. 9, 135). φιλοστόργως δὲ τὸν Πάτροκλον συνεργὸν ὑποφαίνει τῶν κατορθωμάτων, καὶ ἀπὸ τῶν ἑαυτῶν οἰκτίζεται εἰς τὰ κατʼ αὐτόν.

346. λοετροχόον] εἰς ὃν τὰ λοετρὰ ἐγχέονται. εἰς ταπεινῶν δὲ πραγμάτων ἀπαγγελίαν ἐμπεσὼν ἐκάλυψεν αὐτὰ τῇ συνθέσει τῶν ἐπιθέτων. τὸ δὲ τὰ μικρὰ καὶ ἄδοξα μεγαλοπρεπῶς ἐξενεγκεῖν καὶ σεμνῶς ἀπαγγεῖλαι θαυμασίας καὶ μεγίστης ἐστὶ δυνάμεως.

349. ἤνοπι] λεπτῷ καὶ καθαρῷ, ἐν ᾧ ἔστι καὶ ἐνοπτρίσασθαι· ἔστι δὲ ὡς τὸ “φαεινὴν ἀμφὶ σελήνην” (Il. 8, 555).

[*](6. οὕτως Vill.] οὗτος 34. ὡς τὸ addidit Bekkerus.)
181

351. συλληπτικῶς καὶ τὴν Εὐφόρβου ὠτειλήν φησι. καλῶς δὲ ὠτειλὰς εἶπε· πλείονες γὰρ ἦσαν, καὶ ὅτι Ἕκτωρ αὐτὸν οὐτάσας ἀναιρεῖ.

ἐννεώροιο] νέου. ξηραντικῷ δὲ ἐλαίῳ χρῆται, ὃ φυλάσσει τοὺς νεκροὺς, ὡς τὸ κέδρινον.

352. ἑανῷ] οὐ λαμπρῷ· ἐπάγει γὰρ “καθύπερθε δὲ φάρει λευκῷ.” ἔστιν οὖν λεπτῷ, ὡς “ἑανοῦ κασσιτέροιο” (613) τοῦ εἰς λεπτὸν ἐλαθέντος. οἱ δὲ ἑανῷ τῷ ἐνδυτικῷ. οἱ δὲ ἐξ ἀντιφράσεως τῷ ποικίλῳ.

356. Ζεὺς δʼ Ἥρην] Ζηνοδώρῳ τῷ συγγράψαντι περὶ τῆς Ὁμήρου συνηθείας τὰ δέκα βιβλία συγγέγραπται καὶ περὶ τούτου τοῦ τόπου· ἐν ᾧ συγγράμματι πειρᾶται ἀποδεικνύναι διεσκευασμένον τοῦτον τὸν τόπον, ἐπῶν ιγ΄. πρῶτον γάρ φησι τὰς εἰσαγομένας τῶν θεῶν ὁμιλίας οὐκ ἐκτὸς τῆς ὑποθέσεως παραλαμβάνεσθαι, ἀλλʼ ἢ ὑπὲρ διδαχῆς τινὸς τῶν εἰς τὴν Ἰλιάδα συντελούντων ἢ καὶ ὑπὲρ ἐπιδείξεως ἱστορίας παλαιᾶς, οἷον τὴν Διώνην πρὸς Ἀφροδίτην λέγουσαν “τέτλαθι τέκνον ἐμόν· πολλοὶ γὰρ δὴ τλῆμεν· τλῆ μὲν Ἄρης” (Il. 5, 382)· ἱστορίαν γὰρ παλαιὰν ἐκτίθεται. τὴν δὲ Ἥρας πρὸς Δία ἐπικερτόμησιν· “Ζεῦ πάτερ, ἦ ῥά τί μοι κεχολώσεαι ὅττι κεν εἴπω; ἦ μάλα δή τινα Κύπρις (ib. 421)· διδάσκει γὰρ ὅτι ὑπὸ Ἀφροδίτης ἠπατήθη Ἑλένη. καὶ τὰς ἄλλας δὲ ὁμιλίας τῶν θεῶν οὐκ εἰκῆ φησὶ παραλαμβάνεσθαι. ταύτην δὲ οὔτε ἱστορίαν φησὶ λέγειν, οὔτε τοῖς ὑποκειμένοις πράγμασι πλέον τι προστιθέναι. ἔπειτα μέλλοντα τὸν Ὅμηρον διατίθεσθαι τὰ περὶ Ἡφαίστου πρὸς Θέτιν, οὐκ ἂν πρὸ αὐτῆς ἄλλην διάλεξιν θεῶν παραλαβεῖν, ποικίλλειν ἀεὶ εἰωθότα τὴν ποίησιν, καὶ ἀπὸ μὲν τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεῖα, ἀπὸ δὲ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα μεταβάλλειν. εἶτα ἀνόητον τὸ λέγειν “ἔπρηξας καὶ ἔπειτα,” ὡς ἐκ πείσματος παρηκολουθηκότος τοῦ γενομένου· οὐδὲ γὰρ ῥητῶς δεδήλωκεν ὁ ποιητὴς ὅτι ταῦτα ὕστερον ἔμαθεν ὁ Ζεὺς, ὡς ἐν τῇ A (522) “ἀλλὰ σὺ μὲν αὖτις [*](10. Huic scholio Πορφυρίου 21. ὑπὸ Bekkerus] ἀπὸ nomen temere praescripserunt Vil. 23. ὑποκειμένοις Bekkerus] ἀπο- loisonus et Bekkerus. κειμένοις. προκειμένοις Valck. Ζηνοδώρῳ] *Ζηνοδότῳ, sed infra 24. περὶ Vill.] παρὰ recte Ζηνοδώρου. 25. παραλαβεῖν Bekkerus] λα- 18. Ἥρας] Ἀθηνῶς Valcken. βεῖν Dissert. p. 140. 30. A] ἄλφαι (sic) 19. Ζεῦ] ζεὺς)

182
ἀπόστιχε” καὶ (ib. 536) “οὐδέ μιν Ἥρη ἠγνοίησεν.” εἶτά φησιν ὅτι ἄλογον τῇ μὲν Ἥρᾳ χαλεπαίνειν αὐτὸν ἐπὶ τῇ τῆς Ἴριδος ἀποστολῇ, τῇ δὲ Ἀθηνᾶ μηδὲ κατὰ βραχὺ, τῇ καὶ συμπραξάσῃ Ἀχιλλεῖ καὶ τὸ πῦρ δειξάσῃ πρὸς κατάπληξιν τῶν πολεμίων, ὁπότε ἔμπροσθεν (Il. 8, 406) τῇ μὲν Ἥρᾳ συγγινώσκειν φησὶ τὸν Δία, τῇ δὲ Ἀθηνᾷ χαλεπαίνειν πλέον. καὶ ὅτι πολλὴ ἡ ἀλογία φαίνεται, εἰ παρὰ καιρὸν ἡλίου δύναντος ὑπὸ Ἥρας (241) οὐδὲν περὶ τούτου ἐγκαλεῖ ὁ Ζεὺς, παρεγχειρουμένης τῆς τοῦ κόσμου τάξεως. πῶς τε οὐκ ἐναντίον φάσκειν περὶ Διὸς (Il. 17, 268) “μίσησε δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι,” νῦν δὲ ἐπὶ τῇ σωτηρίᾳ αὐτοῦ ἀγανακτεῖν; οὐδὲν γὰρ ἄλλο πέπρακται ἐκ τῆς Ἀχιλλέως ἀναστά- σεως ἢ τὸ μηδὲν παθεῖν. πῶς τε τὴν ἀπὸ Ἴδης μετάβασιν τοῦ Διὸς οὐ δεδήλωκεν; ἀλλὰ τοῦτο μὲν συγχωρητέον κατὰ τὸ σιωπώμενον γεγενῆσθαι· τὰ δὲ ἄλλα σαθρά ἐστι καὶ ὕποπτα. ἥ γε μὴν ἀπο- λογία τῆς Ἥρας καὶ ἀνοήτως ἔχει· δέον γὰρ προβαλέσθαι ὅτι κακὸν οὐδὲν εἰργάσατο τοὺς Τρῶας σώσασα Πάτροκλον, ὅπερ καὶ τῷ Διὶ ἐκεχάριστο, ἡ δέ φησιν ὅτι “οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥέξαι.” οὐδὲν γὰρ ἄλλο πράττει νῦν ἢ συκοφαντεῖ ἑαυτήν. ταῦτα ὡς ἐν κεφαλαίοις ὑπὸ Ζηνοδώρου συγγέγραπται. ἀφαιρου- μένων δὲ τῶν ιγ΄ στίχων τὸ λοιπὸν ἁρμονίαν ἔχει.

357. περισσὸς ὁ καί· τὸ δὲ ἔπειτα ἀντὶ τοῦ παραυτίκα νῦν. ἠθικῶς δὲ διαλέγεται ὡς ἐπιμεινάσης αὐτῆς τῇ ἐξ ἀρχῆς βουλῇ. ἐμψύχως δὲ τὴν ὑπερβολὴν ἔδειξε τῆς φιλίας.