Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

680. ἐκ πολέων πίσυρας συναγείρεται] ἀντὶ τοῦ ἐκ πολλῶν τοὺς ἐπιτηδείους, οἷον ἀρίστους καὶ ἰσοταχεῖς συναγάγῃ ἐκλεξάμενος· κίνδυνος γὰρ ἐκπεσεῖν μεθαλλομένῳ ἀπὸ ἄλλου εἰς ἄλλον. οἱ δὲ συναείρεται, ἀντὶ τοῦ συζεύξει, ὡς τὸ “σὺν δʼ ἤειρεν ἱμᾶσιν” (Il. 10, 499).

687. αἰεί] ἀντὶ τοῦ συνεχῶς. κατʼ ἐκείνην δὲ τὴν ἡμέραν, ὡς τὸ “αἰεὶ δʼ ἡνίοχον κονίης ῥαθάμιγγες ἔβαλλον” (Il. 23, 502).

690. ὥστʼ ὀρνίθων] ἀπὸ καταφρονουμένου μὲν ζῴου τὴν παρα- βολὴν φέρει τοῖς Ἕλλησιν, ὡς καὶ ἀλλαχοῦ “τῶν δʼ ὥστε ψαρῶν” (Il. 17, 755). ἀλλὰ καὶ παραμυθεῖται ἀντιτάσσων τὸν Δία. αἴθων δὲ θερμὸς, ἢ ξανθὸς, ἢ μέλας.

695. χειρί] λείπει τὸ ὡς. οἱ δὲ τῇ δυνάμει ἢ ἐκπληκτικὸν τὸ τῆς φαντασίας· ἡ χεὶρ τοῦ Διὸς μέχρι τῆς γῆς φθάνει θνητὸν ὠθοῦσα.

696. δριμεῖα] ὀξεῖα ἀπὸ τῶν ὀσφραντῶν· ὡς νῦν ἀρχὴν τοῦ πολέ- μου λαβόντος.