Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

700. οὐκ ἔφασαν φεύξεσθαι] οὐ λέγει ὅτι ἀπεγνωκότες τῆς σωτη- ρίας ἐμάχοντο, ἀλλʼ ὅτι ταύτην εἶχον τὴν διάνοιαν ὡς μέχρι θανάτου μαχησόμενοι ἢ φευξόμενοι. οἱ δὲ Τρῶες ἤλπιζον τὰς ναῦς ἐμπρήσειν καὶ κτεῖναι τοὺς Ἀχαιούς.

705. ἢ Πρωτεσίλαον ἔνεικεν] εὐπρεπῶς ἐπὶ τὴν τοιαύτην ναῦν ἤγαγε τὸν Ἕκτορα, ἧς οὕτε τὸν ἡγεμόνα μέμψασθαι ἐνῆν μὴ κωλύ- σαντα τὴν οἰκείαν ναῦν ἐμπιπραμένην (θανὼν γὰρ ἦν) τούς τε πολίτας συγγνώμης ἄν τις ἀξιώσαι εἰ ἀστρατήγητοι ὄντες ἀδυνάτως εἶχον ἐπιβοηθεῖν. ἵνα οὖν μὴ κατὰ ζῶντός τινος ἐπάξῃ τὸ ὄνειδος, τὴν Πρωτεσιλάου φησί. καὶ ὅτι κατὰ τὰς πύλας πρώτη ἦν.

104

709. ἀϊκάς τὰς ὁρμὰς, ἀπὸ τοῦ ἀίσσω. τόξων δὲ τῶν τοξευ- μάτων. ἀμφὶς δὲ χωρὶς ἀλλήλων, ἢ ἀντὶ τοῦ περιέμενον, ὡς “Κρόνον ἀμφὶς ἐόντες” (Il. 14, 274).

711. ἀθετεῖ Ἀρίσταρχος· ἐπιφέρει γὰρ, φησὶ, περὶ ξιφῶν. φασὶ δὲ ὅτι πληθύνει τὰς τῶν ὅπλων φωνὰς διὰ τὸ φαντάζειν τὸν ἀκροατήν.

713. μελάνδετα] σιδηρόδετα, ἐπεί φησιν Ἡσίοδος (O. 151) “μέλας δʼ οὐκ ἔσκε σίδηρος.” οἷον ἐκ σιδήρου τὰς λαβὰς ἔχοντα δεδεμένας· τὴν δὲ λαβὴν δεσμὸν καλεῖ ὁ Σιμωνίδης. οἱ δὲ ἐπιμελῶς ἐνδεδεμένα ὡς πρὸς τὴν λαβήν.