Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

621. σβέσαι μένος] σβέσις γὰρ δυνάμεως ὁ θάνατος. ἔμψυχος δὲ ἡ μεταφορά. καὶ εἰκότως· ὁ γὰρ θάνατος σβέννυσι τὴν δύναμιν. πάντων ὅς κε σευ] πρὸς τὸ σχῆμα γὰρ ὁ λόγος.

628. οὔτοι Τρῶες ὀνειδείοις] ἀποτροπὴ τοῦ λοίδορον εἶναι, ὅπου καὶ τοὺς πολεμίους οὐκ ἐᾷ λοιδορεῖν, διδάσκει δὲ καὶ αὐτοὺς δρᾶν ἐν ἐκείνῳ τῷ καιρῷ, μὴ λέγειν κακῶς.

630. *ἐν γάρ] ὁ γὰρ πόλεμος χειρῶν δεῖται πρὸς κατόρθωσιν, ἡ δὲ ἐκκλησία λόγων.

633. πρὸς τὸ πᾶν ἁρμόζει ἡ παραβολὴ, πρός τε τὸν ἄναρθρον κτύπον, ἅμα δὲ καὶ τοῖς τεμνομένοις ὅπλοις τὰ τεμνόμενα σώματα εἴκασται, καὶ τὰ ξίφη τοῖς πελέκεσι παραβέβληται.

636. χαλκοῦ] τῶν χαλκῶν ἀσπίδων. ῥινοῦ δὲ τῶν ἀκατεργάστων βοῶν, ὅ ἐστι τῶν λαισηίων. εὐποιητάων δὲ τῶν εὖ γεγονυιῶν.

638. φράδμων] ἔμπειρος, ἐπιστήμων, εἰδὼς καὶ γινώσκων ἀκριβῶς τὸν Σαρπηδόνα.

*φράδμων λέγεται καὶ ὁ διορατικὸς καὶ ὀξὺς, καὶ ὁ ἔμπειρος, καὶ ὁ ἐπιστήμων. ὁ δὲ λόγος, οὐδὲ ὁ πάνυ γνώριμος καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν διὰ τὸ αἵματι καὶ κόνει πεφύρθαι.

641. ὡς ὅτε μυῖαι] πρὸς τὸ πλῆθος καὶ τὸ πρόθυμον ἡ παραβολή.

[*](12. ἱερατικὴ—κοσμικοῖς] De his v. quae dixi vol. 2 p. 116.)
137

642. περιγλαγέας] περισσῶς γεγαλακτωμένας, ὅ ἐστι πληθούσας γάλακτος, ἢ καταβεβρεγμένος. πέλλα δὲ ξύλινον ἄγγος, ἀπὸ τοῦ καταπεπελεκῆσθαι.

647. ἀμφὶ φόνῳ Πατρόκλου μερμηρίζων] τί δήποτε τιμήσειν ὑποσχόμενος Ἀχιλλέα μεῖζον αὐτὸν ἔβλαψε: καὶ γάρ φησιν “ἀλλὰ τί μοι τῶν ἦδος” (Il. 18, 80). ἢ μὴ δεόντως χρησάμενος τῇ παρὰ Διὸς δωρεᾷ ἀτυχεῖ· οὐ γὰρ ἀποχρῆν ἡγήσατο, εἰ μὴ τὸ πᾶν ἀπό- λοιτο τῶν Ἀχαιῶν, καὶ τὰς λιτὰς οὐ προσήκατο.

653. θεράπων Πηληιάδεω] πολλὴ ἡ εἰς Ἀχιλλέα τιμὴ, ὅπου καὶ τοῦ υἱοῦ φονέα ὄντα τὸν Πάτροκλον τιμᾷ διὰ τὴν Ἀχιλλέως τιμήν.

657. κέκλετο τῷ ἔργῳ, οὐ τῇ φωνῇ, ὡς τὸ “Ἀργείων προκαλί- ζετο πάντας ἀρίστους” (Il. 3, 19). ἀγαθοῦ δὲ στρατηγοῦ τὸ μὴ ἄλλῳ ἢ θεῷ εἴκειν.

663. ἔντεʼ ἕλοντο] εἰ γὰρ ἀσκύλευτον αὐτὸν ἔκλεψεν Ἀπόλλων, οὐδʼ ἂν ἐτόλμησαν Ἀχαιοὶ πρὸς τὸ τεῖχος ἐλθεῖν.

666. Ἀπόλλωνα] ὡς κατὰ τὸ σιωπώμενον εἰς Ἴδην ἀφικομένου Ἀπόλλωνος. μικρᾷ δὲ παρεκβάσει τὸν ἀκροατὴν ἀναπαύει καμόντα.

669. ἀπό ἄποθεν, πρό δὲ ἔμπροσθεν.

672. διδυμάοσιν] τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ ἡ δύναμις αὐτῆς συστέλλεται.

674. κασίγνητοι ἁπλοῖκῶς νῦν πάντες οἱ συγγενεῖς· οὐδεὶς γὰρ ἀδελφοὺς Σαρπηδόνος ἱστόρηκεν.

676. οὐδʼ ἄρα] οὐδὲ φθέγγεταί τι μικρὸν τοῦ καιροῦ κατεπεί- γοντος.

684. Πάτροκλος δʼ ἵπποισι] ὑποστρέφει ὁ Πάτροκλος διὰ τὸ μὴ προτροπάδην τοὺς Τρῶας φεύγειν, ἀλλʼ ἔτι ἀνθίστασθαι. οἱ δὲ, ἐπεὶ “νεώτεροι ἀφραδέουσιν” (Od. 7, 294). ὁ δὲ ποιητής φησιν “ἀλλ᾿ αἰεί τε Διὸς κρείσσων νόος” (688). ὁ μὲν γὰρ Ἀχιλλεὺς συνεβού- λευσε τὰ ἄριστα, κρατεῖ δὲ ἡ τοῦ Διὸς γνώμη, βουλομένου αὐτὸν ἀνελεῖν ὑπὲρ ἐκδικίας Σαρπηδόνος.

693. Πατρόκλεις] ἥδισται αἱ ἀποστροφαὶ τῷ ποιητικῷ εἴδει. ἄλλως τε καὶ ἀεὶ προσπάσχει ὁ ποιητὴς ἠθικῶς τῷ Πατρόκλῳ.

702. ἀγκῶνος] ἐξοχῆς. καὶ ὁ Ἕκτωρ “πύργῳ ἐπὶ προὔχοντι” [*](2. καταβεβρεγμένας. πέλλα Bekk.] σθαι Bekkerus. βεβρεγμένας. καταπέλλα 4. τιμήσειν Bekkerus] τιμῆσαι 3. καταπεπελεκῆσθαι] πεπελεκῆ-)

138
(Il. 22, 97). ὕψος δὲ ἔχει ὁ ἀγκῶν ὑπὲρ μῆκος ἀνδρὸς, ὡς ἐγγὺς εἶναι τῆς ἐπιθέσεως τῆς ἐπάλξεως.