Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

298. αὖθι] παρὰ τῷ Πατρόκλῳ, πρίν τι δρᾶσαι, πρὶν αὐτὸν ἑλκύσαι.

300. ἐπὶ νεκρῷ] ἐναντίον τῷ ἄγχι τὸ ἐπί, εἰ μὴ ἀντὶ τῆς παρά ᾖ.

309. τὸν βάλʼ] πολλὴν ἐμφαίνει πανταχοῦ τὴν ποικιλίαν· νῦν γὰρ προεῖπε τοῦ θανάτου τὸ γεγονὸς, ἀλλαχοῦ δὲ τὸ ἐναντίον.

310. νείατον ὦμον] τὸ ἔσχατον μέρος τοῦ ὤμου, ὡς τὸ “νεαίρῃ δʼ ἐν γαστρί” (Il. 5, 539).

313. διὰ τοῦ μέσην γαστέρα τὸν ὀμφαλὸν δηλοῖ.

314. διὰ δʼ ἔντερα] παράδοξον καὶ τὸ διὰ τῆς ἐπιφανείας τοῦ σώματος προχυθῆναι ἔντερα. τὸ δὲ διὰ τοῦ θώρακος πολὺ θαυμασιώ- τερον· ἐννόησον γὰρ οἵα ἡ θεωρία.

317. ἐρύσαντο δὲ νεκρούς] πῶς μὴ καὶ Πάτροκλον εἵλκυσαν; ὅτι περὶ τοῦτον οἱ Τρῶες σπουδαιότεροι ἦσαν, τῶν δὲ ἰδίων καὶ ἠμέλουν νεκρῶν.

321. Διὸς αἶσαν] ἀντὶ τοῦ γνώμην Διός· ὀργιζομένου γὰρ Ἀχιλ- λέως τιμᾶν ἤθελε Τρῶας, ὡς διʼ Ἴριδος ὑπέσχετο.

324. κήρυκι] διὰ μέτρον συσταλτέον τὸ ρυ. τὸ δὲ Ἠπυτίδῃ τινὲς πατρωνυμικῶς· ἀλλʼ ἀπὸ τοῦ Ἠπύτης Ἠπυτάδης ὤφειλεν. ἔστιν οὖν παραγωγὸν ἀπὸ τοῦ “ἠπύτα κῆρυξ” (Il. 7, 384).

325. γήρασκε] ἡ ἡλικία καὶ ἡ φιλία ἑτοίμη πρὸς πειθώ.

[*](7. ἐναργὴς Bekkerus] ἐνεργής)
155

327. ὑπὲρ θεόν] ἀπέφυγε τὸ κοινὸν, τὸ εἰπεῖν καὶ ἐναντιουμένου θεοῦ. προτρεπτικὸς δὲ ὁ λόγος καὶ ἐλεγκτικός.

*δείκνυσι δὲ ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ ὄντες τῷ πλήθει ὀλίγοι γενναίως μάχονται, ἐλέγχων τοὺς μὴ μαχομένους καὶ πολυπληθείᾳ προὔχοντας καὶ βοηθεία θεοῦ.

328. ἴδον ἀνέρας ἄλλους] ἀξιόπιστος ὁ λόγος, κήρυκος περικεί- μενος πρόσωπον· πλάνητες γὰρ οὗτοι καὶ πολλὰ ἱστορηκότες. ἑώ- ρακα οὖν, φησὶ, καὶ τῷ πλήθει ἥττονας καὶ τὴν ἀπὸ τῶν θεῶν βοή- θειαν ἐναντίαν ἔχοντας, ἐπὶ μόνῳ δὲ κατορθοῦντας τῷ σθένει. ἐλεγ- κτικῶς δὲ ἡ παράθεσις γίνεται.

330. πλήθεΐ τε σφετέρῳ] τῷ ἰδίῳ πλήθει, οὐκ ἐπικουρικῷ. τὸ δὲ ὑπερδέα σφόδρα ἐνδεῆ, ὥστε ἔνεστι καὶ ἐπὶ τῶν λειπομένων τῷ ἀριθμῷ πλῆθος ὀνομάζειν. τὸ δὲ σχῆμα ἐκ τοῦ ἐναντίου δείκνυται, ὅτι ἕτεροι καὶ ὑπὸ θεῶν οὐ βοηθούμενοι καὶ τῷ πλήθει ὀλίγοι ὄντες γενναίως μάχονται. ἐλέγχει δὲ τούτους μὴ μαχομένους καὶ πολυ- πληθείᾳ προὔχοντας καὶ συμμαχίᾳ θεοῦ.

332. ἄσπετον] μεγάλως. ἔστι δὲ ἄσπετον, ᾧ οὐκ ἄν τις παρα- κολουθήσειε διὰ τὸ μέγεθος.

336. *ἥδε] ἀντὶ τοῦ ὧδε, τροπῇ τοῦ ω εἰς η.

339. ὕπατον μήστωρα μάχης] μέγιστον ποιητὴν καὶ τεχνίτην τῆς μάχης.

354. ἔρχατο] συνειρμένοι ἦσαν, παρὰ τὸ εἴρω τὸ συμπλέκω. διὸ ψιλώσομεν τὴν λέξιν.

358. οὔτε τινὰ προμάχεσθαι] καὶ Νέστωρ τοῦτο παραινεῖ· “μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι” (Il. 4, 303). καὶ γὰρ οὐχ ἧττον λυπεῖ τοῦ φεύγοντος ὁ προμαχῶν, διασπῶν τὴν τάξιν.

365. ἀλλήλοις καθʼ ὅμιλον ἀλεξέμεναι] στρατηγικῶς δείκνυσι πόθεν γίνεται νίκη, οὐ τὸ ἰδίᾳ λυσιτελὲς σκοποῦντος ἑκάστου, μᾶλλον δὲ τὸ τοῦ πλησίον. καὶ “ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισι” (Il. 3, 9). σωτήριον ἄρα ἐν εἰρήνῃ καὶ πολέμῳ ἡ πρὸς φίλους εὔνοια.

368. μάχης ἔπι θʼ ὅσσοι ἄριστοι] περισσὸς ὁ τέ· ἔστι δὲ οὕτως· ὅσοι γὰρ ἄριστοι ἐπὶ τὴν μάχην, περὶ τὸν Μενοιτιάδην ἕστασαν καὶ ἠέρι κατείχοντο.

[*](1. τὸ εἰπεῖν Bekkerus] τῷ εἰπεῖν)
156