Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

780. ὑπὲρ αἶσαν] ὑπὲρ βίαν, ἢ πλέον ἢ κατὰ τὸ μέτρον, ὑπὲρ τὸ καθῆκον.

784. τρὶς μέν] τρίτον, φησὶν, ὁρμήσας τρὶς ἐννέα ἀνεῖλεν, ὅπερ ἀπίθανον. ἢ τάχα τῇ ὁρμῇ καιρὸν παρεῖχεν.

787. Πάτροκλε] ἡ ἀποστροφὴ σημαίνει τὸν συναχθόμενον. σοὶ γὰρ, φησὶν, ὦ Πάτροκλε, τῷ οὕτως ὑπʼ Ἀχιλλέως ἀγαπωμένῳ, τῷ τὸ πᾶν εἰς σωτηρίαν τῶν Ἑλλήνων πραγματευσαμένῳ, τῷ Νέστορος φιλοπόνως ἀνασχομένῳ, τῷ φιλοστόργως Εὐρύπυλον ἰασαμένῳ, τῷ [*](16. *παραβολὴ —συμπλέκεσθαι] 20. *διέξοδον] ἔξοδον παραγωγὴ—συνέρχεσθαι 26. * ἢ πλέον ἡ κατὰ τὸ] ὑπὲρ τὸ 19. *σφοδρὸς] σφοδρῶς πλέον ὑπὲρ)

140
ὑπὲρ Ἑλλήνων δακρύσαντι, τῷ τὸν σκληρῶς διακείμενον Ἀχιλλέα πείσαντι, τῷ κατὰ τῆς σεαυτοῦ ψυχῆς τὴν ἔξοδον κατορθώσαντι, βίου τέλος ὤφθη. ταῦτα πάντα ἔνεστιν ἐπαναφέροντας ἐπὶ τὴν ἀποστροφὴν τὸ ἐν αὐτῇ περιπαθὲς σκοπεῖν.

ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ.

792. καταπρηνεῖ] πλατείᾳ καὶ διατεταμένῃ.

στρεφεδίνηθεν] περιενεχθέντα ἐστράφη. ἐκ δύο δὲ ὀνομάτων τὸ αὐτὸ δηλούντων τραχεῖαν συνθεὶς τὴν προσηγορίαν τὴν βίαν τῆς πληγῆς παρίστησιν.

793. κυνέην βάλε Φοῖβος Ἀπόλλων] ἀφοπλίζει αὐτὸν, ἴσον τῇ ὁπλίσει ἀπεργαζόμενος Ἕκτορα Ἀχιλλεῖ. ἅμα δὲ καὶ διαναπαύων τὸν ἀκροατὴν ὁπλοποιίαν παρεισάγει καὶ ἐπιτερπῆ κοσμοποιίαν. οὐ θέλει δὲ μετὰ θάνατον σκυλευθῆναι Πάτροκλον· αἰσχρὸν γὰρ Ἕλ- λησιν ἦν. ἔλεον δὲ καὶ ἀνδρείαν Πατρόκλου φησὶν ὡς οὐκ ἄλλως κρατηθέντος ἢ ἐν τῇ γυμνώσει τῶν ὅπλων.

797. ἱππόκομον] ἵππου κόμην ἔχουσαν. διὸ καὶ προπαροξύνε- ται.

800. σχεδόθεν] ἐκ τοῦ σύνεγγυς χρόνου· ἢ ὡς τὸ “σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη.” τὴν ἀγανάκτησιν δὲ τῶν ἀκουόντων ἰᾶται, οὐκ ἐπὶ πολὺ φάσκων ἀπολαύειν τῶν ὅπλων Ἕκτορα.

801. ὅλον ἐκ μέσου, καθὸ κατεῖχεν αὐτό.

806. στῆ δὲ ταφών] ἔστη δὲ παραπληγεὶς καὶ πρὸς τὸν θεὸν ὄπιθεν ὄντα ἀπεστραμμένος, ὃς αὐτὸν ἀπέδυσε. διὸ καὶ εἰς τὰ μετάφρενα τιτρώσκεται.

810. ὡς τῶν τότε τοιαύτην ἐχόντων μελέτην ὥστε τοὺς ἀντελαύ- νοντας ἀναστρέφειν τῶν ἁρμάτων. διδασκόμενος δὲ πεῖραν λαμβά- νων. πόλεμον δὲ τὸν ἐν Ἰλίῳ φησί· νέος γὰρ ἦν, ὡς ὁ ποιητὴς δηλοῖ.

814. οὐδʼ ὑπέμεινε] φιλέλλην ὁ ποιητὴς, κατακωμῳδῶν τῶν βαρ- βάρων καὶ τὴν τοῦ Πατρόκλου δύναμιν αὔξων.

817. ἐχάζετο] ταῦτα τοῦ ἀληθοῦς ἔχεται. εἰ γὰρ προσέθηκεν ὅτι καὶ γυμνὸς ἐπολέμει, ἐξέπιπτε τοῦ πιθανοῦ.

822. δούπησεν] τῷ σώματι· ὅπλα γὰρ οὐκ εἶχε. δηλοὶ δὲ ὅτι ἀπέθανεν.

[*](5. ἐκ τοῦ] *ὅτι ἀπέστροφε τὸν 14, 15. δὲ et ἐν addidit Vill. λόγον ἐκ τοῦ. Conf. schol. ad 17, 23. ὄπιθεν] *ὄτισθεν 705. 19, 89.)
141

ἤκαχε λαὸν Ἀχαιῶν] διὰ τὴν Πατρόκλου ἀρετὴν, διὰ τὸ Ἀχιλ- λέως ἐπʼ αὐτῷ πένθος, διὰ τὴν προσδοκωμένην τροπὴν, διὰ τὸ μηδε- μίαν φθάσαι ἀποδοῦναι χάριν ὡς εὐεργέτῃ.

823. ἀκάμαντα] ἰσχυρὸν, ἰσχυρότερον. μέχρι μὲν οὖν ἴσοι ἦσαν, λέουσιν αὐτοὺς εἴκαζε, νῦν δὲ ἐπεὶ ἐνδεέστεροι, ζῴοις ἀνίσως.

825. πίδακος ἀμφʼ ὀλίγης] ἐν μὲν γὰρ κρήνῃ ἀφθόνως ῥεούσῃ οὐκ εἰκὸς περὶ ὕδατος μάχεσθαι· ἐν δὲ τῇ βραχείᾳ πίδακι ὥσπερ ἆθλον πρόκειται τῷ νικῶντι τὸ ποτόν.

ἐθέλουσι δὲ πιέμεν] τὸ δίψος παρέλαβεν εἰς αἰτίαν τῆς συμπλο- κῆς, ἐπεὶ οὐδʼ ἂν περὶ ταύτης ἔρις ἦν αὐτοῖς.

826. ἀσθμαίνοντα] φύσει γὰρ τοιοῦτος ὁ σῦς· πολλῷ δὲ μᾶλλον διὰ τὴν μάχην ἀσθμαίνει. δηλοῖ δὲ τὸν ἀγωνιζόμενον.

833. ὅρα τὸ ἔμπληκτον τοῦ βαρβάρου· τὴν γὰρ ἀλαζονείαν ἐξε- λέγχων αὐτὸς εἰς τὰ ὅμοια ἐμπίπτει, καὶ οὐ θείαν τὴν νίκην οἴεται, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως.

834. ὀρωρέχαται] ὁρμῶνται, ἢ ἐκτέτανται, ὡς τὸ “τανύοντο δὲ μώνυχες ἵπποι” (375).

836. ἦμαρ ἀναγκαῖον] τὸ εἰς ἀνάγκην ἄγον, ὃ καὶ δούλιον ἦμαρ” (Il. 6, 463).

839. μή μοι πρίν] κατὰ τὸ πιθανὸν μιμεῖται, τίνας εἰκὸς εἰρῆ- σθαι λόγους ὑπʼ Ἀχιλλέως, ὅτε αὐτὸν ἐξέπεμπεν ἐξ ὑπολήψεως.