Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

71. ἐγγύθι λαμπομένης] ἧς καὶ μακρὰν ἀπούσης οὗτοι δοκοῦσι πλησίον εἶναι διὰ τὸν φόβον.

προαναφθέγγεται τὴν παραποτάμιον μάχην· φησὶ γὰρ ὁ Σκά- μανδρος “οὐδέ τί πη δύναμαι προχέειν ῥόον, στεινόμενος νεκύεσσιν” (Il. 21, 219). ἔναυλοι δὲ τὰ ἐν ὄρεσι κοιλώματα. οἱ δὲ ἐναύλους τοὺς παρὰ τὴν τάφρον τόπους, ἔνθα ἐστρατοπέδευσαν οἱ Τρῶες. οἱ δὲ τοὺς ἀγρούς. οἱ δὲ στενὰς διώρυχας· ἔναυλος γὰρ πᾶν τὸ στενὸν καὶ βαθὺ καὶ ἐπίμηκες.

73. εἰδείη] εἰδὼς ἦν· οὐ γὰρ εἰς φιλίαν αὐτὸν προκαλεῖται. καλῶς δὲ ἔφρασε τὸ εὐνοεῖν.

[*](7 et 11. δῆλον] δη 22. *οἱ] om. 29. πη] om.)
113

74. οὐ γὰρ Τυδείδεω] πρὸς τὸ “μὴ ὄφελες λίσσεσθαι” (Il. 9, 692) ἀντιλέγει· καὶ ὅτι αὐχηματίας ὢν ἔλεγεν “εἰ καὶ ἐμὸν δόρυ μαίνεται.”

76. οὐδέπω Ἀτρείδεω ὀπὸς ἔκλυον] ὅτι στρατηγὸς ὢν οὐ θαρρεῖ προτρέπειν τὰ πλήθη. οἱ δὲ πρὸς τὸ “καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι ἔρριγʼ ἀντιβολῆσαι” (Il. 7, 113). οἱ δὲ, ὅτι πρὸ τῆς ἀριστείας ἐβόησεν· “ἠδὲ ζώννυσθαι ἄνωγεν” (Il. 11, 15).

* Πορφυρίου. διὰ τί δὲ Ἀχιλλεὺς ἐπὶ καθαιρέσει Διομήδους μέμνηται καὶ Ἀγαμέμνονος καὶ οὐδενὸς ἄλλου, λέγων “οὐ γὰρ Τυ- δείδεω Διομήδεος, οὐδέ πω Ἀτρείδεω;” ῥητέον οὖν ὅτι Ἀγαμέμνων μὲν εἰκότως ἦν ἐχθρὸς αὐτοῦ, καὶ Διομήδης δὲ διὰ λόγους ὑβριστι- κοὺς, οὓς εἰς αὐτὸν ἀπερρίφει μετὰ τὴν πρεσβείαν· λέγει γὰρ “μὴ ὄφελες λίσσεσθαι ἀμύμονα Πηλείωνα” (Il. 9, 698).

77. ἐχθρῆς ἐκ κεφαλῆς] τὸ ἦθος τοῦ ὠργισμένου ἔτι διατηρεῖ ὁ ποιητής· γενόμενος γὰρ ἐπὶ τὸ ὄνομα τοῦ Ἀγαμέμνονος, καθὸ καὶ κεκίνηται, ἐνδιατρίβει βλασφημῶν.

80. νεῶν ἀπὸ λοιγὸν ἀμύνων] οὐκ ἀφίσταται τοῦ ὀνόματος τῶν νεῶν. τοῦτο δὲ διʼ ὅλου παραγγέλλει, τὸν ἀπὸ τῶν νεῶν κίνδυνον ἀπώσασθαι μόνον, μὴ περαιτέρω δὲ προβαλεῖν ἑαυτόν. διὸ καὶ ἐπιφέρει “μὴ δὴ πυρὸς αἰθομένοιο νῆας ἐνιπρήσωσι” καὶ ἑξῆς “ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν.” διὰ γὰρ τὴν εἰς Ἀγαμέμνονα ὀργὴν οὐ βούλεται ἄλλο τι καταπράξασθαι ἢ τὰς ναῦς περισῶσαι.

83. πείθεο δʼ ὥς τοι ἐγὼ] βάσκανον ἐνταῦθα τὸ ἦθος οὐκ ἐῶντος τὸν φίλον ἀπολαμπρύνεσθαι τέλεον. ἀπρεπὲς δὲ καὶ τὸ παλλακίδος καὶ δώρων μεμνῆσθαι. ἢ τοίνυν ὡς φιλέταιρος ἐξίστησιν αὐτὸν τῶν κινδύνων, εἰδὼς ὑπὲρ μὲν τῶν νεῶν ἅπαντας αὐτῷ συγκινδυνεύσοντας, μετὰ δὲ ταῦτα οὐκέτι θελήσοντας συνακολουθεῖν διὰ τὸν κάματον. πῶς οὖν οὐκ ἐκφέρει ταῦτα πρὸς τὸν Πάτροκλον, εἴπερ οὕτω διε- νοεῖτο; ἢ τὸ μὲν ἀληθὲς εἰπὼν ᾔδει Πάτροκλον τῆς ἰδίας σωτηρίας καταφρονήσοντα· ἐφʼ ἑαυτὸν δὲ περισπάσας τὴν αἰτίαν ᾔδει Πάτρο- κλον φυλαξόμενον. ὅτι δὲ κηδεμονικῶς ταῦτα τῷ φίλῳ συμβουλεύει ἐπιμαρτυρεῖ καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς· “νήπιος, εἰ δὲ ἔπος Πη- ληϊάδαο φύλαξεν, ἡ τʼ ἂν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο” (686). ὑποφαίνει δὲ τὴν προαίρεσιν αὐτοῦ, ἐπαγαγὼν τὸ “μή τις [*](8. *Πορφυρίου] om.)

114
ἀπʼ Οὐλύμποιο θεῶν,” εὐπρεπῶς οὐ Τρῶας, ἀλλὰ τὸν Ἀπόλλωνα δεδοικώς. οὐ βασκανίας οὖν κριτέον Ἀχιλλέα, ἀλλὰ φιλεταιρίας, ὅς γέ φησιν εὐχομενος “ἤ ῥα καὶ οἶος ἐπίστηται πολεμίζειν” (243).

85. ὀρθοτονητέον τὴν οἱ· ἄρθρον γάρ ἐστι πληθυντικὸν, ἵνʼ ᾖ οἱ δὲ Ἕλληνες. ἔρωτα δὲ παλλακίδος καὶ φιλαργυρίαν ἐπιδείκνυνται οἱ στίχοι.

87. ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν] ἀπελάσας, φησὶ, μόνον τῶν νεῶν ἵεσο τῇδε, μὴ φιλοτιμότερον τῇ νίκῃ χρώμενος καὶ διώκων.

94. ἐμβήῃ] ἐμποδὼν στῇ, ἐναντίως σοι τῇ βάσει χρήσεται· ἤτοι ἐναντιωθῇ σοι εἰς πάλην.

98. μήτε τις οὖν Τρώων] τινὲς ὑπερβολικῶς φασὶν ἀντὶ τοῦ ἀπό- λοιντο οἱ ἀριστεῖς. ἢ καὶ δεόντως πεποίηται τὴν εὐχὴν, τοὺς μὲν μισῶν ὡς πολεμίους, τοὺς δὲ ὡς ὑπεριδόντας ὑβριζόμενον. ἄλλως τε καὶ αὔξει τὴν εἰς Πάτροκλον χάριν, εἰ τοὺς Ἕλληνας σώζει διʼ αὐ- τὸν, οὓς ἀπολέσθαι θέλει, ὡς οὐ κατὰ κηδεμονίαν τῶν Ἕλλήνων ἐκ- πέμπων τὴν συμμαχίαν, ἀλλὰ τῷ Πατρόκλῳ ἀντιλέγειν μὴ βουλό- μενος.

99. παροξυντέον τὸ ἐκδύμεν· ἔστι γὰρ ἀπὸ τοῦ ἐκδύμεναι ἀπα- ρεμφάτου, ἵνʼ ᾖ ὁ λόγος, ἡμῖν δὲ γένοιτο ἐκδῦναι τὸν ὄλεθρον. καὶ λείπει τὸ εἴη.

101. ὣς οἱ μέν] μέτεισιν ἐπὶ τὴν μάχην, ὅπως τὴν ναῦν ἐμπιπρα- μένην δείξας Ἀχιλλεῖ τὸν Πάτροκλον ἐξαγάγῃ. καλῶς δὲ τῇ ἐκ- λογῇ τῶν ὀνομάτων χρῆται· φυγὴν γὰρ οὐκ ὠνόμασεν, ἀλλʼ ὅτι μένειν οὐκ ἐδύνατο, καὶ τὰς πολλὰς αἰτίας ἐπάγει. θαυμάσιον δὲ τὸ κατὰ τὴν ἀπαγγελίαν ὁρῶ. φασὶ μὲν γὰρ ὅτι οἱ ποιηταὶ φαντασίαν παρέχουσι τῷ λόγῳ ἐπὶ τροπικὰ χωροῦντες, καὶ παῤ αὐτῷ Ὁμήρῳ ἐστὶ πολλὰ τοιαῦτα· ἐνταῦθα δὲ χωρὶς παραβολῆς τοιαύτης πάσης καὶ τροπικῆς ἀπαγγελίας ἐπῆρται ὁ λόγος, ἐπʼ αὐτῶν τῶν πραγμά- των γινομένης τῆς φράσεως.

πῶς πάντα ὑπισχνούμενος εἰδέναι οὐ λέγει ταῦτα; ἔλεγον ὅτι πράγματα μὲν μνημονεῦσαι ῥᾴδιον, οὐ μὴν λόγους· ἀφανίζονται γὰρ τὰ ἔπη πτερόεντα ὄντα.

104. πρὸς ἐπίτασιν ἐπλεόνασε τῷ ῥήματι, βάλλοντες λέγων καὶ βαλλομένη καὶ βάλλετο. ἀμίμητα δὲ ταῦτα καὶ γραφεῦσι καὶ πλάσταις.

[*](24. * ἐδύνατο] ἐδύναντο)
115

σὺν τῷ ν τὸ δεινήν, ὡς Ἡρωδιανός. ὅρα δὲ πῶς καὶ μὴ ψαύοντες ἀκοντίζουσι τῆς κεφαλῆς καὶ ψαύοντες τύπτουσι τὴν ἀσπίδα. ὁ δὲ ἕστηκεν ἀκίνητος τὴν προσβολήν. καὶ ἔστιν αὐτὸν παραβάλλοντας τῷ Ἕκτορι τὴν ὑπεροχὴν γνῶναι· ὁ μὲν γὰρ ὑπὸ Διομήδους τὴν κόρυθα θλίβεὶς σκοτοδινιᾷ, ὁ δὲ ὑπὸ πολλῶν βαλλόμενος ἀνέχεται.

106. ἄμεινον καὶ φάλαρα γράφειν, ὡς τῶν παλαιῶν οἱ πλείους, ἵνʼ ᾖ καὶ ἡ πήληξ ἐβάλλετο καὶ τὰ φάλαρα. ἡ πήληξ μὲν οὖν εἰς ὃ τὸν λόφον τιθέασι, φάλαρα δὲ τὰ κατὰ τὰς παρειὰς ἐπιπίπτοντα μέρη, διὰ τὸ φανὰ εἶναι καὶ λαμπρά· ὡς δὲ ὁ Θρᾷξ, ὁ ἑκατέρωθεν αὐτῆς κόσμος.

108. ἐρείδοντες] πατάσσοντες. κυρίως δὲ ἐρεῖσαι τὸ ἐκ χειρὸς πατάξαι. εὕρηται δὲ καὶ ἐπὶ βολῆς· “καὶ διὰ θώρηκος πολυδαι- δάλου ἠρήρειστο” (Il. 3, 358), ἤτοι ἥρμοστο.

112. ὡς παράδοξον μέλλων λέγειν τὴν ὑποχώρησιν Αἴαντος, τὸν ἀκροατὴν προσεκτικώτερον ποιεῖ τοῖς παρὰ Μουσῶν λόγοις. συνέτεμε δὲ τὸ προοίμιον ἐπειγόμενος τῷ καιρῷ· ἐκεῖνος μὲν γὰρ ὁ λόγος ἐδέετο τερατείας, ἐξαρίθμησιν ἔχων νεῶν καὶ ἡγεμόνων, ὁ δὲ μιᾶς νεὼς ἐμπρησμόν.

114. Ἕκτωρ Αἴαντος] πάλιν ἐπὶ τὸ κινδυνωδέστατον προήγαγε τὴν ὑπόθεσιν· παράδοξον γὰρ τὸ Αἴαντος ἐγγὺς παραστῆσαι τὸν Ἕκτορα. ἀλλʼ οὐδετέρου τρῶσιν ὑπέθετο, τοῦ μὲν διὰ τὴν ὑπεροχὴν, εἰ καὶ ὑπὸ θεοῦ νῦν καταστασιάζεται, τοῦ δὲ διὰ τὴν ἀπὸ τοῦ Διὸς βοήθειαν. ἔδει γὰρ τὸν ἕτερόν γε βλαβῆναι καὶ ἀνανδρίας κριθῆναι. διὰ μέσου οὖν ἐχώρησε, τὴν ὑποχώρησιν Αἴαντος τῷ δόρατι περιθείς. δείκνυσι δὲ ὅτι οὐδὲ θεῷ εἶξεν, εἰ μὴ ἀχρεῖον αὐτῷ τὸ δόρυ ἐγένετο.

115. καυλόν] τὸ καθιέμενον μέρος εἰς τὴν ἐπιδορατίδα. εἰ δʼ ἀπάραξε, πῶς ἐπιφέρει “τῆλε δʼ ἀπʼ αὐτοῦ αἰχμὴ χαλκείη;” ἔστιν οὖν νοεῖν περὶ τὴν ἀπαγγελίαν τάχος, καὶ ὅτι τὸ μὲν ἀπάραξε περὶ ὅλου τοῦ πραγματός φησιν, ἔπειτα τὰ κατὰ μέρος ὑποτίθησιν.

117. πῆλʼ αὕτως] ἐκράδαινε πρὸς τὸ διαγνῶναι εἰ τέλεον ἠχρή- στωται· διασείσαντος δὲ αὐτοῦ ἀπέρριπται ἡ αἰχμή. οἱ δὲ τὸ κόλον ἀντὶ τοῦ κολοβωθησόμενον. οἱ δὲ προειρῆσθαι τὸ κεφάλαιον, ἐπανειρῆσθαι δὲ ὡς γέγονεν ἕκαστον, ὡς τὸ “ὡς πολέας πέφνοντα [*](18. νεὼς] νεός hic et alibi inter- 33. *ἐπανειρῆσθαι] ἐπανῃρῆσθαι. dum. 31. * διασείσαντος] διασώσαντος ἐπανειλῆφθαι Bekkerus)

116
Μενοιτίου ἄλκιμον υἱὸν Ἕκτωρ Πριαμίδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα” (827)· καίπερ ἔτι ζῇ Πάτροκλος. οἱ δὲ τὸ τῆλε δέ, ἀντὶ τοῦ γάρ τὸν δέ.