Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

120. ῥίγησεν] οὐ τὸν Ἕκτορα, ἀλλὰ τὰ τῶν θεῶν ἔργα. καὶ σχεδὸν μὲν νενίκηται, ἡ δὲ νίκη οὐ τοῦ Ἕκτορος, ἀλλὰ θεῶν. κεῖρε] παρατατικῶς· τὸ γὰρ ἑξῆς ἐστὶν, ἔγνω Αἴας εἰς ἄπορον ἥκουσαν αὐτῷ τὴν μάχην, ὡς μηδὲν δύνασθαι ἔτι μηχανήσασθαι· ὁ γὰρ Ζεὺς ἐπέκειρε τὰ βουλεύματα τῶν Ἀχαιῶν.

123. μόνως ἀσβέστη ἀναγνωστέον, οὐ κατασβεστή· οὕτως γὰρ εἴωθε λέγειν “ἄσβεστος γέλως.” καὶ τὸ σχῆμα δὲ Ὁμηρικόν· ὡς τὸ ἀρίγνωτος ἀριγνώτη, ἄσβεστος ἀσβέστη. δηλοῖ δὲ τὸ δυσκα- τάσβεστος. οἱ δὲ τάχιστα σβεσθησομένη.

κέχυτο] ὡς ἐπὶ ὑγροῦ καταχεθέντος ἐμφαντικῶς τῷ ῥήματι χρῆ ται διὰ τὸ τάχος καὶ τὴν ὁρμὴν τῆς τοῦ πυρὸς διαδόσεως. ἀλλὰ γὰρ καὶ τὰ ὑπεκκαύματα καὶ ἡ καιομένη ὕλη πέφυκεν εὐδιάλυτος εἶναι διά τε τὰ ξύλα καὶ τὸ χρίσμα τῆς πίττης.

125. μηρὼ πληξάμενος] μεγίστη νῦν καὶ καιρία ἡ συμφορὰ, ὅπου γε καὶ Ἀχιλλέα εἰς τὴν τοιαύτην μετέβαλε λύπην καὶ ἀγωνίαν.

126. ἱπποκέλευθε] ἱππικώτατε, τοῖς ἵπποις εὐτρεπίζων ὁδὸν, ἢ ἐφʼ ἵππων τὴν πορείαν ποιούμενε.

127. λεύσσω δή] ἤδη πέρας οἱ λόγοι αὐτοῦ ἀπειλήφασι, καὶ μέμ- νηται αὐτῶν. διὸ καὶ μεταβάλλεται· ἠπείλει γὰρ μὴ πρὶν ἐξιέναι πρὶν ταῖς ναυσὶν ἐπελθεῖν τοὺς Τρῶας.

129. δαιμονίως ἐπισπεύδει, οὐκ ἐπιτρέπων πάντα τῷ φίλῳ, ἀλλὰ μέρος τι καὶ αὐτὸς συμβαλλόμενος, ὅπερ ἀγάπης τεκμήριον.

134. ποικίλον ἀστερόεντα] ἄστρων κεχρωματισμένον καὶ πεποι- κιλμένον μορφαῖς.

140. ἔγχος δʼ οὐχ ἕλετ᾿ οἶον] ἐχρῆν γάρ τι ἐξαίρετον εἶναι τῷ Ἀχιλλεῖ. ἄλλως τε οὐκ ἦν τέκτων Ἥφαιστος· οὐ γάρ ἐστιν ἐν οὐρανῷ ξύλα. εἰκότως οὖν ὅπερ οὐκ ἐνῆν κατασκευάσαι, τοῦτο Ἀχιλλεῖ τετήρηκε. κατέκρυψε μέντοι τὸ πλάσμα τῇ τοῦ Ἀχιλλέως ὑπεροχῇ, διʼ ἀσθένειαν οὐ δυνηθῆναι φήσας τὸν Πάτροκλον καὶ τῷ δόρατι χρῆσθαι.

*προκατεσκεύακε μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι διὰ τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστον. κατὰ γὰρ τὸν Πηλέως καὶ Θέτιδος

117
γάμον οἱ θεοὶ συναχθέντες εἰς τὸ Πήλιον ἐπʼ εὐωχίᾳ ἐκόμιζον Πηλεῖ δῶρα, Χείρων δὲ μελίαν τεμῶν εἰς δόρυ παρέσχεν. φασὶ δὲ Ἀθηνᾶν μὲν ξέσαι αὐτὸ, Ἥφαιστον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευσε καὶ μετὰ ταῦτα Ἀχιλλεύς. ἡ ἱστορία παρὰ τῷ τὰ Κύπρια πεποιηκότι.

141, 142. ἀστερίσκους ἔχουσι κακῶς· φησὶ γὰρ Ζηνόδοτος ὅτι ποῖόν τι ἦν ὡς μὴ δύνασθαι αὐτὸ αἴρειν τοὺς ἥρωας; ἔστι δὲ κατὰ συλλογισμόν ὁ ἔπαινος καὶ σύγκρισιν.

142. ἐπίστατο] ἡδύνατο. καὶ Σοφοκλῆς (fr. 969 a.) “οὐ πώποθʼ ὑμᾶς συμβαλεῖν ἐπίσταμαι.” τῇ ἐπιστήμῃ δὲ προσάπτει τὴν δύ- ναμιν.

145. ἵππους δʼ Αὐτομέδοντα] ζῶντος Πατρόκλου οὐκ ἦν Αὐτο- μέδων ἡνίοχος Ἀχιλλέως. προπαρασκευάζει δὲ νῦν ἵνα καὶ Ἀχιλλεὺς αὐτῷ χρήσηται ἡνιόχῳ.

146. παιδευτικὸν καὶ τοῦτο, ὅτι μετʼ Ἀχιλλέα εἶχεν αὐτόν· τὸ γὰρ συμμέτρους εἶναι τὰς φιλίας ἄριστον καὶ τοὺς φίλους εἰς πίστιν διεγεῖρον.

147. πιστότατος] πιστότατόν φησι τὸν παρὰ τὴν μάχην οὐκ ἐγκαταλιμπάνοντα τοὺς φίλους, οἷον ὁ ἐν πολέμῳ κοινωνεῖν θέλων τῶν κινδύνων μεγάλην πίστιν τῇ φιλίᾳ παρέχεται.

148. ὕπαγε ζυγόν] ὑπὸ ζυγὸν ἦγεν, ὑπεζεύγνυεν.

149. Ξάνθον καὶ Βαλίον] τὸν μὲν ἀπὸ τῆς χροιᾶς ὀνομάζει, τὸν δὲ ἀπὸ τοῦ πηδᾶν. ἐν δὲ τῷ καταλόγῳ περὶ αὐτῶν οὐδὲν λέγει, ὅτι μὴ ἐν πολέμῳ ἐξῄεισαν· οὐδὲ γὰρ περὶ τῶν Μυρμιδόνων· σκοπὸς γὰρ ἦν αὐτῷ τοὺς πολεμοῦντας ἐμφῆναι. νυνὶ δὲ μερικῶς πως αὐτῶν βούλεται μνημονεῦσαι, ὅτε καὶ ἐπὶ πόλεμον ἐξάγει. εἰκότως δὲ Ἁρπυίας Ποδάργης καὶ Ζεφύρου τοὺς ἵππους καλεῖ διὰ τὸ τάχος τὸ ὑπερβάλλον, ὅτι καὶ εὔψυχοι καὶ καρτερικοὶ καὶ πολύπονοι. φησὶ δὲ καὶ Ἀριστοτέλης ὅτι μόναι ὁτὲ μὲν πρὸς νότον, ὁτὲ δὲ πρὸς βορρᾶν ὡς ἐξ ἀνέμου κύουσιν.

152. παρηορίῃσιν] παρηρτημέναις σειραῖς πρὸς τὴν ζεῦξιν τοῦ περισσοῦ ἵππου. διὰ τί δὲ δεῖται παρηόρου; οἱ μὲν γὰρ ἄλλοι δεόν- τως πρὸς τὸ εἰ κάμοι ἢ τρωθείη εἷς ἀντεπεισάγεσθαι τὸν παρήορον ἀντὶ αὐτοῦ· τοῖς δὲ ἀθανάτοις ποῖον δέος τρωθῆναι ἢ καμεῖν; ἔστιν [*](1. * οἱ] om. 2. * τεμὼν] τιμῶν *συναχθέντες] δυσαναχθέντες 9. * οὐ πώποθʼ] οὔ ποθʼ)

118
οὖν εὔηθες τοὺς μὲν Ὁμηρικοὺς θεοὺς τιτρώσκεσθαι, ἵππους δὲ μή. ἄλλως τε ποικῖλαι θέλει τὴν Σαρπηδόνος μάχην καὶ οὐκ ἄπρακτον αὐτὸν ἀνελεῖν. ἄπορον δὲ πῶς Ἀχιλλεὺς τοῖς ἀθανάτοις ἵπποις θνητὸν συμπλέκειν ἀξιοῖ· τὸ γὰρ χεῖρον παρὰ πολὺ τοῖς κρείσσοσι συμπλεκόμενον αἰσχύνην φέρει. ἴσως οὖν ἁρμόσει λέγειν ὅτι τοῦτον προσέθηκεν ἐκείνοις, ἵνα ἐγκόπτοιντο ἐν τῷ δρόμῳ· μέτριον γὰρ εἶναι τὸ τάχος αὐτῶν ἐβούλετο καὶ οὐχ ὑπερβάλλον σφόδρα, ἐπεὶ καὶ τοῦτο ἄχρηστον ἐνίοτε. ἢ τάχα τὸν ἡνίοχον ἐπαινεῖ δυνάμενον ἀνα- χαιτίζειν τὴν ὁρμὴν τῶν ἀθανάτων ἵππων, ὅπως ἂν ὁ θνητὸς αὐτοῖς ἰσοδρομῇ. ἢ βούλεται ὁ ποιητὴς τὴν φύσιν ἐνδείκνυσθαι τοῦ ἥρωος, μικτὴν οὖσαν ἐκ θνητοῦ καὶ ἀθανάτου. πῶς δὲ ἀλεγεινοὶ ὄντες ἀν- δράσι Πατρόκλῳ ὑποτάσσονται; ἀλεγεινὸν οὖν ἐστὶ τὸ μετὰ τῆς δεούσης καὶ μεγίστης φροντίδος γινόμενον.

156. οἱ δέ] διὰ μακροῦ ἀπέδωκεν αὐτῷ τὸ ῥώοντο (166). κε- κορεσμένοις δὲ εἴκασε καὶ ἐπὶ ποτὸν ἐρχομένοις, ἐπεὶ πεινῶντες μὲν διασκεδάννυνται ἄλλος ἄλλοσε ἐς νομὰς, ἐς ποτὸν δὲ ἀθρόοι ἀπίασιν.

159. φοινόν] πεφοινιγμένον ἀπὸ τοῦ αἵματος. λέγει δὲ καὶ “αἵματι φοινικόεις” (Il. 23, 717) καὶ “χλαῖναν θέτο φοινικό- εσσαν” (Od. 14, 500) καὶ “ἡνία φοινικόεντα” (Il. 8, 116). καὶ “φοίνικι μιήνῃ” (Il. 4, 141) καὶ Φοίνικες, οἳ παρὰ τὴν ἐρυθρὰν θάλασσαν ᾤκουν, ἣν Φοινίκην Διονύσιος καλεῖ. καὶ τὸ φυτὸν, ὅτι ὡς ἐπὶ τὸ πολὺ φοινίκεον ποιεῖ καρπόν. καὶ “φοινήεντα δράκοντα” (Il. 12, 202) ἀπὸ τοῦ φοινός.

160. στικτέον εἰς τὸ ἴασι καὶ εἰς τὸ ἄκρον, ἵνʼ ᾖ λάψοντες ἀπὸ τῆς κρήνης τὸ ἄκρον ὕδωρ· οὐ γὰρ καθιᾶσι τὴν γλῶσσαν εἰς τὸ ὕδωρ ὡς οἱ βόες.

161. λάψοντες] πιόμενοι. Ζηνόδοτος δὲ λάψαντες, ἐμπλησθεῖ- σιν αὐτοὺς εἰκάζων, οὐ καλῶς. ὠνοματοπεποίηται δὲ ἡ λέξις ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῇ πόσει τῶν κυνῶν καὶ τῶν λύκων. ἀραιῇσιν] δασείαις, ἀσθενέσιν, ἐπιμήκεσιν. ἢ λεπταῖς. ἢ βλα- πτικαῖς.