Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

162. * Πορφυρίου. ἀσαφὲς τὸ “λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ ἄκρον, ἐρευγόμενοι φόνον αἵματος.” δεῖ δὲ στίζειν μὲν [*](6. * ἐγκόπτοιντο—μέτριον] ἐκκόπ- 23. *φοινήεντα] φοινίεντα τοιντο—μέτρῳ 33. * Πορφυρίου] om.)

119
μετὰ τὸ ἄκρον, ἵνʼ ᾖ τὸ λάψοντες ἄκρον ὕδωρ· τὸ γὰρ ἐπιπολῆς ὕδωρ λάπτουσιν, ὃ ἔφη ἄκρον λάπτοντες· οὐ γὰρ ἀνασπῶσιν οὐδʼ ἐκροφοῦσιν, ἀλλὰ λάπτουσι τὸ ἄκρον. τὸ δὲ ἐρευγόμενοι φόνον αἵματος ἀντὶ τοῦ φόνου αἷμα, ὅμοιον τῷ “χασάμενος πελεμίχθη” (Il. 4, 535) ἀντὶ τοῦ πελεμιχθεὶς ἐχάσατο.

166. ῥώοντʼ] ἐρρωμένως καὶ μετὰ πολλῆς προθυμίας καὶ γενναιό- τητος περὶ αὐτὸν ἵσταντο, ἐπιθυμίαν ἔχοντες αἵματος πολεμίου, ὡς οἱ λύκοι.

167. ἵππους] τοὺς ἱππέας, ὥς φαμεν νικᾶν τὴν ἵππον τῶν πολε- μίων· ὅθεν ἀντέταξεν αὐτῷ τὸ ἀσπιδιώτας. ἢ τοὺς ἰδίους ἵππους ὀτρύνων καὶ διεγείρων.

170. πῶς, φασὶν, ἐν ἅπασιν αὔξων Ἀχιλλέα τούτῳ μειοῖ, ἀνὰ πεντήκοντα μόνον λέγων ἔχειν τὰς ναῦς; τινὲς μὲν οὖν φασὶν ὅτι οὐκ ἐν πλήθει ἡ ἀρετὴ, ἀλλʼ ἐν τοῖς περὶ αὐτὴν σεμνύνεται. Ἀρί- σταρχος δέ φησιν ὅτι διὰ τοῦ ἐπὶ κληῖσιν ἐδήλωσεν ὡς μόνοι οἱ ἐρέται ἦσαν ἀνὰ πεντήκοντα· τὸ δὲ λοιπὸν πλῆθος τῶν πολεμιστῶν οὐκ ἐμνημόνευσεν, ὅπερ ἐπιφέρονται αἱ νῆες.

172. μέγα κρατέων] τὴν κατὰ πάντων ἔχων ἐξουσίαν καὶ αὐτῶν τῶν ἀρχόντων ἄρχων· τοιοῦτοι γάρ εἰσιν οἱ πάντες εὐρυκρείοντες.

174. διιπετέος] λαμπροῦ. καὶ Εὐριπίδης (Bacch. 266) “λαμπρό- τερός τίς ἐστι καὶ διιπετέστερος.” ἐπεὶ δὲ χειμάρρους, πρόσκειται τὸ Σπερχειοῖο, ἀπὸ τοῦ σπέρχω τὸ κατεπείγω· σφοδρῶς γὰρ οἱ χειμάρροι ῥέουσιν. ἀκάμαντι δὲ, ὅτι οἱ παυόμενοι πόροι δοκοῦσιν ὥσπερ ἀποκαμόντες ἑστάναι. φασὶ δὲ Πέλωρα τὸν γίγαντα, ἐρασθέντα Πολυδώρης, ἐπιτηρῆσαι αὐτὴν πότε λούεται ἐν τῷ Σπερχειῷ· καὶ ὅτε αὐτὴν εἶδεν εἰσελθοῦσαν, καὶ αὐτὸν εἰσελθεῖν καὶ ὑποκρυβῆναι τῷ ὕδατι· εἶτα πρὸς τὸ μέσον γεγονυῖαν κρατῆσαι ὡς ἐν προφάσει δῆθεν Σπερχειοῦ, καὶ μιγῆναι αὐτῇ. ἀφʼ οὗ ὁ Μενέσθιος.

175. Πηλῆος] ἑτέρου, φασὶ, Πηλέως. εἰ γὰρ ἦν ἀδελφιδοῦς Ἀχιλλέως, πῶς οὐκ ἐμνήσθη αὐτοῦ ἢ τῆς ἀδελφῆς ἐν τῷ Ἅιδῃ περὶ τοῦ πατρὸς ἐρωτῶν καὶ τοῦ υἱοῦ; ἅμα τε οὐκ οἶδεν ὁ ποιητὴς Πηλέα ἑτέρᾳ συνελθόντα γυναικί. οἱ δὲ νεώτεροι ἀδελφιδοῦν αὐτοῦ λέγουσιν· ὅθεν καὶ τῆς πρώτης τάξεως ἡγεῖται, καὶ πολέμων ἐπι- στήμων μαρτυρεῖται, καὶ ὡς Ἀχιλλέως ἀδελφὴν γαμῶν ἀπερείσια δίδωσιν. εἰ δὲ μὴ ἐμνήσθη αὐτῆς ἢ τούτου, οὐ ξένον· περὶ γὰρ τῶν καιριωτέρων αὐτῷ ἡ φροντίς. ἄλλως τε ἐπειδὴ νόθη ἦν ἡ Πολυδώρη

120
αὐτοῦ ἀδελφὴ, τάχα οὐδὲ μνημονεύειν αὐτῆς ἐβουλήθη. ἢ ὅτι καὶ αὐτὴ ἤδη τετελευτηκυῖα ἦν.

179. ἑτέρης] ἀντὶ τοῦ τῆς δευτέρας τάξεως.

180. παρθένιος] ὁ ἐκ νομιζομένης παρθένου γεννηθείς. προειπὼν τὸ κεφάλαιον πάλιν ἐπὶ μέρους ἐξηγεῖται. χορῷ δὲ καλή οἱονεὶ καλὴ ἐν χορῷ οὖσα, καλλίχορος· ἀρετῆς γάρ ἐστι καὶ τοῦτο παρθένων. διὰ τοῦτο καὶ μετὰ μελπομένῃσιν αὐτῆς ἠράσθη.

181. κρατύς] πάντων γὰρ περιγίνεται ὁ λόγος· ὅθεν καὶ σῶκος, διὰ τὸ σωκεῖν, ὅ ἐστιν ἰσχύειν.

183. χρυσοῖς βέλεσι χρωμένης· τὸν κάλαμον γὰρ τῶν βελῶν τινὲς ἠλακάτην φασί. κελαδεινῆς δὲ διὰ τὰς ἐν θήραις ἐκβοήσεις, ἢ διὰ τὰς χορείας.

185. ἀκάκητα] πάντων ἀγαθῶν αἴτιος. καὶ οἱ μὲν θεοὶ κοινῇ δοτῆρες ἑάων, ὁ δὲ Ἑρμῆς ἰδίᾳ δώτωρ ἑάων.

195. Πηλείωνος ἑταῖρον] τὸν Πάτροκλον κατʼ ἐξοχὴν δηλοῖ.

196. γέρων ἱππήλατα] τινὲς γράφουσι γερήνιος ἱππότα Φοῖνιξ, λέγοντες ὡς καὶ Νέστωρ διὰ τὸ εἶναι γέρων οὕτως ἐκαλεῖτο. δαι- μονίως δὲ παρέλιπεν ἐπὶ τούτου τὸν πλείονα λόγον, ἐπεὶ φθάνει καὶ τὸν βίον καὶ τὸ γένος αὐτοῦ διασημήνας ἡμῖν. οὐκ ἔδει δὲ παρὰ Πηλέως λαβόντα τὴν Δολόπων ἀρχὴν διὰ τὸ γῆρας αὐτῆς ἀφαιρε- θῆναι.

200. ἀπειλάων] ἀπειλῶν συνήθως, ἢ τῶν καυχήσεων. πραότητα δὲ Ἀχιλλέως ἐμφαίνει ὁ λόγος, τότε μὲν ὑπερενεγκόντος τὰς ὕβρεις, νῦν δὲ ἀντὶ προτροπῆς αὐτὰς προβαλλομένου. οὐδὲν δὲ τῶν πρακτέων παρέλιπεν, ἀλλὰ καὶ τάσσει καὶ προτρέπει, διὰ τῶν ἰδίων λόγων αὐτοὺς ἐντρέπων. καί φησιν, μή τίς μοι ἀπειλάων λελαθέσθω, ἵνα μὴ δοκῆτε πρὸ μὲν τῶν κινδύνων εἶναι θρασεῖς, ἐν αὐτοῖς δὲ δειλοί.

202. λείπει τὸ ταῦτα λέγοντες. πάλιν δὲ οἰκείως τὴν σύνταξιν τοῦ ἐπιμεριζομένου ἀπέδωκε. τινὲς δὲ μητιάασθε, κακῶς.

203. διὰ τὸ ἄμετρον τῆς ὀργῆς. χόλος δέ ἐστι τὸ περὶ ψυχὴν πάθος, ἢ ἡ χολή.

208. ἐντέχνως χάριν αὐτοῖς δοκεῖ κατατίθεσθαι προπέμπων, καὶ τὴν ὁρμὴν ἔρωτα κέκληκε· καὶ ὡς ἐπιτυχόντας ὧν ἐπεθύμουν, ἀνδρί- ζεσθαι παρακελεύεται.

[*](13. * θεοὶ] om. 22. *ἀπειλῶν] om. 23. * ὑπερενεγκόντος] ὑπενεγκόντος)
121

211. ἄρθεν] ἡρμόσθησαν, ὡς δῆλον ἐκ τῆς παραβολῆς. οἱ δὲ ἀντὶ τοῦ ἐπήρθησαν καὶ φρονήματος ἐπληρώθησαν.

213. ὑψηλοῖο] ταῦτα γὰρ μᾶλλον καταπνεόμενα κρεῖττον οἰκοδο- μεῖται· ἀμελέστερον δὲ τὰ ταπεινά.