Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. οἱ μέν] οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ ἀμφοτέρων τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων ἀπολέσθαι θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ σῶσαι τὴν ναῦν προῄρηνται. ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρχεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα πολλὰ παῤ Ὁμήρῳ· “ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχονʼ” (ll. 9, 1)· “ὣς οἱ μὲν μάρναντο” (Il. 11, 596)· “ὣς ὁ μὲν ἐν κλισίῃσιν” (Il. 12, 1)· “ὣς οἱ μὲν στενάχοντο·” “ὣς ὁ μὲν ἔνθʼ ἠρᾶτο” (Od. 7, 1)· ἡ δὲ περί ἀντὶ τοῦ ἕνεκα ἀντιφράζεται· δηλοῖ δὲ καὶ τὴν ὑπέρ, ὡς τὸ “λεπτὸν καὶ περίμετρον” (Od. 2, 95), καὶ τὸ περισσῶς· “τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ” (Il. 13, 430).

ἐϋσσέλμοιο] σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ σελὶς καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελμος. γέγονε δὲ παρὰ τὸ σέλλω, τὸ σημαῖνον τὸ ὁρμῶ. ἐξ οὗ καὶ ὅλμος ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος. οἱ δὲ καλὰ σπάρτα ἐχούσης· σελμὶς γὰρ λέγεται τὸ σπάρτον.

[*](1. ἑτεραλκούμενον] *νικώμενον 30. * σέλλα] σέλω)
106

3. ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ τὸ ὕδωρ. εἰκότως δὲ ὁ πρᾶος Πάτροκλος κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ ὄψει τῶν δεινῶν ἐπισκοπήσας. διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι, συγκεχυ- μένος ὑπὸ τῶν δακρύων, ἀλλὰ σιωπῶν ἵσταται, διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγόμενος.

4. αἰγίλιπος] ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη σκέλη αἱ αἶγες. οἱ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. ἀθρόων δὲ ἔκχυσιν δακρύων παριστᾷ καὶ κατὰ πετρῶν φησὶ ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφʼ ὑψηλῶν φερόμενα ὕδατα σφοδροτέραν ἔκχυσιν ἐμφαίνει.

7. ἠΰτε κούρη] πᾶσαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητὴς, γερόντων νέων ἐφήβων, ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα, θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον ἀνεπλή- ρωσε, καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετʼ ἐναργείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν “ἵνα παισὶν ἀεικέα μισθὸν ἕληται” (Il. 12, 435) καὶ οὐ θέλουσαν αὐτὴν ἀνελεῖν· κατὰ γὰρ Ἡσίοδον “χαλεπὴ ὑπόπορτις ἔριθος” (O. 601). ἄτοπος δὲ ἔσται αὐτὸς μὲν ἕνεκα παλλακίδος κλαίων, τὸν δὲ Πάτρο- κλον κόρην καλῶν ἐπὶ τοιούτοις δακρύοντα δεινοῖς. ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δʼ ἄν τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει. οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πράους γυναιξὶν εἰκάζουσιν· οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέρους φασί. οὐκ ἠρκέσθη δὲ τῷ κούρη, προσέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν.

8. ἅμα μητρὶ θέουσ] οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ θέουσα ἡ κόρη. καλῶς δὲ τὸ ἀνώγει· αἱ γὰρ τῶν βρεφῶν ἀξιώσεις τοῖς κελεύσμασιν ἐοίκασιν.

9. εἱανοῦ] τοῦ ἐνδυτηρίου πέπλου. καὶ ἐν ἄλλοις “πέπλον μὲν κατέχευεν ἑανόν” (Il. 5, 734). σημειωτέον δὲ ὅτι καὶ ἐπὶ εὐτελοῦς πέπλου. δηλοῖ δὲ καὶ τὸ λαμπρόν· “ἑανοῦ κασσιτέροιο” (Il. 613). ἁπτομένη δὲ τὸ ἐπισπωμένη, ὡς τὸ “πρύμνης νεὸς ἥψατο” (Il. 15, 704). δηλοῖ δὲ καὶ τὸ καθικνεῖσθαι, ὡς τὸ “ἅπτηται κατό- πισθεν” (Il. 8, 339). ὅθεν καὶ καθάπτεσθαι τὸ διὰ λόγων καθι- κνεῖσθαι.

[*](3. * οὐδὲ] οὔτε 25. θεούσῃ Bekkerus] συνθεούσῃ)
107

10. ὄφρ᾿] ἵνα ᾖ ἕως· προσλιπαροῦσι γὰρ ἄχρις ἂν οὗ βούλονται τύχωσιν.

12. πιφαύσκεαι] προορᾷς, προσημαίνεις. εἰρωνευόμενος δὲ ταῦτά φησιν· ἐπίσταται γὰρ περὶ οὗ κλαίει, καὶ τελευταῖον τοῦτο ἐπιφέρει “ἠὲ σύ γʼ Ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται;”

16. τῶν κε] περὶ ὧν ἂν, οὐχὶ ἑκάτερος περὶ τοῦ ἰδίου, ἀλλὰ περὶ τῶν ἀλλήλων· τοῦτο γὰρ τὸ δεῖγμα τῆς τελείας καὶ ἀληθοῦς ἀγάπης τῶν φίλων.

καλὸν διάταγμα πῶς χρὴ περὶ γονέας ἔχειν, καὶ ὡς ἡ τούτων τελευτὴ πάντων ἔσχατόν ἐστι κακόν.

17. Ἀργείων] ἠθικῶς πάνυ καὶ ἐπὶ τοῦτο ἧκε τελευταῖον, καίτοι γε ἀκριβῶς εἰδὼς τὴν πρόφασιν τῶν δακρύων. ἅμα δὲ καὶ ὡς ἤδη μετατεθεὶς τὴν γνώμην εἰς τοὺς περὶ Ἕλλήνων προκαλεῖται λόγους· διὰ τοῦτο γὰρ αὐτὸν καὶ ἀπεστάλκει πρὸς Νέστορα.

18. ὑπερβασίης] τῆς παραβάσεως τοῦ δικαίου. λεληθότως δὲ ὑπεραπολογεῖται, ὡς ἀδικηθεὶς ὤργισται.

21. ὁμιλητικὴ ἡ ἀρχὴ καὶ θεραπεύουσα φιλότιμον ἄνδρα. ὁ δὲ λόγος φιλικὴν ἔχει δέησιν, ἔλεον ἀτυχούντων, ἐπίπληξιν ἀπηνείας, μεγάλου ἔργον καὶ ῥᾳδίως ἀνυσθησομένου ἐλπίδα.

22. μὴ νεμέσα] λείπει τὸ δεδακρυμένῳ. κλαίοντί μοι, φησὶ, μὴ μέμφου· εὐλόγως γὰρ ἐπὶ τοῖς Ἑλληνικοῖς ἀτυχήμασι τοῦτο πράττω.

25. τῷ μὲν καταλόγῳ τῶν τραυματιῶν ἐκπλήσσειν αὐτοῦ τὴν διάνοιαν οἴεται, οὐ προτάττει δὲ Ἀγαμέμνονα, ἵνα μὴ προήσηται τὴν ἔντευξιν ἐπὶ τῷ ὀνόματι χαλεπήνας ὁ Ἀχιλλεύς. ἀλλʼ οὐδὲ ἔσχατον· δέος γὰρ ἦν μὴ τῇ τοῦ ὀνόματος μνήμῃ ἀνανεύσῃ πρὸς τὸ παρόν. διὸ εἰς μέσην αὐτὸν ἔταξε χώραν. πρῶτον δὲ Διομήδην, πρὸς ὃν μάλιστα δυσχεραίνει λέγοντα ὡς “μὴ ὄφελες λίσσεσθαι” (Il. 9, 698)· εἶτα Ὀδυσσέα φίλον ὄντα καὶ χθὲς ὁμώροφον γεγονότα. Εὐρυπύλῳ δὲ δέδωκε τὴν ἐσχάτην τάξιν. ὡς δὲ ἐκταραχθεὶς ἐξελά- θετο Μαχάονος, διʼ ὃν καὶ ἐπέμφθη. τάχα δὲ σιωπᾷ τὸν Μαχάονα, ὑποφαίνων ὡς τούτων αὐτόπτης γεγονὼς οὐδὲ συνέτυχε Νέστορι, ἵνα μὴ δοκῇ ταῦτα παῤ ἐκείνου ἀκηκοὼς λέγειν. τινὲς δὲ ἤθελον μὴ τετρῶσθαι Μαχάονα, διʼ ὧν οὐ θεραπεύεται. οἱ δέ φασιν ὡς ἔθος [*](28. μὴ] μὴ)

104
Ὁμηρικὸν, περὶ ὧν τις πεμφθῇ, μὴ παλιλλογεῖν περὶ αὐτῶν. δαι- μονίως δὲ ἐπαίρει τὸν Ἀχιλλέα, τὴν πᾶσαν σωτηρίαν τῶν Ἑλλήνων αὐτῷ ἀνατιθεὶς, καὶ διδάσκων ὅτι οὐδὲν ὤνησαν τοὺς Ἀχαιοὺς οἱ ἄλλοι ἀριστεῖς, ἀλλὰ κεῖνται τετρωμένοι.

27. κατὰ μηρόν] ἀντὶ τοῦ ἐπὶ τὸν μηρὸν, ὡς τὸ “νύξε δέ μιν κατὰ χεῖρα” (Il. 11. 252). ἔστι δὲ καὶ ἀντὶ τῆς ἐξ, ὡς τὸ “βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων” (Il. 1, 44).

28. ἡ ἀμφί πρὸς τὸ τοὺς, ἵνʼ ᾖ ἀμφὶ μὲν τούτους. ὅτι δὲ κατὰ ἔθνος ἰατροὶ ἦσαν, δῆλον ἀπὸ Ἰδομενέως· “ὁ δʼ ἰητροῖς ἐπιτείλας” (Il. 13, 213). τοῦτο δὲ λέγει αὔξων τὸ δεινόν· οὐδένα γὰρ ἐν πολέ- μῳ περιοδεύοντα εἶδεν. πολυφάρμακοι δὲ οὐχ οἱ ἑκάστης νόσου φάρμακα ἔχοντες, ἀλλʼ οἱ ἑκάστῃ νόσῳ ποικίλας προσάγοντες θεραπείας.

29. ἀμήχανος] ἀπροσμηχάνητος, πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν. ἐκείνους μὲν γὰρ, φησὶν, ἰάσονται οἱ ἰατροί· σὺ δὲ ἔοικας ἀνίατος εἶναι τὴν ψυχήν.

30. μὴ ἐμέ] καλῶς διὰ τῆς εἰς ἑαυτὸν εὐχῆς ἀπέστρεψε τὸν Ἀχιλλέα τῆς νόσου. ἀντιμετείληφε δὲ τὴν μῆνιν εἰς τὸ χόλος. ἢ τάχα ἐφʼ ἑαυτοῦ εὔξατο μὴ κατὰ τὸ τυχὸν ἐμπεσεῖν εἰς χόλον, πόσῳ δὲ μᾶλλον εἰς μῆνιν.

31. αἰναρέτη] σύνθετόν ἐστι παρὰ θηλυκὸν, ὡς τὸ ὑψαγόρη μισο- γύνη, ὅπερ ἀγνοοῦντες γράφουσιν αἰναρέτης, ἵνʼ ᾖ ὁ χόλος ὁ πολέ- μιος καὶ ἐχθρὸς ταῖς ἀρεταῖς. ἡ δὲ δίχα τοῦ σ ἀνάγνωσις Ἀριστάρ- χειός ἐστι, καὶ ἔστιν εἰς αἰνὸν χρώμενε τῇ ἀρετῇ, εἰς ὄλεθρον, οὐκ εἰς σωτηρίαν. διʼ ἑνὸς δὲ ὀνοματος ἔπαινον ἔμιξε καὶ ψόγον· ὅτι μὲν γὰρ ἔχει ἀρετὴν, φησὶν, ὅτι δὲ οὐκ ἐπʼ ἀγαθῷ τῶν φίλων, διαβάλλει. τίς σευ ἄλλος ὀνήσεται ὀψίγονός περ] γίνεται γὰρ ἐκ τοῦ ζήλου καὶ ἐκ τῆς μιμήσεως τῶν παλαιῶν ὠφέλειά τις. ὅθεν καὶ Νέστωρ τὰς οἰκείας διηγεῖται πράξεις, ζῆλον ἐντιθεὶς τοῖς ἀκούουσιν.

33. οὐκ ἄρα σοί γε] οὖκ ἦν, φησὶν, ὡς ἔοικέ σοι πατήρ. προαι- τησάμενος δὲ συγγνώμην διὰ τοῦ δακρύειν πικρότερον ἅπτεται τῶν ἐγκλημάτων· τοιαῦτα γὰρ τὰ τῶν φίλων, καὶ μᾶλλον ὅταν πρὸς κρείσσους παρρησιάζωνται.