Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

34. γλαυκὴ δέ σʼ ἔτικτε θάλασσα] διὰ τὸ σκυθρωπὸν καὶ [*](8. τοὺς Bekk.] τούτους Schmidt. Didym. p. 158. 22. αἰναρέτης] αἴνʼ ἀρετῆς M. 25. δι᾿ ἑνὸς δὲ addidit Bekkerus.)

109
δύσχρουν καὶ ἀπαραίτητον τῆς θαλάσσης, καὶ μάλιστα ἐν χειμῶσι. καὶ τοὺς ἀπηνεῖς δὲ Κύκλωπας καὶ Λαιστρυγόνας Ποσειδῶνός φασι. γλαυκὴν δὲ ἅπαξ εἰπόντος αὐτὴν Ὁμήρου, Ἡσίοδος ἀντὶ κυρίου αὐτὸ ἐξέλαβεν. ὅρα δὲ πῶς αὐτὰ τὰ δυσχερῆ δοκοῦντα πρὸς τὰς τῶν γονέων ἁρμόζουσιν οἰκήσεις· ὁ μὲν γὰρ οἰκεῖ τὸ Πήλιον ὄρος, ἡ δὲ τὴν θάλασσαν.

36. εἰ δέ τινα] ἐρεθιστικῶς ταῦτα τῷ φιλοδόξῳ φησὶ, πρὸς ὃ μάλιστα δηχθεὶς ἀπολογεῖται ὡς οὐ δέει θανάτου τὸ λιποτάξιον πεποίηται.

37. Θέτις καταναγκασθεῖσα ὑπὸ Διὸς Πηλεῖ γαμηθῆναι τὰ γεννώμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν, τὸ δὲ ἀθάνατον διαφυλάξειν. οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον Ἀχιλλέα ὁμοίως εἰς πῦρ βάλλει· θεασάμενος δὲ Πηλεὺς ἀφήρπασε τὸν παῖδα, καὶ ἐνεγκὼν εἰς τὸ Πήλιον ὄρος τρέφειν παρέδωκε Χείρωνι. ὁ δὲ λεόντων καὶ ἄρκτων μυελοῖς τρέφων ἐκάλεσεν Ἀχιλλέα· διδάξας δὲ τὴν ἰατρικὴν τέχνην καὶ λυρικὴν καὶ μουσικὴν ἀπέδωκε τῷ πατρί. ἀγανακτήσασα δὲ Θέτις καὶ καταλιποῦσα τὸν Πηλέα ἐχωρίσθη εἰς θάλασσαν. στρα- τευομένῳ δὲ Ἀχιλλεῖ ἐπὶ Ἴλιον προεῖπεν ὅτι πολεμῶν μὲν Τρωσὶ ζωὴν ὀλιγοχρόνιον κτήσεται, πλείστην δὲ τὴν δόξαν, ἀπεχόμενος δὲ τῆς μάχης ἄδοξον μὲν βίον, πολυχρόνιον δὲ διάξει. ἃ μαθὼν ὁ Ἀχιλλεὺς, δόξαν αἰώνιον ζωῆς προσκαίρου προκρίνας, ἐστράτευσεν. ἡ ἱστορία παρὰ Λυκόφρονι.

41. ἴσκοντες] ὁμοιοῦντες. οἱ δὲ νεώτεροι ἐπὶ τοῦ λέγοντος τάττουσι τὴν λέξιν. καλῶς δὲ καὶ λίαν ἐντέχνως, ὀνειδίσας δειλίαν, ἐγγὺς τέθεικε τὸ τῆς ὑπεροχῆς, εἰ καὶ μόνη φαντασία Ἀχιλλέως ἱκανὴ τρέψασθαι τοὺς πολεμίους.

43. ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο] ἡ περιλειπομένη αὐτοῖς τοῦ πολέμου ἀναπνοὴ μικρά ἐστιν· ἔτι γὰρ ὅσον καὶ ἀπολώλασι· δεῖ οὖν ταχὺ ἐπιβοηθῆσαι. ἢ καὶ οὕτως· ὀλίγον ἐστὶ δι᾿ οὗ ἀνάπνευσις πολέμου γίνεται, ἵνα κατασκευάζῃ ὅτι ἐκείνους μὲν μέγα ὠφελήσο- μεν, αὐτοὶ δὲ ὀλίγον πονήσομεν. καὶ ἔσται σύμφωνον καὶ τὸ ἐπιφε- ρόμενον, τὸ “ῥεῖα δέ κʼ ἀκμῆτες·” δεῖ γὰρ ἐπὶ τελεντῇ τοῦ λόγου καὶ ῥᾴστην τὴν βοήθειαν ἀποδεῖξαι, ἵνα καὶ διὰ τούτου προτρέψηται.

[*](8. λιποτάξιον] λειποτάξιον 12. *καταφλέξειν—διαφυλάξειν] καταφλέξαι —διαφυλ)
110

46. μέγα νήπιος] ὡς ἀνεννόητος τῶν μελλόντων. αἱ δὲ προαναφω- νήσεις αὗται τὸν ἀκροατὴν ἐπαίρουσιν, ἤδη προσδοκῶντα τὸ δεινόν.

47. λιτέσθαι] ἐχρῆν μὲν αὐτὸ προπαροξύνεσθαι· ἐνεστῶτος γάρ ἐστιν, ὡς καὶ τὸ νοητὸν ἀπαιτεῖ. ὅμως ἡ παράδοσις παροξύνει· ἐνεστῶτος γὰρ ὂν ὡς ἀορίστου παρωξύνθη. ἔχεται δὲ καὶ λόγου· τὰ γὰρ εἰς σθαι ἀπαρέμφατα τῷ ε παραληγόμενα, οὐκ ὄντα ἀπὸ τῶν εἰς μι, ἔχοντα ἐν τῇ τρίτῃ ἀπὸ τέλους τὸ ι συνεσταλμένον, μὴ ἐπιφερομένου διπλοῦ μηδὲ δύο συμφώνων, παροξύνεται, ἱκέσθαι ἰδέσθαι λιπέσθαι πιθέσθαι καὶ λιτέσθαι. λέγει δὲ ὅτι ἔμελλε πρὸς ἑαυτοῦ βλάβην παρακαλεῖν· ἤτοι ἡ παράκλησις αὐτοῦ εἰς θάνατον ἐτελεύτα. τὸ δὲ ἔμελλεν ἀντὶ τοῦ ἐῴκει· οὐ γὰρ αὖθις ἔμελλε παρακαλεῖν.

50. ἥντινα] Ἀρίσταρχος εἴ τινα, ἴνʼ ᾖ ἠθικώτερον· εἰ καὶ οἶδα, φησὶ, τινὰ μαντείαν, ἀλλʼ οὐ φροντίζω αὐτῆς. μέμνηται δὲ τῆς μαντείας ἐν ταῖς λιταῖς. σχετλιάζει οὖν πρὸς τὸ “εἰ δέ τινα φρεσὶ σῇσι” (36). πρὸς δὲ τὸν Πάτροκλον καὶ εὔλογος ἡ ἀγανάκτησις, ὅτι ὡς ἀγνοῶν τὴν αἰτίαν τῆς μήνιδος Ἀχιλλέως ταῦτα ἔφη· ὅθεν καὶ ἄνωθεν διηγεῖται τὸ γνωριμώτατον, ἐξελέγχων αὐτὸν ὅτι τὴν αἰτίαν εἰδὼς τῆς ὀργῆς ἄλλας ὑπονοίας ἐκόμιζε μὴ οὔσας ἱκα- νάς.

53. ἀμέρσαι] μέρους στερῆσαι. μέτριον δὲ τὸ μὴ φάναι κρείσ- σονα, ἀλλʼ ὅμοιον.

54. ἂψ ἀφελέσθαι] δοὺς πάλιν στερῆσαι. τὸ δὲ ὅτε ἀντὶ τοῦ ἐπεί· ἢ ἀντὶ τοῦ ὅστε, ἵνʼ ᾖ, ὁππότʼ ἀνὴρ ὅστε κράτει προβεβήκῃ, τὸν ὅμοιον ἐθέλῃσιν ἀμέρσαι. προβεβήκῃ δὲ προὔχει τῶν ἄλλων. κράτεϊ δὲ τῇ ἀρχῇ, τῇ βασιλείᾳ. ἴσως δὲ ἐκείνων μέμνηται ὧν ἔλεγε Νέστωρ· “ἀλλʼ ὅδε φέρτερός ἐστιν, ἐπεὶ πλεόνεσσιν ἀνάσ- σει” (Il. 1, 281). καὶ Ἀγαμέμνων “καί μοι ὑποστήτω ὅσσον βασιλεύτερός εἰμι” (Il. 9, 160).

56. τὸν φόβον τοῦ θανάτου ἀπωσάμενος ἐπὶ τὴν ἀργὴν μετέστησε τὴν αἰτίαν. καὶ πρὸς εἰδότα μέν φησιν, ὃς καὶ τῆς χειρὸς ἐξήγαγε τὴν παῖδα καὶ παρέδωκε τοῖς κήρυξιν, ἔστι δὲ ἤθικόν. ἔθος γὰρ τοῖς θυμουμένοις τὰ αὐτὰ πρὸς τοὺς εἰδότας διηγεῖσθαι. ἄλλως τε καὶ ἀνάγκη προσβαλεῖν τὴν αἰτίαν, ἐπεὶ ὑπερτίθεται τὴν ἔξοδον. καὶ τῷ [*](8. μηδὲ] μήτε 24. προβεβήκῃ—προβεβήκῃ] προβεβήκει—προβεβέκῃ)

111
Πατρόκλῳ δὲ μεγάλα θέλει δοκεῖν χαρίζεσθαι, ἐκδιδοὺς αὐτὸν μεθʼ ὕβριν τοσαύτην. εὗ δὲ καὶ δύο δικαιώματα προβέβληνται, ὅτι τε παρʼ Ἑλλήνων τὸ γέρας εἴληφεν, οὐ παῤ Ἀγαμέμνονος, καὶ ὅτι ἐξ ὦν ἔκαμε λαβὼν ἀφῄρηται.

58. οὔτε τὸ κρείων ἁρμόζον ἐχθρῷ παρὰ ἐχθροῦ, οὔτε τὸ ἐκ χειρῶν ἀφείλετο Ἀγαμέμνων ἀληθές· οἱ γὰρ κήρυκες παρέλαβον αὐτήν. ῥητέον δὲ ὡς τὸ μὲν πρότερον ἐν ἤθει ἀναπεφώνηται, ὥσπερ εἰ ἔλεγεν ὁ θαυμάσιος καὶ κράτιστος· τὸ δὲ δεύτερον οὐ ψεῦδος, ὅτι τὰς αἰτίας οὐ τοῖς ὑπηρέταις, ἀλλὰ τοῖς ἐπιτάττουσι λογιστέον. ἔχει δὲ καὶ ἔνδειξιν ὁ λόγος πολλὴν, καὶ αὔξει τὴν κατηγορίαν. ἐν δὲ τῇ ῥητορικῇ καὶ ἑνὸς ὀνόματος χρῆσις εὔκαιρος τὸ ὅλον ἑτερο- ποιεῖ.

59. ἀτίμητον μετανάστην] ὁ μὲν Ἀρίσταρχος γράφει μετανα- στήν, καὶ πρὸς τὴν Βρισηίδα ἀκούει· ὁ δὲ Ἡρωδιανὸς αἰτιατικὴν ἀντὶ γενικῆς φησὶν, ἵνʼ ᾖ, ὡς ἐκ χειρὸς ἀτιμήτου μετανάστου ἀφείλετο. ἐδόκουν δὲ ἀτιμότεροι εἶναι οἱ μέτοικοι ὡς διὰ μοχθηρίαν τρόπων τὰς ἰδίας ἐῶντες.

61. ἀσπερχές] ἀδιαλείπτως, ἄγαν ἐπιτεταμένως, ἀμεταβλητί.

64. τύνη δʼ] οὐ βούλεται ταχεῖαν κρίσιν ἐπαγαγεῖν τῷ πολέμῳ· διὸ κατασχὼν Ἀχιλλέα προαπόπειράν τινα διὰ Πατρόκλου ποιεῖται, ἵνα λαμπρὸν τοῦτον ἐπιδείξας λαμπρότερον μετʼ αὐτὸν ἐξαγάγῃ Ἀχιλλέα.

65. ἄρχε μάχεσθαι] πρὸς τὸ μάχεσθαι ἡγοῦ, οὐ πρὸς τὸ δεσπό- ζειν.

66. εἰ δὴ ταῦτα οὕτως ἔχει ὡς φῆς. γράφεται δὲ καὶ ἡ δή, ἵνʼ ᾖ, ἐν ᾧ τόπῳ τὸ τῶν πολεμούντων πλῆθος ἀμετακίνητόν ἐστιν, ἐκεῖ καὶ αὐτὸς ἄρχε Μυρμιδόνεσσι.

68. κεκλίαται] προσανάκεινται καὶ περικλείονται τῷ τῆς θαλάσ. σης αἰγιαλῷ. ἀεὶ δὲ ἡ κλίσις παῤ Ὁμήρῳ τὴν περιοχὴν δηλοῖ.

*Πορφυρίου. ἠγνόησαν οἱ πολλοὶ ὅτι ἡ κλίσις παῤ Ὁμήρῳ τὴν περιοχὴν σημαίνει, καὶ πάντα τὰ ἐσχηματισμένα ἀπʼ αὐτῆς ῥήματα, [*](13. μεταναστήν] Iu cod. Town- μεταναστήν vero oxvtonum acc- leiano est μετανάστην: ἐν τῆ Μασ- sativus foret adiectivi μεταναστός σαλιωτικῇ καὶ τὴν Ῥιανοῦ μεταναστεῖν, quod mirum est si probaverit Ari- καὶ ἀκούουσι τὴν Βρισηΐδα. Hoc cor- starchus. ruptum est ex μετανάστιν, quod 17. ἐῶντες] καταλιπόντες Townnl. restituit Lobeckius Paralip. p. 433. 20. * προαπόπειραν] προανάπειραν)

112
οἷον “οἱ δὲ ῥηγμῖνι θαλάσσης κεκλίαται, χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες.” λέγει γὰρ ὅτι περιεχόμενοι ὑπὸ τῶν Τρώων ἐπὶ ῥηγμῖνι θαλάσσης συνηλάθησαν. οὕτω λύσεις καὶ τὸ “ὣς οἱ μὲν—ὤμοισι κλίναντες” (Il. 22, 1—4)· λέγει γὰρ περιεχόμενοι τῷ τείχει οἱ Τρῶες, οἱ δʼ Ἀχαιοὶ τὰ σάκη περιέχοντες τοῖς ὤμοις. καὶ τὸ “εὗρεν ἔπειτα μάχης ἐπʼ ἀριστερὰ θοῦρον Ἄρηα ἥμενον, ἠέρι δʼ ἔγχος ἐκέκλιτο καὶ ταχέʼ ἵππω” (Il. 5, 355), δῆλον περιέχεται. καὶ περὶ τοῦ “κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο” (Od. 13, 235), κεῖται περιεχομένη. πάλιν ὡσαύτως καὶ τὸ “ὅς ῥ᾿ ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλὼς, λίμνῃ κεκλιμένος” (Il. 5, 708), δῆλον περιεχόμενος. καὶ τὸ “οἳ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι” (Il. 3, 134) ἀντὶ τοῦ περιεχόμενοι ὑπὸ τῶν ἀσπίδων. γέγονε δὲ ἀπὸ τοῦ κλείω· τὸ γὰρ ἀποκλεισθὲν περιέχεται· “οὐδὲ πύλῃσιν εὗρεν ἐπικεκλιμένας σανίδας” (Il. 12, 120). τὸ δʼ αὐτὸ παρίστησι καὶ τὸ “ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα” (Il. 15, 739), ἀντὶ τοῦ ὑπὸ τοῦ πόντου περιεχόμενοι.

69. * Τρώων δὲ πόλις] πόλις διχῶς λέγεται, ἥ τε κατασκευὴ τῶν οἰκημάτων καὶ τὸ κατοικοῦν πλῆθος.

διὰ τοῦ πόλις τοὺς πολίτας παρέστησεν, ἀπὸ τοῦ περιέχοντος τὸ ἐντὸς δηλῶν.

70. λεύσουσι] ἡ πόλις ἢ οἱ Τρῶες. οὐκ ἐξέκλινον δὲ οἱ παλαιοὶ τὸ αὐτοέπαινον. μεγαλοφυῶς δὲ φθέγγεται· οὐ γὰρ ἔφη ὅτι δεδοί- κασι μαχόμενον, ἀλλʼ ὡς μηδὲ τὴν αὐγὴν τῶν ὅπλων αὐτοῦ ὑφιστα- μένων τῶν βαρβάρων.