Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

735. ὅμοιος τῷ πρώην ὁ λόγος, τὸ μὲν ἐρωτήσεως ἔχων, τὸ δὲ ἀποφάσεως. λέγει δὲ ὅτι ἄρα ἐλπίζομεν ἥξειν ἐπικούρους μετὰ ταῦτα; οὐδαμῶς.

[*](7. Addidi Ἡσίοδος 17. πτυχῆς—πτυχή] πτύχης—πτύχη 31. *θρανίτας] θράνητας)
105

738. ἑτεραλκέα] ἑτεραλκούμενον ἔχοντες τὸν ἴδιον δῆμον. οἱ δὲ, τὸν ἀπὸ τῆς πόλεως δῆμον ἔχοντες ἑτέραν ἡμῖν ἀλκὴν περικοιοῦντα. πάντα δὲ εἰρωνικῶς.

740. κεκλιμένοι] προσερηρεισμένοι καὶ προσανακείμενοι· συνέ- σταλται δέ. ἐμφαντικῶς δὲ πάντα πέφρασται.

741. σὺν τῷ ι τὸ μειλιχίῃ· τὸ γὰρ ἑξῆς τοιοῦτον, διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν, οὐκ ἐν τῇ μειλιχίᾳ ἀπαντήσει, ἵνʼ ᾖ οὕτως· τὸ τοῦ πολέμου φῶς ἐν χερσὶ, οὐκ ἐν προσηνείᾳ πολέμου· εἰ δὲ χωρὶς τοῦ ι τὸ μειλιχίῃ, οὕτως ἐξηγητέον· οὐκ ἔστι προσήνεια οἰκεία πολέμου, ἵνʼ ᾖ τὸ ἡμιστίχιον γνωριμώτερον.

διὸ ἐν ταῖς χερσὶν ἡμῶν καὶ τῷ μάχεσθαι ἡ σωτηρία, οὐχὶ ἐν τῷ μειλιχίους ἡμᾶς καὶ πράους εἶναι τοῖς πολεμίοις, ὅ ἐστιν, οὔ τις περὶ τὸν πόλεμον φιλανθρωπία.

742. ἔφεπʼ ἔγχει] καίτοι πολέμιον ἔχων Δία.