Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

221. χηλοῦ] παρὰ τὸ κῆλα, ὅ ἐστι ξύλα· οἱ δὲ παρὰ τὸ χῶ τὸ χωρῶ. καλεῖται δὲ παρὰ μὲν Λάκωσι κιβωτὸς, παρὰ δὲ Ἀττικοῖς λάρναξ, παρὰ δὲ Μιτυληναίοις ἀντίπηξ.

222. οὐκ ἄρα κεχώρισται Πηλέως μετὰ τὴν γένεσιν Ἀχιλλέως ἡ Θέτις, ἀλλὰ μέχρι γήρως σύνεστιν αὐτῷ. δῆλον δὲ καὶ ἐκ τοῦ “πολλάκι γὰρ σέο πατρὸς ἐνὶ μεγάρῳ” (Il. 1, 396).

224. οὔλων] εὐειλήτων διὰ μαλακότητα, ἀφʼ οὗ καὶ οὐλόθριξ.

227. Ἀρίσταρχος τὸ ὅτε διὰ τοῦ ι. οὐ γὰρ ὅτε Διὶ, καὶ τοῖς ἄλλοις ἔθυεν. καλῶς δὲ τῷ προπάτορι Διὶ ἀφώρισε μόνῳ τὴν φιά- λην.

231. μέσῳ ἕρκεϊ] ἐπεὶ ἐν μέσῳ τοῦ οἴκου ἑρκείου Διὸς βωμὸς ἵδρυται, μεσέρκειον καλοῦσι τὸν Δία. ἕρκεϊ δὲ τῷ περιφράγματι τῆς σκηνῆς.

233. * Δήμων φησὶν ὅτι τὸ τοῦ Διὸς μαντεῖον ἐν Δωδώνῃ λέβησιν ἐν κύκλῳ περιείληπται· τούτους δὲ ψαύειν ἀλλήλους καὶ κρουσθέντος τοῦ ἑνὸς ἠχεῖν ἐκ διαδοχῆς πάντας, ὡς διὰ πολλοῦ χρόνου γίνεσθαι τῆς ἠχῆς τὴν περίοδον. Ἀριστοτέλης δὲ ὡς πλάσμα διελέγχων, δύο φησὶ στύλους εἶναι, καὶ ἐπὶ μὲν τοῦ ἑτέρου λέβητα, ἐπὶ θατέρου δὲ παῖδα κρατοῦντα μάστιγα, ἧς τοὺς ἱμάντας χαλκέους ὄντας σειο- μένους ὑπʼ ἀνέμου τῷ λέβητι προσκρούειν· τὸν δὲ τυπτόμενον ἠχεῖν.

*Δωδώνη δὲ πόλις ἐν Θεσπρωτίᾳ Πελασγίᾳ, ἐν ᾗ ἵσταται δρῦς, ἐν ἡ μαντεῖον ἦν γυναικῶν προφητίδων· καὶ εἰσιόντων τῶν μαντευο- μένων ἐκινεῖτο δῆθεν ἡ δρῦς ἠχοῦσα, αἱ δὲ ἐφθέγγοντο ὅτι τάδε λέγει Ζεύς. καὶ ἀνδριὰς ἵστατο ἐν ὕψει ῥάβδον κατέχων, καὶ παῤ αὐτὸν λέβης ἵστατο· καὶ ἔπαιεν ὁ ἀνδριὰς τὸν λέβητα, ἐξ οὗ ἦχός τις ἐναρμόνιος ἀπετελεῖτο· αἱ δὲ τῶν δαιμόνων φωναὶ ἄναρθροί εἰσιν.

εἰκότως τὸν πολίτην καὶ γείτονα καὶ προπάτορα θεὸν ἐπικαλεῖται, ὡς καὶ Χρύσης τὸν Σμινθέα (Il. 1, 39) καὶ τὸν Λυκογενῆ Πάνδαρος (Il. 4, 101). ὁ δὲ Δωδωναῖος καὶ νάιος· ὑδρηλὰ γὰρ τὰ ἐκεῖ χωρία. [*](21. χῆς Bekkerus] ψυχῆς 27. γυναικῶν προφητίδων recentius pro γυναικὸς προφήτιδος.)

122
οἱ δὲ γράφουσι Βωδωναῖε· πόλις γὰρ Θεσσαλίας ἡ Βωδὼν, οὗ τιμᾶται Ζεύς. τινὲς δὲ ἀναδωδωναῖε ὑφʼ ἓν, παρὰ τὴν ἀνάδοσιν τῶν ἀγαθῶν. Δωδῶναι δὲ δύο, ἡ μὲν Θεσσαλίας, ἡ δὲ Μολοσσίας. τινὲς δὲ Δωδώνην τὴν γῆν, παρόσον πάντα δίδωσιν· δυσχείμερον δὲ, ὅτι πάγοις καὶ κρυμοῖς ὑπὸ τοῦ οὐρανοῦ συνέχεται. Πελασγικὲ δὲ, ὅτι ὑπὸ Πελασγῶν ἵδρυται τὸ περὶ Δωδώνην τέμενος. οἱ δὲ Πελαργικέ· λόφον γὰρ εἶναι λευκὸν ἐκεῖ φασὶν οὕτω καλούμενον. οἱ δὲ Πελαστικέ, οὗ πέλας ἐστὶν ὁ ἀήρ. τηλόθι δὲ ναίων, ὅτι ἄποθεν ἡμῶν ὁ αἰθήρ· Ζεὺς γάρ ἐστιν ἡ τοῦ κόσμου ψυχὴ, ἀεροειδὴς οὖσα.

234. ἀπὸ Σελλοῦ τοῦ Θετταλοῦ τοῦτο τὸ γένος, ὅθεν κατὰ δια- δοχὴν οἱ τοῦ Διὸς ἱερεῖς ἐγίνοντο.

235. οἱ φυλασσόμενοι μή τι μιαρὸν πατῆσαι. ἢ μὴ προϊόντες τοῦ ἱεροῦ, ὡς μὴ δεῖσθαι νίπτρων· οἱ δὲ ἀντὶ τοῦ ἀνιπτάμενοι ταῖς διανοίαις καὶ μετεωρολόγοι. χαμαιεῦναι δὲ οἱ χαμαὶ ὄντες καὶ τὰ πόρρω σκοποῦντες.

236. τὴν ἀπὸ τῆς μητρὸς δέησιν ἑαυτοῦ εὐχὴν νενόμικεν· ὁ γὰρ τὴν Θέτιν αὐτῷ ἀνεὶς Ἀχιλλεὺς ἦν, καὶ εἰς αὐτὸν ἄγεται ἡ εὐχή.

239. αὐτὸς μὲν γάρ] ὡς πρὸς παρόντα τὸν θεὸν, ἀγνοοῦντα δὲ, ἀνθρωπείως διαλέγεται· πάντα γὰρ οἶδεν ὁ θεός.

241. κῦδος] πρέπον Ἀχιλλεῖ δόξαν αἰτεῖσθαι πρὸ σωτηρίας· διὸ καὶ ὁ Ζεὺς διδοὺς τὸ ἕτερον τὸ μεῖζον αὐτῷ δίδωσι, φημὶ δὲ τὴν ἀνδραγαθίαν· οὐδεὶς γὰρ πάντα κατορθοῖ παρὰ θεῶν τὰ αἰτού- μενα.

244. θεράπων] φασὶν ἠκολουθηκέναι Πάτροκλον Ἀχιλλεῖ ὡς ἡνίο- χον. πῶς οὖν Ἀχιλλεῖ συναγωνίζεται ἡνίοχος ὤν; καὶ τί θαυμαστὸν ἡνιοχοῦντα καιρῷ καὶ ἀναιρεῖν; ὅπου γε καὶ Αὐτομέδων τοῦτο ποιῶν φαίνεται.

247. ἀσκηθής] ἐκ τοῦ ἀσκῶ, ὃ δηλοῖ τὸ θεραπεύω καὶ ὑγιάζω· ἡ δὲ προσθήκη τοῦ μοί τὸ φιλόστοργον ἦθος δηλοῖ.

248. τεύχεσί τε σὺν πᾶσι] ἴσον νομίζει θάνατον καὶ ἀποβολὴν ὅπλων.

255. στῆ δὲ] εἰκότως θεατὴς τῆς μάχης γίνεται, καραδοκῶν τὸ ἀποβησόμενον.

259. σφήκεσσιν ἐοικότες] παρόσον ὁμοθυμαδὸν ὁρμῶσι τῶν σκηνῶν [*](21. *πρὸ σωτηρίας] πρὸς σρἱαν)

123
καὶ θυμοῦ μεστοί· θυμικὸν γὰρ σφὴξ, καὶ μάλιστα ἐνόδιος, ἀδια- λείπτως ἐρεθιζόμενος ὑπὸ τῶν ὁδιτῶν.

260. εἰνοδίοις] παρὰ τὴν ὁδὸν ἔχουσι τὴν σφηκιάν. ἐριδμαίνωσι δὲ εἰς ἔριν ἐμβάλλωσιν· οἱ δὲ ἐρεθίζωσιν. ἔθοντες δὲ ἐξ ἔθους ἔχοντες.

261. ἀθετεῖται διὰ τὴν ταυτολογίαν· τὸ γὰρ ἀεί ταυτόν ἐστι τῷ ἔθοντες, τὸ δὲ κερτομέοντες τῷ ἐριδμαίνωσιν, τὸ δὲ ἐπὶ ὁδῷ τῷ εἰνο- δίοις. ἄλλως τε ὁ ποιητὴς κερτομίζειν ἀεί φησι τὸ διὰ λόγων ἐρεθί- ζειν, οὐκ ἔργῳ. τινὲς δὲ ὁδῷ ἔπι οἰκίʼ ἔχοντες γράφουσιν, ἐπὶ τῶν παίδων ἀκούοντες. καὶ εἰς τὸ κερτομέοντες λείπει τὸ οἱ, ἵνʼ ᾖ οἱ κερτομικοί.

263. παρά τίς τε κιών] παροδεύων τις. πλεονάζει οὖν ὁ τέ σύν- δεσμος.

267. βοὴ δʼ ἄσβεστος ὀρώρει] Ἀχαιῶν μὲν ἐπὶ τῆ χαρᾷ βοη- σάντων, Τρώων δὲ θορυβηθέντων.