Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. μισητὸν καὶ ἐπάρατον, παρὰ τὸ ἀρά. ὀξύνεται δὲ ἐπίθετον ὄν.

41. οὐκ ἔσται, φησὶν, ἡμῖν ἀπείρατος ὁ πόνος τοῦ ἀμύνεσθαι ἢ φεύγειν, ἀλλὰ δηλονότι διὰ πείρας ἐλευσόμεθα καὶ οὐ χωρὶς μάχης ἐσόμεθα, ὥστε ἢ ἀνδρίσασθαι ἢ φυγεῖν.

46. ἐπευξάμενος Διί] τοιοῦτος πανταχοῦ Μενέλαος, κἀν τῷ πρὸς Ἀλέξανδρον μονομαχίῳ.

47. θέμεθλα] τοῦ βρόγχου τὴν θέσιν, ἤτοι τὰ τοῦ λαιμοῦ τέλη.

48. βαρείῃ] τοῦ πράγματός ἐστι τὸ ἐπίθετον· βαρεῖαν γὰρ χεῖρα

145
τὴν μετὰ βίας ἐρείδουσαν τὸ δόρυ φησὶ, συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι.

49. εἰκότως διῆλθε· καὶ γὰρ ἡ τρώσασα χεὶρ βαρεῖα καὶ ὁ αὐ- χὴν ἁπαλὸς, ὥστε ἐπετήδευσε μονομάχιον ἐπιδεῖξαι δύο καλῶν. καὶ γὰρ Μενέλαος ξανθὸς, εὔμηρος, καλλίσφυρος· καὶ οὗτος δὲ χαριτόεις.

51. οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης· ἀλλʼ ἐπεὶ ἔφθη εἰπὼν (Il. 16, 795) “μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι,” παραμυθίαν εἰσφέρει τοῖς λυπουμένοις ὑπὲρ Πατρόκλου, ψευδεῖς ἀντιπαραθεὶς τρίχας ταῖς οὐ ψευδέσιν.

*Χαρίτεσσιν ὁμοῖαι] ἀπίθανον δέ ἐστιν· ἀμόρφωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰς συνε- στραμμένας καὶ οὔλας μυρσίνας, ἅς φαμεν στεφανίτιδας.

52. πλοχμοί] οἱ πεπλεγμένοι πλόκαμοι.

οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο] παρειμέναι οἱ ἄνωθεν περιε- δέδεντο. ἔστι δὲ βαρβαρικὸς ὁ κόσμος. τὰ τοιαῦτα δέ τινες καλοῦσι κάλυκας.

53. ἐλαίης] Λαπίθαι μὲν δρυσίν “αἵ τʼ ἄνεμον μίμνουσι καὶ ὑετόν” (Il. 12, 132) εἰκάζονται, Ἕκτωρ δὲ πεπτωκὼς δρυὶ κεραυ- νωθείσῃ (Il. 13, 389)· τῷ γὰρ μεγέθει ἐκείνων ἥρμοττεν ἡ τῶν τοιούτων δένδρων εἰκών. ἐνταῦθα δὲ ὡραῖον γράφων τὸν Εὔφορβον ἐλαίαν παρέλαβε, δένδρον εὐειδὲς καὶ τῷ ἀειθαλεῖ τὸ κάλλος διαφυ- λάττον. σκόπει δὲ τὰς κατὰ μέρος ἐξεργασίας. τὸ μὲν πρῶτον οὐκ ἔφη φυτοκομεῖσθαι τὸ δένδρον, ἀλλʼ ὡς ἐπὶ ζῴου ἐμψύχου τρέφεσθαι, δηλῶν τὸ ἥμερον καὶ εὐάγωγον τῆς φύσεως τοῦ φυτοῦ, καὶ μὴ αὐτο- ματίζον, ἀλλʼ ἐπιμελείᾳ γεωργῶν αὐξόμενον ἐν τόπῳ ἐρήμῳ φυτῶν, ἵνα μὴ ἐμποδίζηται τῇ ἐκφύσει τῶν πλησίον ῥιζῶν. συνεργεῖ δὲ αὐ- τῷ καὶ τὸ ὕδωρ πρὸς αὔξησιν, καὶ τὰ λοιπὰ δὲ ἔσται τὰ τῆς ψυχῆς καὶ τῶν ἔξωθεν. παρείληφε δὲ καὶ τοὺς παντοίους ἀνέμους, ἵνα εὔ- τονον γινόμενον τὸν καρπὸν φυλάττῃ.

54. φυσικόν ἐστι τὸ κοτινοφόρους εἶναι τοὺς ὑψηλοὺς τόπους· ἀμέλει ἐκεῖ καὶ ταύτην ἵστασθαι βούλεται πρὸς τὸ μὴ ἐκκόπτεσθαι ὑπὸ τῶν ὁδοιπόρων, καὶ ὅτι σύντροφα ὄντα τὰ τοιαῦτα φυτὰ ἀλλήλων τὴν εὐφυίαν ἀφαιροῦνται.

[*](1. φησὶ] φησὶ γὰρ 14. οἱ] οἷον Vill. 10. *ἐστιν] ἐστιν παν 31. ἐκκόπτεσθαι] *κόπτεσθαι 11. *Μακεδόνες] Μυρμιδόνες)
146

ἀναβέβρυχεν] ἀναπηγάζει, ἀναβλυστάνει, ἀναδίδοται.

55. πνοιαὶ δονέουσιν] ἵν᾿ ἑδραῖον γένηται· τὰ γὰρ μὴ τοιαῦτα ἀσθενῆ εἰσὶ καὶ ἐπισκήπτοντος ἀνέμου τὸν καρπὸν ἀπόλλυσιν.

56. βρύει] νεωστὶ θάλλει. ἄνθεϊ δὲ λευκῷ τῷ κυπρισμῷ τῆς ἐλαίας· οὐ γὰρ τελεσφορεῖ τὸν καρπὸν διὰ τὸ νέον. ἀπὸ δὲ τοῦ βρύω τοῦ ἄρτι θάλλω γίνεται καὶ ἔμβρυον.

58. βόθρου τʼ ἐξέστρεψε] μετέωροι γὰρ αἱ τῆς ἐλαίας ῥίζαι· διὸ καὶ γυρόσε ἐπισκάπτουσιν αὐτάς. ἐμφαντικῶς δὲ καὶ τὴν ἔξ πρό- θεσιν παρείληφε, δεικνὺς τὴν ἐλαίαν σὺν ταῖς ῥίζαις ἀναβεβλημένην. λείοις δὲ χρησάμενος τοῖς ἔπεσι, νῦν συνεπάχυνε τῷ πάθει τὴν ἀπαγ- γελίαν. ὅρα δὲ πῶς ἐπὶ μὲν τῆς τροφῆς αὐτῆς πνοὰς ἀνέμων φησὶν, ἐπὶ δὲ τῆς πτώσεως ἄνεμον καὶ λαίλαπα.

62. ἥτις ἀρίστη] πάντα παρέλαβε, πάσῃ μὲν τῇ ἀγέλῃ τὸ πλῆ- θος τῶν Τρώων εἰκάζων, τὸν δὲ Εὔφορβον ὄντα ἄριστον τῇ ἀρίστῃ αὐτῶν. ὅτι δὲ ἄριστος, μαρτυρεῖ ὁ ποιητής· “Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε” (80). τὸν κτείναντα Μενέλαον λέοντι, τὴν ἀπραξίαν τῶν Τρωϊκῶν ἀριστέων βουκόλοις καὶ κυσὶν ἐπαμῦναι μὴ δυναμένοις.

*τὸ δὲ λαφύσσει ἀντὶ τοῦ μετὰ σκυλμοῦ καὶ σπαραγμοῦ λά- βρως ἐσθίει.

65. δῃῶν σὺν τῷ ι, καὶ περισπᾶται. ἔστι γὰρ τὸ θέμα δηϊόω.

68. * ἀγροικικῇ φωνῇ προσφωνοῦσι, παρὰ τὸ ἰού ἐπίρρημα.

76. ἀλεγεινοὶ] πολυφρόντιδες καὶ πολλοῦ λόγου δεόμενοι εἰς τὸ ἀνθρώπῳ ὑποταγῆναι. ἢ δυσχερεῖς.

86. κατʼ οὐταμένην ὠτειλήν] κατὰ τὸ ἐξ οὐτήσεως τραῦμα.

87. βῆ δὲ διὰ προμάχων] ἀναγκαίως, ἵνʼ ἐν τοσούτῳ ὁ Μενέλαος ἔχῃ καιρὸν διαλογίσασθαι· ὁ μὲν γὰρ συγκαλεῖ τοὺς ἀρίστους, ὁ δὲ σκέπτεται περὶ αὐτοῦ.

91. μοι ἐγών] εἰκότως ἐμβαθύνει τῷ λογισμῷ· μένειν μὲν γὰρ ἡ ἐκ Πατρόκλου τιμὴ καὶ ὁ ψόγος Ἑλλήνων προτρέπει, φεύγειν δὲ τὸ πλῆθος τῶν Τρώων καὶ ὁ Ζεύς. δαιμονίως δὲ ἑαυτὸν δυσωπεῖ παραμεῖναι τῷ διʼ αὐτὸν τελευτήσαντι.

τὸ ἑξῆς καταλίπω· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.