Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

336. γνωτὸς ὁ ἀδελφὸς, ὁ πλέον τῶν ἄλλων Ἐριώπιδι γνωριζό- μενος.

339. Μηκιστῆ] περισπαστέον, εἴτε κατὰ ἀποκοπὴν τοῦ α, ὡς Τυδῆα Τυδῆ, εἴτε Δωρική ἐστιν ἡ κρᾶσις, Μηκιστέα Μηκιστῆ, ὃ καὶ ἄμεινον.

340. πρώτῃ ἐν ὑσμίνῃ] ἐν τοῖς προαγωνισταῖς· οὐ γὰρ νῦν ἐστὶν ἡ πρώτη συμβολή.

341. νείατον] τὸν πρὸς τῷ αὐχένι· Ἐχίος γὰρ πρώτῃ ἐν ὑσμίνῃ, οὗτος δὲ νείατος.

342. ἐν προμάχοισι] τινὲς ἐν πυμάτοισι, καὶ οἰκεῖον τοῦτο Πάριδι. ἢ ἐν πρώτοις τῶν διωκόντων ὢν ὁ Πάρις, οὐκ αὐτὸν ἐν τοῖς προμάχοισι φεύγοντα. μόνος δὲ οὗτος Ἑλλήνων ὄπιθεν τέτρωται, καὶ Ἠϊονεὺς ἐν τῇ Η (11) ὑφ᾿ Ἕκτορος.

344. ἐνιπλήξαντες] τὴν μετὰ δέους γινομένην ἄτακτον ἔμπτωσιν διὰ τῆς λέξεως ἐδήλωσεν.

345. ἀνάγκῃ] δαιμονία ἡ προσθήκη· οὐ γὰρ διʼ ἀνανδρίαν ἔπραξαν τοῦτο, ἀλλὰ διὰ τὴν ἀπὸ τῶν θεῶν ἀνάγκην.

347. νηυσὶν ἐπισσεύεσθαι] ὡς ἐπὶ τὰς ναῦς ὁρμᾶν. λείπει δὲ τὸ λέγω· ἢ ἀπαρέμφατά εἰσιν ἀντὶ προστακτικῶν.

349. αὐτοῦ οἱ θάνατον] βαρβαρικὴ ἡ ἀπειλὴ καὶ τὸ πρόσταγμα, οὐ γὰρ ὡς ὁ Νέστωρ φησὶν (Il. 6, 70) “ἀλλʼ ἄνδρας κτείνωμεν, ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἀμπεδίον συλήσετε,” ἀλλὰ θρασέως καὶ ἀπηνῶς.

350. λελάχωσι] ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν. ἐντεῦθεν νόμος τὸν προδότην μὴ θάπτεσθαι.

351. τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα ἐν τῷ ἐρύουσι. ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος.

352. κατωμαδόν] κατὰ τῶν ἰδίων ὤμων, ἀφʼ οὗ τὸν βάρβαρον καὶ μετὰ θυμοῦ παριππεύοντα δηλοῖ.

[*](12. προαγωνισταῖς] πρωταγωνισταῖε Vill. 18, * ὄπιθεν] ὄπισθεν)
91

ἤλασεν ἵππους] ἤλαυνεν ἐπὶ στίχας τοὺς ἵππους, τοῖς Τρωσὶ κεκλόμενος. ὅρα δὲ πῶς καὶ ἤλαυνε καὶ ἐπολέμει.

356. ὄχθας καπέτοιο] τὰς ἀνασκαφὰς τῆς τάφρου δηλονότι. Ἀργεῖοι οὖν τὴν τάφρον κάπετον ὠνόμαζον.

359. σθένεος πειρώμενος] εὖ τὸ μὴ ἁπλῶς ἀκοντίζοντα παρα- λαβεῖν, ἀλλὰ τῆς ἑαυτοῦ ἥβης ἀποπειρώμενον, ὥστε ἐπὶ πλέον ἐξικέσθαι.

*τὸ ᾗσιν ἀντὶ τοῦ πέμψῃ. τὸ σι ἐπέκτασίς ἐστιν.

362. ῥεῖα μάλʼ] διαναπαύουσι τῶν πόνων αἱ παραβολαὶ, καὶ ταπεινὴ μὲν ἡ εἰκὼν, ὅμως πᾶσι γνωστή. ἀπὸ κοινοῦ δὲ τὸ συνέ- χεεν.

363. ἀθύρματο] πιθανῶς παίγνιά φησι τὰ δώματα τῶν νηπίων.

364. ποσὶν καὶ χερσίν] ὅλῳ γὰρ ἐφάλλεται τῷ σώματι. χρὴ δὲ ἐπὶ τὸ χερσί διαστείλαντα πρὸς βραχὺ ἐπάγειν καθʼ αὑτὸ τὸ ἀθύρων, ἵνα ᾖ τοῦ ὅλου ἐπεξήγησις· εἰ γὰρ συνάψομεν, ἔσται ἀθύρειν τὸ πατεῖν ἀκύρως.

365. ἤϊε] Ἀρίσταρχος δασύνει, παρὰ τὴν ἕσιν τῶν βελῶν· ὁ δὲ Ἡρωδιανὸς ψιλοῖ· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται. οἱ δὲ παρὰ τὸ ἰέναι· ἥλιος γάρ ἐστιν. ἔστι δὲ περιπαθὴς ἡ ἀναφώνησις, καὶ ἐμφαντικὴ τῆς δυνάμεως τοῦ θείου.

366. αὐτοῖσι δὲ φύζαν ἐνῶρσας] ἐν ὅλοις σχεδὸν διαμαρτύρεται ὅτι οὐ τὸν Ἕκτορα ἔφυγον, ἀλλὰ τὸν θεόν.

369. εὐχετόωντο] δυστυχίας ἐπίτασις καὶ σωτηρίας ἀπόγνωσις εὐχὴ θεῶν. πιθανῶς δὲ τὰς τοῦ πλήθους ἐν κεφαλαίοις εἶπε, τὴν δὲ τοῦ εὐσεβεστάτου διεσάφησε.