Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

233. βρίσαντες] συνασπίσαντες, εἰς τὸ αὐτὸ πάντες ὁρμήσαντες.

234. οὐκ ἀπεικότως φησὶν αὐτοὺς ἐλπίσαι ταῦτα· πάντες γὰρ ἐλπίζουσιν. ὅρα δὲ πῶς ἀντέθηκε τῷ παντὶ πλήθει τῶν Τρώων τὸν Αἴαντα.

236. νήπιοι] ἐπεὶ ἐδεινοποίησε τὴν προθυμίαν τῶν Τρώων, διὰ τοῦτο προαναφωνεῖ τὸ ἐσόμενον εἰς εὐθυμίαν τῶν ἀκουόντων.

238. τὸ Περιπατητικὸν δόγμα οἶδεν ὁ ποιητὴς πρῶτος, ὅτι οὐδὲ αὐτὸς ὁ ἀνάρετος ἄφοβος οὐδὲ ἀπαθής· ὁ γὰρ Αἴας οὐ φεύγει, ἀλλ᾿ ὁμολογεῖ δεδιέναι καὶ συμμαχίαν αἰτεῖ.

240. ἢ ὡς κυβερνήτης ἀγαθὸς προσκοπεῖ τὸν ἐσόμενον κλύδωνα τῆς μάχης, ἐν δὲ τοῖς πρακτέοις ἀριστεύει· ἢ τάχα τὸν ἀκροατὴν ἐγείρων ὁ πσιητὴς καὶ αὐτὸν τὸν ἰσχυρότατον ἀγωνιῶντα παρίστησιν.

242. ἡ περί ἀντὶ τῆς ὑπέρ, ἵνʼ ᾖ ὑπὲρ ἐμῆς κεφαλῆς.

[*](5. *παραβάλωμεν] παραλάβωμεν)
152

243. ἐπεὶ πολέμοιο νέφος] ἐπεὶ ὡς νέφος πολέμου ὁ Ἕκτωρ πάντα καλύπτει. ἢ ἐπεὶ ὁ Ἕκτωρ τὸ νέφος τοῦ πολέμου ἐπάγων, ὅ ἐστι τὸ πλῆθος, πάντοθεν ἡμᾶς περικαλύπτει.

245. ἀκούσῃ καὶ μὴ καταπτήξῃ τὸν πόλεμον. ἢ διὰ τὸν κτύπον τῶν ἀσπίδων καὶ τὸν θόρυβον τῶν μαχομένων· ὃ καὶ ἄμεινον.

248. ὦ φίλοι] τεθεῖσα ἐκ παραλλήλου ἡ δημηγορία αὕτη τῇ τοῦ Ἕκτορος ἤλεγξε μὲν τὸ τῶν βαρβάρων ἀνόητον, ἔδειξε δὲ τὴν Ἑλλη- νικὴν σύνεσιν. εἰς γὰρ τὸ αὐτὸ πρᾶγμα ὁ μὲν Ἕκτωρ τροφὴν ἐγκα- λέσας ὠνείδισε μᾶλλον ἢ ἐδυσώπησεν, ὁ δὲ τιμῆς αὐτοὺς ὑπομνήσας προετρέψατο.

250. δήμια] τὰ ἐκ τῶν κοινῶν καὶ δημοσίων χρημάτων χορηγού- μενα τοῖς βασιλεῦσιν.

255. Πάτροκλον] αὐτῷ τῷ ὀνόματι ἠρκέσθη πρὸς δυσώπησιν. αἰδέσθητε, φησὶ, Πάτροκλον ὑπὸ κυνῶν σπαραχθῆναι, οὐδὲν τῶν προσόντων αὐτῷ προσλαβὼν, οὐ τὸ μειλίχιον, οὐ τὸ φιλέταιρον, οὐ τὸ σωτήριον.

*μολπὴ δὲ νῦν ἡ παιδιά· οἱ γὰρ κύνες, ὁπόταν χορτασθῶσι, παίζουσι τοῖς λειψάνοις.

256. ταχὺς Αἴας] προπετὴς οὗτος καὶ ταχὺς τὴν γνώμην.

263. οὐ μόνον ῥεύματι ποταμοῦ οὐδὲ κύματι θαλάσσης εἴκασε τὸν ἦχον, ἀλλʼ ἄμφω συνέπλεξε· καὶ ἔστιν ἰδεῖν κῦμα μέγα θαλάσ- σης ἐπιφερόμενον ποταμοῦ ῥεύματι καὶ τῷ ἀνακόπτεσθαι βρυχώ- μενον, καὶ τὰς ἑκατέρωθεν τοῦ ποταμοῦ θαλασσίας ἠῖόνας ἠχούσας, ὃ ἐμιμήσατο διὰ τῆς ἐπεκτάσεως τοῦ βοόωσιν. αὕτη ἡ εἰκὼν Πλάτωνος ἔκαυσε τὰ ποιήματα· οὕτως ἐναργέστερον τοῦ ὁρωμένου τὸ ἀκουόμενον παρέστησε. δεικτικὸν δὲ καὶ τὸ ἐρευγομένης. τὸ δὲ ἔξω τὴν ἐπὶ πλεῖστον ἔκχυσιν τῆς θαλάσσης δηλοῖ. φασὶ δὲ καὶ Σόλωνα τὸν νομοθέτην, μιμησάμενον τὴν Ὁμήρου ποίησιν ἐν ἅπασιν, ἐνθάδε γενόμενον διαπορῆσαι, καὶ θαυμάσαντα κατακαῦσαι πάντα τὰ ἴδια σκέμματα, ὡς καὶ Πλάτων. τῆς γὰρ ἐπαλλήλου τῶν ὑδάτων ἐκβολῆς ἡ τοῦ βοόωσιν ἀναδίπλωσις ὁμοίαν ἀπετέλεσε συνοδίαν.

διιπετέος] ἐξ ὄμβρου συγκινουμένου. μεγαλοφυῶς δὲ οὐδένα πα- ραλαμβάνει τῶν ἀεννάων ποταμῶν (ἠρεμαιότεροι γὰρ οὗτοι), ἀλλὰ χειμάρρουν, πρός τε τὸ αὐξῆσαι τὸ μέγεθος τῆς βοῆς καὶ πρὸς τὸ [*](12. τοῖς β. B a m. sec. 32. συγκινουμένου] συγκειμένην 17. ὁπόταν] ὅτε Harl. συγκειμένου Bekkerus)

153
ἐπιδεῖξαι τὴν ἐναντίωσιν. συμπράττει δὲ τῇ φαντασίᾳ καὶ ἡ τῶν φωνῶν τραχύτης καὶ ἡ ἐπέκτασις τοῦ βοόωσιν.

*Πορφυρίου. θαυμάσειεν ἄν τις τοὺς τὸν ποταμὸν οἰηθέντας, ὃν Ὅμηρος Αἴγυπτον ποταμὸν κέκληκε, διιπετῆ εἰρῆσθαι διὰ τὸ ἀφα- νεῖς ἔχειν τὰς πηγὰς κατὰ τοὺς Αἰγυπτίους ἐν οὐρανῷ καὶ οὐρανόθεν ῥεῖν· λέγει γὰρ “οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν, πρὶν δʼ ὅταν Αἰγύπτοιο διιπετέος ποταμοῖο αὖθις ὕδωρ ἔλθῃς” (Od. 4, 475). πρῶτον μὲν γὰρ καὶ τὸν Σπερχειὸν διιπετῆ λέγει (“υἱὸν Σπερχειοῖο διιπετέος ποταμοῖο Il. 16, 174) καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ (“ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο Od. 7, 284· “ἀλλ᾿ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο” Od. 5, 441). καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει (“ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπε- τέος ποταμοῖο βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον”) τὸ παντὶ ποταμῷ καὶ τὴν ἐκβολὴν εἰς θάλασσαν ποιουμένῳ παρακολουθοῦν παρὰ τὸν ἦχον διατακτικῶς ἐμφανίζων. διιπετεῖς οὖν λέγει τοὺς ποταμοὺς τοὺς ἐκ Διὸς γεγεννημένους· τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γεννᾶσθαι χρᾶται, ὡς τὸ “ὅστις ἐπʼ ἤματι τᾷδε πέσῃ μετὰ ποσσὶ γυναικός” (Il. 19, 110). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς “Ξάνθου δινή- εντος, ὃν ἀθάνατος τέκετο Ζεύς” (Il. 14, 434). τοῦτο δὲ, ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη, “καί σφιν Διὸς ὄμ- βρος ἀέξει” (Od. 9, 111)· λόγῳ καὶ τὰς νύμφας τοῦ Διὸς θυγατέρας λέγει· “νύμφαι κρηναῖαι κοῦραι Διός” (Od. 17, 240)· ἔτι “νύμφαι ὀρεστιάδες κοῦραι Διός” (Il. 6, 420), ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὄμβρῳ τρέφεται. Ζηνόδωρος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσιν· διὰ τοῦτο καὶ γράφει διειπετῆ διὰ τῆς ει διφθόγγου.

264. ὠνοματοπεποίηται ἡ λέξις. ποτὶ ῥόον δὲ, ὅτι ἀντιπίπτει τῷ ῥεύματι τοῦ ποταμοῦ τὸ τῆς θαλάττης.

268. ἀμφὶ δʼ ἄρα σφιν] ἐπὶ τιμῇ Πατρόκλου τοῦτο φαίνεται πράττων, ὥσπερ καὶ ἐπὶ Σαρπηδόνος (Il. 16, 459) “αἱματοέσσας δὲ ψιάδας” ἀφίησι. καίτοι δὲ ὑποσχόμενος Ἕκτορι μέγα κράτος ἐγγυαλίξαι, νῦν φαίνεται κηδόμενος τοῦ Πατρόκλου· εὐσεβὴς γὰρ διʼ ὅλης τῆς ποιήσεως εὑρίσκεται.

272. μίσησεν] μισητὸν ἡγήσατο, οἷον καταβρωθῆναι αὐτὸν κυσὶν οὐκ ἠθέλησεν.

[*](3. θαυμάσειεν] θαυμα 14. καὶ] τῷ Bekk.)
154

277. ἀλλὰ νέκυν ἐρύοντο] μικροψυχίας κατηγόρημα, εἰ τῆς τῶν πολεμίων ἠμέλουν σφαγῆς, καὶ ταῦτα ἐπιθυμοῦντες, διὰ τὸ ἑλκύσαι τὸν νεκρόν.

281. συῒ εἴκελος] εὖ τὸ μὴ λέοντα παραλαβεῖν, ἀλλὰ κάπρον ζῷον φεῦγον· οὗτος γὰρ εἴωθεν ἐν ταῖς φυγαῖς στρέφεσθαι πυκνῶς καὶ ἀναιρεῖν τοὺς διώκοντας.

290. δησάμενος τελαμῶνι] ἐναργὴς καὶ καινοπρεπὴς ἡ διάθεσις· ἐπεὶ γὰρ δέδιε πλησιάζων τοῖς ἀντιπάλοις, ἕλκει τὸ σῶμα κεκρυμ- μένος. διὸ καὶ κατὰ κεφαλῆς πλήττεται.

297. παῤ αὐλόν] τινὲς, καθʼ ὃ μέρος τοῦ δόρατος τὸ ξύλον εἰσέρ- χεται, ἐπεὶ καὶ τὰς αἰγανέας δολιχαύλους φησίν (Od. 9, 156). οἱ δὲ τὸν ἄκρον ἐξακοντισμὸν τοῦ αἵματος, ὡς ἄνω που πηδήσαντος τοῦ ἐγκεφάλου. θέλει δὲ εἰπεῖν ὅτι ἐκράθη ὁ ἐγκέφαλος τῷ αἵματι· διὸ καὶ αἱματόεντα ἔφη αὐτόν.