Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

548. κρῆθεν] κάρα κάρηθεν τὸ ἀνάλογον, καὶ κατὰ συγκοπὴν κρῆ- θεν, καὶ μετὰ τῆς προθέσεως κατακρῆθεν.

549. ἕρμα] τὸ σήκωμα καὶ ὑποστήριγμα τῆς νεὼς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ νεωλκεῖσθαι· νῦν οὖν τούτου φησὶν ἀναιρεθέντος ἀνατραπήσεται ἡ Ἴλιος. αὔξει δὲ τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀπο- θανόντι.

557. οἷοί περ πάρος ἦτε] πρὸς τοὺς πόνους προθυμίαν ἐργάζεται τῶν προπεπονημένων ἡ μαρτυρία.

τῶν πεπραγμένων αὐτῷ ὑπομιμνήσκει πρὸς ἀμύνης ὑπόμνησιν. πῶς δὲ ἀλλαχοῦ φησὶν “Ἕκτωρ Πριαμίδης ἐσήλατο” (Il. 12, 437); ἢ τάχα ἑκάτερος τῆς ἰδίας φάλαγγος.

558. * πῶς ἑτέρωθι λέγων ὁ ποιητὴς τὸν Ἕκτορα πρῶτον ἐσάλ- λεσθαι νῦν λέγει τὸν Σαρπηδόνα; ῥητέον οὖν ὅτι τὸ ἐσήλατο ἀντὶ τοῦ ἐσάλευσεν τότε τὴν ἔπαλξιν πρῶτος ἐπισπασάμενος. καὶ ψιλῶς ἀναγνωστέον καὶ διʼ ἑνὸς λ.

559. ἀεικισσαίμεθʼ ἑλόντες] ὅπερ σπεύδει δρᾶσαι, τοῦτο αὐτὸς κινδυνεύει παθεῖν ὑφʼ Ἕκτορος, ὡς κἀκεῖνος ὑπʼ Ἀχιλλέως· οὕτως τὰ τῆς Ἀδραστείας ἐνδείκνυται. πῶς δὲ μείλιχον ὑποστησάμενος τὸν ἄνδρα ἦθος αὐτῷ νῦν περιέθηκεν ὠμὸν, τὸ θέλειν λυμήνασθαι σῶμα ἀναίσθητον; ἢ τάχα τὸ προκείμενον ἀπολογία ἐστὶ τῆς ὠμό- τητος “ὃς πρῶτος ἐσήλατο,” καὶ χαλεπαίνει δικαίως τῷ πρῶτον ἐς τὸ τεῖχος εἰσθορόντι.

567. νύκτʼ ὀλοήν] σκότον, ὡς τὸ “ὀρώρει δʼ οὐρανόθεν νύξ” ( Od. 5, 294). καὶ ἐπὶ Πατρόκλῳ “ἐπεὶ οὐδὲ Μενοιτιάδην ἤχθαιρε” (Il. 17, 270). δεινὴν τὴν μάχην ἤγειρε· μόνος γὰρ ἐν ἀμφοτέροις τοῖς στρατοῖς Διὸς υἱός.

569. ὦσαν δὲ πρότεροι Τρῶες] πιθανῶς, ὡς μὴ πάντα τοῖς Ἕλ- λησι καταχαρίζεσθαι δοκοίη· γενομένης γὰρ τῆς Γλαύκου προτροπῆς [*](2. *ἄπειρον] ὅπερ Vill. 9. *νεὼς] νεὸς 3. γαῖαν Vill.] δέ γαῖαν 18. πρῶτον Vill.] πρώτως)

135
εἰκὸς συστραφῆναι ὡς ἂν περὶ μειζόνων ἀγωνισομένους. ἑλίκωπες δὲ οἱ ἀξιοθέατοι, πρὸς οὓς ἑλίσσομεν τοὺς ὦπας.

572. ἐν Βουδείῳ] τὸ Βούδειον πόλις Φθιῶτις, ἀπὸ Βουδείου τοῦ Ἄργου ὠνομασμένη. πῶς δὲ ἂν ἱκέτευε τὸν βασιλέα τῆς ἑαυτοῦ πόλεως; ἢ τάχα ἑτέρα παρὰ ταύτην ἐστί.

574. ἡ ἔς ἀντὶ τῆς πρός. σημειωτέον δὲ ὅτι ἕως τῆς ἐπὶ Ἴλ0- ιον στρατείας συνῆν Θέτις Πηλεῖ. ἱκέτευσε δὲ, ἱκέτης ἦλθε. τὸ ἥμερον δὲ Πηλέως δείκνυται ἀπὸ Πατρόκλου Φοίνικος καὶ τούτου.

581. Πατρόκλῳ δʼ ἄρʼ ἄχος γένετο] δριμυτέραν τὴν μάχην ἐργά- ζεται, οὐ τὸν τυχόντα ποιῶν ἀναιρούμενον, ἀλλʼ ἑταῖρον Πατρόκλου, ἵνʼ ἐπὶ τούτῳ πλέον χαλεπήνῃ.

582. ἵρηκι ἐοικώς] πρὸς τὴν ὁρμὴν καὶ τὸν ἀπʼ αὐτοῦ γενόμενον φόβον τοῖς πολεμίοις. εἶτα παρέλαβεν ἐπὶ φόβου καὶ τῶν φευγόν- των τὰ ἀγεληδὸν ἱπτάμενα τῶν ὀρνέων καὶ εὐκαταφρόνητα, κολοιοὺς καὶ ψᾶρας.

589. αἰγανέη εἴρηται ἀπὸ τοῦ νεῖσθαι εἰς αἶγας· ἔστι δὲ εἴδος ἀκοντίου. ταναοῖο δὲ τεταμένης. οὐ βούλεται δὲ πλέον τοὺς Τρῶας φεύγειν· διὸ εἴληφε σύμμετρον ἀκοντίου διάστημα, βουλόμενος σημᾶναι τὸ ὅσον ὑπεχώρησαν.

590. ἥν ῥά τʼ ἀνήρ] ἣν ἀφῇ ἀνὴρ ἐν ἄθλῳ πειρώμενος, ἢ καὶ ἐν πολέμῳ, οὐχὶ πειρώμενος ἔτι· τίς γὰρ ἂν πεῖρα ἐν πολέμῳ γένοιτο; ἀλλὰ τὸ μὲν πειρώμενος ἐπὶ τοῦ ἐν ἀγῶνι βεβλημένου ἀκοντίου τέτακται, τὸ δὲ ἢ ὲ καὶ ἐν πολέμῳ πρὸς τὸ ἀφέηκεν. ἡ δὲ ὑπό ἀντὶ τῆς μετά, ἢ πλεονάζει. τινὲς δὲ ὑπὸ δηίων πειραζόμενος.

593. Γλαῦκος δέ] ποικίλως χρῆται τῇ τάξει· μετὰ γὰρ τὴν τοῦ Γλαύκου προτροπὴν ἄρχεται ὁ Ἕκτωρ τοῦ ἔργου ὡς ἂν ὑπερέχων· ἐν δὲ τῇ ὑποστροφῇ τὰ πρωτεῖα Γλαύκῳ περίκειται.

594. ἐτράπετʼ] ἐδήλωσεν αὐτὸ σαφέστερον διὰ τοῦ “στρεφθεὶς ἐξαπίνης” (598). καινὸς δὲ ὁ τρόπος· ὁ γὰρ φεύγων ἐπιστραφεὶς κτείνει τὸν διώκοντα.

601. στὰν δʼ ἀμφʼ αὐτόν] ἔστησαν περὶ τὸν Γλαῦκον, ἐπιβοη- θοῦντες τῷ προκαταρξαμένῳ τῆς ὑποστροφῆς.

606. ὑπὸ γναθμοῖο καὶ οὔατος] μεταξὺ τοῦ ὀστοῦ τῆς σιαγόνος καὶ τοῦ ὠτός.

[*](8. στρατείας Bekkerus] στρατιὰς 22. ἂν πεῖρα Bekkerus] ἀπόπειρα)
136

611. πρόσσω γὰρ κατέκυψε] ὑπὲρ τοῦ ἀξιοπίστου τὸν μὲν Αἰνείαν ἐπιτυγχάνοντα ποιεῖ· ἐπέτυχε γὰρ, εἰ μὴ κατέκυψεν ὁ Μηριόνης. καὶ τὸ τοῖς Ἕλλησι χαρίζεται διὰ τὴν σωτηρίαν Μηριόνου.

617. τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα- κατέπαυσε] Κρῆτες γὰρ ἀσκοῦσι τὴν ἐνόπλιον ὄρχησιν, ἔμπειροι ὄντες ἀπὸ τῆς τῶν Κουρήτων μυθολογίας· ἄκρως δὲ ἐξεφαύλισε τὸ εὐκίνητον τοῦ ἀνδρός· βουλόμενος γὰρ αὐτὸν ἐλαφρὸν εἰπεῖν, τοῦτο παρατρέ- ψας εἰς ὄρχησιν ἐχλεύασεν. ἠπίστατο γὰρ ἐν ἑαυτῷ ὅτι εὐστόχως μὲν ἀφῆκε, διὰ δὲ τὴν ἐκείνου παρατροπὴν γέγονεν ἡ ἁμαρτία.

*ἐπυρρίχιζον δὲ τοῖς ὅπλοις οἱ Κρῆτες, ὅ ἐστι σὺν τοῖς ὅπλοις τὴν πυρρίχην καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία δὲ εἴδη τῆς ὀρχή- σεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν καὶ μᾶλλον κοσμικοῖς ἁρμόδιος.

620. χαλεπόν] ἀδύνατον καὶ ἀτελείωτον.