Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

163. *λύσειαν] ἀνταποδοῖεν.

164. ὃς μέγʼ ἄριστος] ἀξιόπιστα τὰ ἐγκώμια ὑπὸ πολεμίου λεγό- μενα. τεχνικῶς δὲ μέγα δείκνυσι τὸ κατόρθωμα, μᾶλλον προτρέπων αὐτούς.

167. στήμεναι ἄντα] οὐ μόνον οὐκ ἀντιστῆναι ἠδυνήθης, φησὶν, ἀλλʼ οὐδὲ ἀντιβλέψαι.

170. οὐκ εὐπορῶν ἀπολογίας ὡς ὑβρισμένος μὲν ἀγανακτεῖ, πρὸς δὲ τὰ κατηγορηθέντα οὐδὲν ἀποκρίνεται, καὶ τὴν αἰτίαν ψεύδεται, εἰς τὸν Δία τὸ ὅλον ἀναφέρων.

181. τὸ ἑξῆς οὕτως, ἤ τινα καὶ μεμαῶτα ἀμυνέμεναι σχήσω τῆς ἀλκῆς.

186. ὄφῤ ἂν ἐγὼν] προσεδόκησεν ἄν τις αὐτὸν δυσωπηθέντα τοῖς λόγοις ὡς καὶ αὐτὸς ἐπηγγείλατο, κινηθῆναι ἐπὶ τῷ πράγματι, ὁ δὲ ἐπιλέλησται μὲν ὧν αὐτὸς εἶπεν, ἠμέλησε δὲ τῶν ὀνειδῶν, ἐπὶ δὲ τὴν ἑαυτοῦ ἐπιθυμίαν ἐξάγεται.

189. θέων δʼ ἐκίχανεν ἑταίρους] ἔπεμψε μὲν τοὺς φέροντας τὰ [*](27. οὐδὲν addidit Vill. 31. *τοῖς λόγοις] τοὺς λόγους)

150
ὅπλα, μὴ δυνηθεὶς δὲ πρὸς τὴν ἐπιθυμίαν ἀντισχεῖν μετανοεῖ καὶ σπεύδει καλλωπίσασθαι, διὰ τῶν θείων ὅπλων δόξαν καὶ φυλακὴν παρέχων ἑαυτῷ, θέλων τε τοὺς Τρῶας ἐπιρρῶσαι καὶ τοὺς Ἀχαιοὺς φοβῆσαι. ἅμα δὲ καὶ ἀποδοθῆναι θέλει τὰ ὅπλα τῷ Ἀχιλλεῖ ὁ ποιητής.

190. μετασπών] τινὲς ἐβάρυναν, οὐκ εὖ. οὐδεμία γὰρ μετοχὴ ἐν τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον, εἰ μὴ τὸ ἄκων.

197. γηράς] ἀποκοπὴ τοῦ γηράσας, ὡς τὸ ὑποφθάς ἀντὶ τοῦ ὑποφθάσας καὶ ἐπιπλώς. τινὲς δὲ ἀπὸ τοῦ γήρημι, ὡς κίχρημι. ὅθεν καὶ τὸ “γηράντεσσι τοκεῦσι” (Hesiod. O. 186)· παρατάσεως γὰρ μᾶλλόν ἐστιν ἢ συντελείας, γηρῶσι τοῖς γονεῦσι καὶ ἐν παρα- τάσει οὖσι τοῦ γηρᾶν, οὐχὶ τέλος λαβοῦσι τοῦ γήρως· ὁ γὰρ τέλος λαβὼν τέθνηκε. καὶ ἐνθάδε οὖν τὸ γηράς ἀντὶ τοῦ γηρῶν, οὐ γη- ράσας.

198. τὸν δʼ ὡς] ἐλέγξαι βουλόμενος τὴν κενοσπουδίαν Ἕκτορος οὐκ ἐκ τοῦ ἰδίου προσώπου τὸν λόγον ἐποιήσατο· ἐφαίνετο γὰρ ἂν πρὸς ἀπέχθειαν κατηγορῶν. περιθεὶς δὲ τῷ Διὶ τοὺς λόγους ἀξιοπι- στότερον τοῦ βαρβάρου κατηγόρησεν.

201. σχετλιάζων ἐπὶ τῷ ἐπάρματι τῆς εὐτυχίας διδάσκει με- τριάζειν.

207. πάθος ἐργάζεται ταῖς ἀλλοτρίαις συμφοραῖς συναλγοῦν τὸ πρόσωπον. ἡ φιλανδρία δὲ Ἀνδρομάχης δείκνυται, εἰωθυίας ὁπλίζειν Ἕκτορα. καὶ εἰ μὲν ἔμελλέ τις τῶν ἀκουόντων ἀγανακτήσειν ὅτι χρᾶται τοῖς Ἀχιλλέως ὅπλοις, μαθὼν ὅτι οὐκ ἐπὶ πολὺ ἠλέησεν ἂν τὸν Ἕκτορα.

208. νεῦσε Κρονίων] τραγῳδίαν ἔχει τὸ ἐπὶ κυρώσει μεγάλων παθῶν νεῦμα. ἐπένευσεν οὖν ἵνα νικήσῃ· τὸ γὰρ ἀποθανεῖν ἐπέπρωτο.

210. *ἥρμοσε τεύχεʼ] τὸν Δία ἀκουστέον ἁρμόσαι τὰ ὅπλα τῷ Ἕκτορι, οὐ τὰ ὅπλα συγκαθίσαι· οὐ γὰρ Ἀχιλλεῖ ὁ Ἕκτωρ ἰσο- μεγέθης.

δῦ δέ μιν Ἄρης] εἰσῆλθεν εἰς αὐτὸν ὁ Ἄρης διά τε τὴν Διός ἐπίνευσιν καὶ τῶν ὅπλων χάριν. Ἄρης δὲ πολέμου ἔρως.

211. ἐνυάλιος] φονικὸς, παρὰ τὸ ἔνω τὸ φονεύω καὶ τὸ ἅλις. ἀπὸ δὲ τοῦ ἔνω καὶ τὸ αὐθέντης συντέθειται.

215. προπαρασκευή τις τῆς μάχης ἔοικε γίνεσθαι ὑπὸ τοῦ ποιη- τοῦ· ἅμα δὲ καὶ ἀκόλουθον τῇ κενοδοξίᾳ Ἕκτορος τὸ καθʼ ἕκαστον

151
ἐνδεικνυσθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον Αχιλλεῖ. ἡδέως δὲ πάνυ καὶ ἀρχαιοπρεπῶς τῇ ἐπαλληλίᾳ τοῦ συνδέσμου ἐχρή- σατο (26—8).

220. κέκλυτε] ἐπῆρται τῇ εὐτυχίᾳ, καὶ ἄλλως ὑπὸ τοῦ Γλαύκου δεινῶς ὀνειδισθεὶς ἀνταποδίδωσι τοῖς ἐχθροῖς τὴν ὕβριν. παραβάλω- μεν δὲ Ἑλληνικὸν καὶ βάρβαρον ἦθος. ἄμφω προτρέπουσιν ἐπὶ τὴν μάχην, Ἕκτωρ καὶ Μενέλαος· ἀλλʼ ὁ μὲν οὐδὲ ῥῆμα φιλοφροσύνης εἶπεν, ὁ δὲ “ὦ φίλοι Ἀργείων ἡγήτορες” (248)· καὶ ὁ μὲν δημο- σίας τιμῆς καὶ σιτήσεως ὑπομιμνήσκει, ὁ δὲ δώρων καὶ ἐδωδῆς, φορτικὴν καὶ δουλοπρεπῆ ὀνειδίζων αὐτοῖς δόσιν, καὶ ἐκτρίβειν τὸ ὑπήκοόν φησιν, ὁμολογῶν ὅτι ἄκων καὶ μισθῷ προτρέπει· καὶ ὁμο- λογεῖ ἄχθεσθαι τοῖς λαμβάνουσι, λέγων ὅτι ἐκ τοῦ λαοῦ ὧν εὐπο- ροῦσιν αὐτοῖς ἡ εὐπορία γίνεται· ὁ δὲ καὶ Νέμεσιν προβάλλεται.

225. *κατατρύχω] ἀντὶ τοῦ καταπονῶ τοὺς Τρῶας, ἀναγκάζω παρέχειν τοῖς συμμάχοις δωρεὰς καὶ εὐωχίας.

227. ἢ ἀπολέσθω] ὡς χαλεπαίνων τῷ ἀδήλῳ τῆς τύχης, τὴν χείρω ἐλπίδα προὔθηκεν. ὅρα δὲ τὴν εὐήθειαν· ἀξιοῖ μετὰ ἀναιδείας ἀντὶ τῶν τροφῶν ὧν παρεῖχεν ἀντιδοῦναι τὰς ψυχάς.

230. εἴξῃ δέ οἱ Αἴας] ἐμφαντικῶς οὐκ εἶπε κρατήσει Αἴαντος, ἀλλ᾿ ᾧ εἴξει μόνον, ἀντὶ σύμπαντος τοῦ πλήθους παραλαβὼν αὐτὸν, καὶ εἰκότως· κατέπληξε γὰρ αὐτὸν ἐκ τοῦ μονομαχίου καὶ τοῦ λίθου τῆς βολῆς.