Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

704. χείρεσσʼ ἀθανάτῃσι] ἄμφω ταῖς χερσὶν ἀπωθούμενος τὴν ἀσπίδα. ἐμφαντικὸς δὲ ὁ λόγος.

705. ἀλλʼ ὅτε δή] ᾔδει μὲν ἀκούσας ὅτι “μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων” (94), ἀπόνηρος δὲ ὢν ἐπελάθετο τοῦ λόγου, ἢ καὶ φιλοδοξῶν· διὸ κινδυνεύει ἀναιρεθῆναι.

709. οὐδʼ ὑπ᾿ Ἀχιλλῆος] ἐπικεκαλυμμένως ἐνδείκνυται ὡς οὐκ Ἀχιλλεὺς πορθεῖ τὴν Ἴλιον· προετελεύτησε γὰρ χάριν Πολυξένης.

717. μήτρως] μητρὸς ἀδελφός. οἱ δὲ νεώτεροι τὸν πρὸς μητρὸς πάππον μήτρωα καλοῦσιν. εἰκότως δὲ τούτῳ εἴκασται, ἵνα διὰ τὴν συγγένειαν δέξηται τὴν παραίνεσιν.

721. Ἕκτορ, τίπτε] καὶ τοῦτο προτροπῆς ἐστὶν εἶδος, τὸ μαρτυ- ρεῖν μὲν ἀρετὴν, ἐλέγχειν δὲ ὡς ἀνάξια πράττοντα.

739. μετώπιον τὸ μεσόφρυον, τὸν μεταξὺ τῶν ὠπῶν τόπον.

740. σύνελεν] συνέχεε καὶ εἰς ἓν συνήγαγεν.

741. χαμαὶ πέσον] δῆλον ὅτι ἐκθλιβέντες ὑπὸ τῶν συντριβέντων ὀστῶν.

742. αὐτοῦ πρόσθε ποδῶν] ἔμπροσθεν τῶν Πατρόκλου ποδῶν ἐξα- κοντισθέντες. ἢ ὅπου ἔμελλε κυβιστῶν ὁ νεκρὸς ἕξειν τοὺς πόδας.

744. διὰ τοῦ κε τὸ τῶν ῥηθησομένων λόγων ἦθος καὶ τὸ εἶδος ἀπογυμνοῦται.

747. τήθεα διφῶν] οὐχ ὅμοια ταῦτα τῇ ἄλλῃ περὶ τοὺς ἥρωας διαίτῃ· οὐδὲ γὰρ οὐδὲ τοὺς ἁβροδιαίτους Φαίακας ἢ μνηστῆρας τοῖς· τοιούτοις χρωμένους εἰσήγαγεν. ἤτοι οὖν ὅπερ αὐτὸς ἀλλαχόθεν ἠπί- στατο Πάτροκλος τοῖς ἥρωσι περιέθηκεν, οὐχ ὡς ἀεὶ χρωμένων τοῖς ὀστρείοις πρὸς τροφὴν τῶν ἡρώων, πρὸς ἀνάγκην δὲ ἐν πλῷ. οὐδὲ γὰρ ἰχθύσι χρωμένους εἰσήγαγεν ἢ ὄρνισιν· ἀλλʼ ὅμως δι᾿ ἀνάγκην καὶ τοῖς τοιούτοις ἐπιχειροῦσιν οἱ Ὀδυσσέως ἑταῖροι (Od. 4, 368). καθόλου γὰρ τὴν τοιαύτην χρῆσιν διὰ τὸ μικροπρεπὲς παρῃτήσατο, κρέασι δὲ ὀπτοῖς χρῆσθαι αὐτούς φησιν, ἵνα καὶ ἐπʼ Ἀχιλλέως εἰπεῖν δυνηθῇ “τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνε δʼ ἄρα δῖος Ἀχιλλεύς” (Il. 9, 209). ὅρα δὲ οἷον ἦν ἰχθὺν καθαίρειν τὸν τῆς Θέτιδος ἢ τὸν ζωμὸν ἕψειν.

[*](10. *μητρὸς (ante ἀδελφός)] om. 15. * ὠπῶν] ὤτων 12. * συγγένειαν] εὐγένειαν 17. *δῆλον] δηλοῖ)
139

τήθεα] εἶδος ὀστρείου. ὠνόμασται δὲ ὅτι ἀπόθετά ἐστι καὶ οὐκ ἐπινήχεται· προσπέπλασται γὰρ ταῖς πέτραις.

748. δυσπέμφελος] δυσχείμερος, ὁ πόντος δηλονότι ὁ μὴ εὐχερῶς πέμπων τὰς ναῦς. κολυμβητὴν δὲ ἄκρον δείκνυσι, τοῦ θηρᾶν οὐκ ἀφιστάμενον οὐδὲ χαλεπαινούσης τῆς θαλάσσης.

752. δαιμονίως τῇ εἰκόνι χρῆται· μέλλοντα γὰρ αὐτὸν τελευτᾶν λέοντι εἰκάζει ὑπʼ ἀλκῆς καὶ προθυμίας ἔν τινι ἐφόδῳ ἀνῃρημένῳ· διὸ καὶ πρόσκειται τὸ ἑή τέ μιν ὤλεσεν ἀλκή. καὶ τὸ ἀντιπρόσ- ωπον δὲ ὄντα κατὰ τὸ στῆθος πληγῆναι τῆς ἀρετῆς καὶ τοῦ θράσους σημεῖον.

756. λέονθʼ ὣς] ἡ εἰκὼν ἐμφερεστάτη ἐπί τε τῶν μαχομένων καὶ περὶ οὗ ἡ μάχη· πεφονευμένῳ γὰρ ζῴῳ ὁ πεφονευμένος Κεβριόνης εἴκασται.

762. Ἕκτωρ μὲν κεφαλῆφιν] ἐναργέστατα ἔδειξε τὴν ὁλκὴν τοῦ σώματος, προσθεὶς καὶ τὰ μέρη ὧν ἐχόμενοι οὗτοι ἀνθεῖλκον.

765. ὡς δʼ εὖρός τε νότος τʼ] ἡ παραβολὴ πρὸς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις. ἔστιν οὖν ἰδεῖν διὰ τῶν ἐπῶν δύο ἀνέ- μων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου.

766. εὖ τὸ βαθεῖαν εἰπεῖν τὴν ὕλην· σφοδρὸς γὰρ οὕτως ὁ ἄνεμος ἐμπίπτει διέξοδον οὐκ ἔχων.

770. τὸ συνεκτικὸν τῆς παραβολῆς τὸ ἐπʼ ἀλλήλοισι θορόν- τες ἐστίν.

772. ἀμφί] περί, οὐκ ἐν αὐτῷ.

775. ὁ δὲ στροφάλιγγι] καὶ ἡδέως ἐπεφώνησε καὶ περιπαθῶς.

εἰς δὲ τὸ στροφάλιγγι λείπει ἡ ἔν.