Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. οἱ μέν] οὐ περὶ Ἕκτορος καὶ Αἴαντος ποιεῖται τὸν λόγον, ἀλλὰ περὶ ἀμφοτέρων τῶν στρατευμάτων· οἱ μὲν γὰρ ὡς ἀρχηγὸν πονηρῶν ἔργων ἀπολέσθαι θέλουσιν, οἱ δὲ καὶ μετὰ θάνατον χάριν εἰδότες τῷ δεσπότῃ σῶσαι τὴν ναῦν προῄρηνται. ὡς μέλλων δὲ ἑτέρων μεγάλων ἐνάρχεσθαι πραγμάτων, παραγραφὴν ἐνέβαλε τὸν στίχον. ἔστι δὲ τοιαῦτα πολλὰ παῤ Ὁμήρῳ· “ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχονʼ” (ll. 9, 1)· “ὣς οἱ μὲν μάρναντο” (Il. 11, 596)· “ὣς ὁ μὲν ἐν κλισίῃσιν” (Il. 12, 1)· “ὣς οἱ μὲν στενάχοντο·” “ὣς ὁ μὲν ἔνθʼ ἠρᾶτο” (Od. 7, 1)· ἡ δὲ περί ἀντὶ τοῦ ἕνεκα ἀντιφράζεται· δηλοῖ δὲ καὶ τὴν ὑπέρ, ὡς τὸ “λεπτὸν καὶ περίμετρον” (Od. 2, 95), καὶ τὸ περισσῶς· “τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ” (Il. 13, 430).

ἐϋσσέλμοιο] σέλμα ἐστὶ τὸ μεταξὺ τῶν σανιδωμάτων, ὃ σελὶς καλεῖται καὶ καθέδρα ἐστὶ τοῦ ἐρέτου. ἀπὸ δὲ τοῦ σέλμα εὔσελμος. γέγονε δὲ παρὰ τὸ σέλλω, τὸ σημαῖνον τὸ ὁρμῶ. ἐξ οὗ καὶ ὅλμος ὁ μεθʼ ὁρμῆς ῥιπτούμενος λίθος. οἱ δὲ καλὰ σπάρτα ἐχούσης· σελμὶς γὰρ λέγεται τὸ σπάρτον.

[*](1. ἑτεραλκούμενον] *νικώμενον 30. * σέλλα] σέλω)
106

3. ἡ βαθύυδρος, ᾗ κατὰ τοὺς φυσικοὺς μέλαν ἐστὶ τὸ ὕδωρ. εἰκότως δὲ ὁ πρᾶος Πάτροκλος κλαίει, τὰ μὲν ἀκοῇ, τὰ δὲ ὄψει τῶν δεινῶν ἐπισκοπήσας. διὸ οὐδὲ φθέγξασθαί τι οἷός τέ ἐστι, συγκεχυ- μένος ὑπὸ τῶν δακρύων, ἀλλὰ σιωπῶν ἵσταται, διὰ τοῦ σχήματος τὸν ἔλεον ἐπαγόμενος.

4. αἰγίλιπος] ὑψηλῆς, ἧς καὶ αἶγες ἀπολείπονται διὰ τὸ ὕψος· ἐλαφρὰ δὲ ἔχουσι καὶ νευρώδη σκέλη αἱ αἶγες. οἱ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγας. ἀθρόων δὲ ἔκχυσιν δακρύων παριστᾷ καὶ κατὰ πετρῶν φησὶ ῥεῖν τὴν κρήνην· τὰ γὰρ ἀφʼ ὑψηλῶν φερόμενα ὕδατα σφοδροτέραν ἔκχυσιν ἐμφαίνει.

7. ἠΰτε κούρη] πᾶσαν ἡλικίαν εἰσαγαγὼν ὁ ποιητὴς, γερόντων νέων ἐφήβων, ἐπεὶ καὶ βρέφος εἰσήγαγε τὸν Ἀστυάνακτα, θήλειαν οὐ δυνάμενος εἰσαγαγεῖν διὰ παραβολῆς τὸ λεῖπον πρόσωπον ἀνεπλή- ρωσε, καὶ λαβὼν εὐτελὲς πρᾶγμα μεγαλοπρεπῶς καὶ μετʼ ἐναργείας αὐτὸ ἐκφέρει. δεκτέον δὲ τὴν μητέρα χερνῆτιν, σπεύδουσαν “ἵνα παισὶν ἀεικέα μισθὸν ἕληται” (Il. 12, 435) καὶ οὐ θέλουσαν αὐτὴν ἀνελεῖν· κατὰ γὰρ Ἡσίοδον “χαλεπὴ ὑπόπορτις ἔριθος” (O. 601). ἄτοπος δὲ ἔσται αὐτὸς μὲν ἕνεκα παλλακίδος κλαίων, τὸν δὲ Πάτρο- κλον κόρην καλῶν ἐπὶ τοιούτοις δακρύοντα δεινοῖς. ἴσως οὖν αὐτὸν ἐπίτηδες ἐταπείνωσε, παύων τῆς ἱκετείας. ὅπως δʼ ἄν τις ἤθους ἔχοι, τοὺς πέλας ψέγει. οἱ μὲν σκληροὶ τοὺς ἐπιεικεῖς καὶ πράους γυναιξὶν εἰκάζουσιν· οἱ δὲ ἐπιεικεῖς τοὺς στερεοὺς ἀγρίους καὶ ἀνημέρους φασί. οὐκ ἠρκέσθη δὲ τῷ κούρη, προσέθηκε δὲ καὶ τὸ νηπίη, προανελεῖν αὐτοῦ θέλων τῇ αἰδοῖ τὴν δέησιν.

8. ἅμα μητρὶ θέουσ] οὐχ ἅμα ἐκείνῃ θεούσῃ καὶ αὐτὴ συνθεῖ, ἀλλὰ προσυπακουστέον τῷ μητρί τὸ βαδιζούσῃ, ὅπως συνεξανύῃ θέουσα ἡ κόρη. καλῶς δὲ τὸ ἀνώγει· αἱ γὰρ τῶν βρεφῶν ἀξιώσεις τοῖς κελεύσμασιν ἐοίκασιν.