Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

714. ἐκ χειρῶν] σὺν ταῖς χερσὶν ἀποκοπτόμενα, ἄλλα δὲ σὺν ὤμοις· γελοῖον γὰρ τὸ οἴεσθαι ἀπὸ τῶν ὤμων ἐκπίπτειν τὰς μαχαίρας.

p717. ἄφλαστον] οὐ τὸ ἀκροστόλιον, ἀλλὰ τὸ ἐπὶ τῆς πρύμνης εἰς ὕψος τεταμένον ἐκ κανονίων πλατέων, διήκοντος διʼ αὐτοῦ πλατέος κανονίου, θρανίτου μὲν ὠνομασμένου, ὑπηρεισμένου δὲ τῷ στυλίσκῳ τῷ ὄπιθεν τοῦ κυβερνήτου. κρέμανται δὲ ἐκ τῶν κανονίων καὶ τοῦ θρανίτου τὰ ἡνία. ἀκροστόλιον δὲ τὸ ἀπὸ τῆς πτυχῆς ἀνατεῖνον ἐπὶ πρῷραν ξύλον· πτυχὴ δέ ἐστιν ὅπου ζωγραφοῦνται οἱ ὀφθαλμοὶ καὶ τὸ τῆς νηὸς ἐπιγέγραπται ὄνομα. τινὲς δὲ τὸ ἄφλαστον ἐπιρρηματι- κῶς γράφουσιν, ἵνʼ ᾖ τὸ ἄμφω ταῖς χερσὶν ἐπεστραμμένως ἐπει- λῆφθαι τῆς νηός.

719. νῦν ἡμῖν] ἀντὶ τοῦ πάντων πόνων ἰσόρροπον ἡμέραν ὁ Ζεὺς ἐχαρίσατο.

720. θεῶν ἀέκητι] ἄδηλον πότερον παρὰ γνώμην θεῶν μολοῦσαι, ἢ ἡμῖν πήματα θέσαν θεῶν ἀέκητι.

κακότητι] ἀβουλίᾳ. τὸ δὲ ἴδιον ἀσθενὲς τοῖς γέρουσι περιάπτει· οὐ γὰρ ἤθελεν ἐξιέναι δι᾿ Ἀχιλλέα.

728. ἀνεχάζετο] ὅπως τῷ μεγίστῳ χρήσηται δόρατι, οἰόμενος μᾶλλον ἀποθανεῖν ἢ παραχωρήσειν Ἕκτορι.

729. τὴν τῶν κωπηλατῶν καθέδραν, ἢ τὴν τοῦ κυβερνήτου. Ἀττι- κοὶ δὲ θρᾶνον τὸ τοῦ κωπηλάτου φασὶ, καὶ θρανίτας αὐτούς.