Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

92. *ὃς κεῖται ἐμῆς ἕνεκ᾿ ἐνθάδε τιμῆς] ἢ ἕνεκα τῆς ἐμῆς τιμω- ρίας, τουτέστι τοῦ ἐμὲ τιμωρῆσαι τοὺς Τρῶας.

[*](10. συνεπάχυνε] συνετράχυνε Bekkerus)
147

93. διστακτικόν ἐστι τὸ μή. προκατασκευάζει δὲ ὅπως πιθανὴ ἡ ἀναχώρησις γένηται.

98. ὁππότʼ ἀνήρ] ὅταν ἀνὴρ ἐθέλῃ παρὰ γνώμην θεοῦ μάχεσθαι ἀνδρὶ ὅν κε θεὸς τιμᾶ. δηλοῖ γὰρ καὶ τὴν παρά ἡ πρός.

*ὁπόταν, φησὶν, ἐθέλῃ τις ἀνθρώπῳ μάχεσθαι οὗ θεὸς προέστηκεν, ἐν κακοῖσι γίνεται, ὅ ἐστι, διὰ φωτὸς εὑρίσκεται δαίμονι μαχόμενος, ἀντὶ τοῦ διʼ ἀνθρώπου. ὃς γὰρ ἂν διὰ ἀνθρώπου θεῷ μάχηται, τάχα αὐτῷ μέγα πῆμα κυλίσθη.

101. ἐκ θεόφιν] θεόθεν. περισσὴ δὲ ἡ ἐξ.

102. βοὴν ἀγαθοῖο] τινὲς τὴν φωνήν· σπανίως γὰρ αὐτὸν βοὴν ἀγαθόν φησι.

104. καὶ πρὸς δαίμονά περ] θαρσήσας τῇ τοῦ Αἴαντος ἀλκῇ καὶ μείζονα προσφθέγγεται. αὔξει δὲ Αἴαντα ὡς δυνάμενον.

109. ὥστε λῖς] οὕτως γὰρ καὶ λέων ὑποχωρεῖ, μὴ διδοὺς τὰ νῶτα τοῖς διώκουσιν, ἀλλὰ κατʼ ὀλίγον ὑποβαίνων.

110. πολὺς γὰρ γίνεται θόρυβος κυνῶν ἀνδρῶν ὅπλων βοῆς, ὅπως ἀναχωρήσῃ παθὼν μὲν οὐδὲν, δρᾶσαι δὲ κωλυθείς. τὸ δὲ ἔγχεσι καὶ φωνῇ πρὸς τὸ δεύτερον ὑπήντησεν.

112. παχνοῦται] φρίσσει, ἢ λυπεῖται· τὰ γὰρ προσηνῆ καὶ καλὰ θερμὰ ἐκάλουν, ὥσπερ καὶ τὰ λυπηρὰ καὶ κακὰ ψυχρά. με σσαύ- λοιο δὲ τῆς ἐπαύλεως.

117. θαρσύνονθʼ ἑτάρους] ἔνδειξις καὶ τοῦτο τῆς Αἴαντος ἀρετῆς, εἰς μάχην προτρεπομένου οὕσπερ Ἀπόλλων φοβεῖ.

118. θεσπέσιος ὁ ἐκ θεοῦ τοῖς ἀνθρώποις ἐμπίπτων.

123. θυμὸν ὄρινε] ἐλυπήθη μὲν, οὐ συνεσχέθη δὲ τῇ ἀφωνίᾳ ὡς Ἀντίλοχος. ἐκεῖνος γὰρ καὶ ἀφωνεῖ.

125. Πάτροκλον] ἀντὶ τοῦ Πατρόκλου Ἀττικῶς κατεχρήσατο. πῶς δὲ Ἀπόλλωνος σκυλεύσαντος περὶ Ἕκτορός φησιν; ἢ τάχα περὶ μόνων τῶν κνημίδων φησίν. ἢ ὡς Ὀδυσσεύς φησι “σκοπὸν εἵλομεν” (Il. 10, 561) κατὰ συνεκδοχὴν, οὕτω καὶ Ἀπόλλωνος ἀφῃρημένου τὸν κοινωνὸν τῶν κατορθωμάτων συναριθμεῖ.

127. τὸν δὲ νέκυν] εὔλογον προκατασκενάζει τὴν εἰς τὸν Ἕκτορα αἰκίαν, λέγων ὅτι αὐτὸς ταύτην διαθεῖναι περὶ τὸν Πάτροκλον ἔσπευσεν.

[*](1. διστακτικὸν Bekkerus] διστακτόν 33. αἰκίαν Vill.] αἰτίαν)
148

131. Τρωσὶ φέρειν προτὶ ἄστυ] ἀντίθες τῷ κατὰ τὸν Μενέλαον. ὁ μὲν ἀναχωρεῖ συμμαχίαν προσκαλεσόμενος, ὁ δὲ οὐχ ἵνα ὠφελήσῃ τοὺς φίλους, ἀλλʼ ἵνα κοσμήσηται τοῖς ὅπλοις, ὥσπερ μειράκιον ἐπὶ στολῇ αὐχοῦν.

133. ὥς τίς τε λέων] ἐπὶ μὲν τῆς προτέρας παραβολῆς (4) ἀντὶ τοῦ κυρίου τῷ τῆς μητρὸς ἐχρήσατο ὀνόματι· ἐπεὶ δὲ ἀπεμφαῖνον ἦν ἐνταῦθα κατὰ τοῦ λέοντος χρήσασθαί τινι τοιούτῳ, τῷ μὲν κυριωτέρῳ κέχρηται κατὰ τούτου, τοὺς δὲ σκύμνους αὐτοῦ τέκνα ὀνομάζει τῷ φιλοστόργῳ ὀνόματι. καλῶς δὲ καὶ νήπια ποιεῖ τὰ τέκνα· μείζων γὰρ ἡ περὶ τούτων φροντίς. φασὶ δὲ μὴ σκυμναγωγεῖν τὸν λέοντα. ἴσως οὖν τὴν θήλειάν φησιν· οὐκ οἶδε γὰρ Ὅμηρος τὸ λέαινα· διὸ φθάσας εἰπεῖν λέων ὅλα ἀρσενικῶς ἐπάγει. καὶ ἀλλαχοῦ “ἐπεί σε λέοντα γυναιξὶ Ζεὺς ἔθηκε” (Il. 21, 483). τὸ μέγεθος δὲ Αἴαντος ὑποφαίνει ἡ παραβολή.

134. νήπι᾿ ἄγοντι] φυσικὴν οἶδε τὴν τῶν τέκνων φιλοστοργίαν. καὶ ἐπὶ μὲν ὀρνίθων φησὶν “μάστακ᾿ ἐπεί κε λάβῃσιν, ἀπτῆσι νεοσ- σοῖσι προφέρεται” (Il. 9, 324)· ἐπὶ κυνῶν “ὡς δὲ λέων ἀμαλῇσι περὶ σκυλάκεσσι“(Od. 20, 14)· ἐπὶ θρεμμάτων “ὥς τις περὶ πόρτακι μήτηρ” (4)· ἐπὶ θηρίων ἀγρίων, ὡς νῦν.

135. *ἐπακτῆρες] κυνηγοί.

136. * ἐπισκύνιον λέγεται τὸ ἐπάνω τῶν ὀφθαλμῶν μέρος, ἤτοι δέρμα τὸ συνοφρύωμα τοῦ μετώπου. ὅθεν καὶ σκύζεσθαι τὸ ὀργί- ζεσθαι, διὰ τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μέρος τοῖς ὀργιζομένοις.

142. δειλίαν αὐτῷ ὀνειδίζει, ὃ μάλιστα αὐτὸν κινεῖν ἔμελλεν. ἐπεὶ δὲ δικαίως ἀγανακτεῖ, φέρει αὐτὸν ὀνειδίζοντα.