Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

371. ἀστερόεντα] οὐ τὸν τότε, ἀλλὰ τὸν τῇ φύσει.

372. ἐν Ἄργεΐ περ] ὅλην τὴν Ἑλλάδα· περισσὸς δὲ ὁ πέρ. πιθανὸν δὲ τὸ μὴ ὑπὲρ ὧν αὐτὸς ἔθυσε σωτηρίαν αἰτεῖν· οὐ γὰρ ὑπὲρ ἑαυτοῦ δέδοικεν, ἀλλʼ ὑπὲρ πάντων· διὸ τὴν κοινὴν εὐσέβειαν προ- βάλλεται.

374. κατένευσας φησὶ πρὸς τὸ τὴν ὑπόσχεσιν ποιῆσαι ἀμε- τάπτωτον.

377. παιδευτικὰ ταῦτα διὰ τὸ ἐπισημαίνεσθαι τὸν θεὸν ἑνὸς ἀνδρὸς εὐχῇ. ἄκρως δὲ κεκράτηκε τῆς οἰκονομίας ὁ ποιητής. τὸ μὲν γὰρ μηδὲν ἐπιγενέσθαι τῷ πρεσβύτῃ σημεῖον ἀπίθανον, τὸ δὲ [*](35. * μηδέν] μὴ δʼ)

92
κατανεύειν ἤδη ἐναντίον· ὁ γὰρ μηδὲ Ἥρᾳ πειθόμενος, ἀλλὰ φυλάτ- των τὴν πρὸς Θέτιν ὑπόσχεσιν πῶς ἂν ταχέως ἐπείσθη Νέστορι;

381. ὥστε μέγα κῦμα] ἀεὶ ἑαυτὸν παρευδοκιμεῖ ὁ ποιητὴς ταῖς ὁμοιώσεσι· τί γὰρ ἐναργέστερον ἢ ἐμφαντικώτερον ἢ καθάπαξ συμ- φωνότερον ταύτης τῆς εἰκόνος χειμῶνι μὲν τὸν κίνδυνον εἰκάζει, σκάφει δὲ τὸ τεῖχος, τοὺς δὲ μετὰ βοῆς ἐπιόντας κύμασιν· οἱ δὲ Τρῶες ὑπερέβησαν τὸ τεῖχος ὡς παφλάζοντα κύματα. εὐρυπόροιο δὲ μεγαλοπόρου, ἀναπεπταμένης, πλατείας· μείζονα γὰρ τὰ ἐν τῇ τοιαύτῃ θαλάσσῃ κύματα.

382. ὑπὲρ τοίχων] ὥσπερ ὅταν τὸ κῦμα γένηται τῶν τοίχων τῆς νεὼς ὑψηλότερον, οὕτως Τρῶες τοῦ τείχους.

385. ἵππους δʼ εἰσελάσαντες] ἰδίωμά φησιν Ἀρίσταρχος γεγενῆ- σθαι περὶ τὴν μάχην. τῶν γὰρ Τρώων ἕως τοῦ τείχους γεγονότων οἱ Ἕλληνες ἐπὶ τῶν πρυμνῶν μάχονται· διὸ οἱ Τρῶες ὅπως ἀπὸ ἴσου βάλλοιεν ὕψους, ἀπὸ τῶν ἁρματείων δίφρων αὐτοὶ μάχονται, ὥστε ἀποστραφῆναι τοὺς ἵππους ὡς ἐπὶ τὴν Ἴλιον. ἔσονται δὲ καὶ οἱ ἡνίοχοι ὡς ἐπὶ τὴν πόλιν τετραμμένοι, τὰ δὲ νῶτα δόντες τοῖς πολεμίοις, οἱ δὲ παραβάται σκέποντες αὐτοὺς ἅμα καὶ μαχόμενοι· διὸ καὶ ὁ ἡνίοχος Πουλυδάμαντος Κλεῖτος κατὰ τὸν αὐχένα τέτρω- ται.

386. αὐτοσχεδόν] αὐτόθεν, ἐκ τοῦ σύνεγγυς τόπου· τὴν γὰρ σύνεγγυς ἀντίστασιν σχεδίην καλοῦσιν. ἐκπλήττων δὲ τὸν ἀκροατὴν ναυμαχίᾳ ἅμα ἱππομαχίαν κατέμιξεν.

389. ναύμαχα] παρὰ τὸ ναῦς γίνεται καὶ τὸ μάχη· ναυμάχος μὲν οὖν ὁ ἀνὴρ, ὡς παμφάγος, ναύμαχον δὲ τὸ δόρυ. φασὶ δὲ μήπω γνωρίζεσθαι παῤ αὐτοῖς ναυμαχίαν. ὅπως δὲ μὴ βλάπτοιεν τοὺς ἀπὸ γῆς συμπολεμοῦντας, τοῦτο ἐπετήδευσαν, καὶ ἵνα μὴ ἀνταναχθῶσιν οἱ Τρῶες. κολλήεντα δὲ ὑπὸ βλήτρων δηλονότι· φησὶ γοῦν καὶ ἀλλαχοῦ (678) “κολλητὸν βλήτροισι.” στόμα δὲ τὸ ἄκρον, παρὰ τὸ τμητικὸν εἶναι. δηλοῖ δὲ ὅτι οὐκ εἶχον κατʼ ἄμφω τὰ μέρη σίδη- ρον· τοῖς γὰρ εἰς γῆν πηγνυμένοις καὶ σαυρωτῆρες ἦσαν. ταῦτα δὲ ἐπὶ τῶν νηῶν ἔκειτο.

390. Πάτροκλος δʼ] ὅταν ἐπὶ τὰ ἄκρα ἀγάγῃ τὴν ποίησιν, τότε ταῖς μεταβάσεσι χρῆται συνεχῶς, τὴν προσοχὴν τῶν ἀκροατῶν ἐρευνῶν. μεταβαίνει οὖν ἐπὶ τὸν Πάτροκλον νῦν· ἐπὶ τούτῳ γὰρ καὶ [*](4. * τί] τὸ 14. *οἱ Τρῶες] οἱ om. 19. *Κλεῖτος] κλῖτος)

93
διατρίβειν αὐτὸν παρὰ τῷ Εὐρυπύλῳ ᾠκονομησεν, ὅπως ἐκ τῆς ὄψεως κινηθεὶς ἐντονώτερον Ἀχιλλέως δεηθῇ. πῶς δὲ ἐπιλαθόμενος Ἀχιλλέως τοσοῦτον διάγει χρόνον; ἢ οὐ πολὺς μὲν ὁ χρόνος, τὰ δὲ γεγονότα ποικίλα ἐν ὀλίγῳ καιρῷ.

393. τὸν ἔτερπε λόγοις] εἰκότως· καὶ Μένανδρος γὰρ ἔφη ὡς “ἰατρός ἐστιν ὁ λόγος ἀνθρώποις νόσων· ψυχῶν γὰρ οὗτος μόνος ἔχει κουφίσματα,” πρὸς τὸ μὴ συγκαταπίπτειν τῷ σώματι τὴν ψυχὴν, ἀλλʼ ὑπερορᾶν τὸ βάρος τοῦ σώματος.

394. ἀκήματα] ἀκέσματα, θεραπεύματα.

402. σπεύσομʼ] ταχυνῶ, ἐνεργῶς πορεύσομαι.

403. τίς δʼ εἶδ᾿] δῆλός ἐστι κεχειρωμένος τοῖς λόγοις Νέστορος (Il. 11, 792), διʼ ὧν αὐτοὺς ἐπὶ μνήμης ἄγει.

404. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου] ἡ ἐξ ἑταίρου γινομένη παραμυθία ἀγαθὴ, οὐχ ἡ δυνάμει ῥητορείας. διὸ οὐδὲ Νέστωρ, ἀλλ᾿ οἱ φίλοι ἐν ταῖς Λιταῖς πρεσβεύουσιν.

405. ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας, σημείω- σαι. ἢ ἀμφοτέρων μὲν ἡ ἐνέργεια, τὸ δὲ πλεῖον τῶν ποδῶν.

αὐτὰρ Ἀχαιοί] ἔδει τὸ ἑξῆς παραγαγεῖν ὅτι ὁ Πάτροκλος τῷ Ἀχιλλεῖ παρίστατο· ἀλλὰ τὸ διάστημα τῆς ὁδοῦ μέσην ἔχει τὴν μάχην. εἰκότως δὲ ἰσορροποῦσιν· οἱ μὲν γὰρ ἐλπίδι τοῦ νικᾶν, οἱ δὲ ἀπογνώσει σωτηρίας ἑστᾶσιν. οὐ τοῖς συμμάχοις δὲ αὐτοὺς ἐλάσσους εἶπεν Ἑλλήνων, ἀλλὰ μόνους. οἱ δὲ ἀντὶ τοῦ ἀσθενεστέρους.

410. στάθμη] πρὸς τὸ ἀκριβὲς τῆς ἰσότητος ἐν ἄλλοις μὲν τάλαντα ἕλκουσαν ἔλαβεν, ἀλλαχοῦ δὲ ζυγὸν καὶ μέτρα γῆς· νῦν δὲ ὑπὸ τέκτονος ἐμπείρου ἐξιθυνόμενον ξύλον πρὸς τὴν στάθμην. δυνατῶς δὲ πάντα φράζει. σημείωσαι δὲ ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασεν, οὐ τὴν λογικὴν, ἀλλὰ τὴν τεκτονικὴν τέχνην· οἱ γὰρ παλαιοὶ πάντας σοφιστὰς ἐκάλουν, πλὴν οἱ νεώτεροι οὐκ ἠθέλησαν ταυτὸν τῇ γνώσει φέρειν καὶ ταῦτα ὄνομα. οἱ δὲ φιλόσοφοι φιλοσοφίαν εἶναι ὁρίζον- ται ἐπιστήμην θείων καὶ ἀνθρωπίνων πραγμάτων καὶ τῆς περὶ ἑκάτε- ρον αἰτίας.

* στάθμη δέ ἐστι σχοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι κεχρισμένον.

412. ὑποθημοσύνῃσιν] διδασκαλίαις. τοῦ γὰρ νηΐου εἴ τις οὐκ ἀκριβώσει τὴν ἰσότητα, κινδυνεύει πάντως ἑτεροβαροῦς γινομένης τῆς νηός.

[*](26. ὅτι—τέχνην] Scholion Aristonici.)
94

413. ἐπὶ ἶσα] πῶς ἴσοι εἰσὶ τοσοῦτον πρότερον τῶν Τρώων ὑπερεχόντων; ἢ τάχα στάσει, οὐ δυνάμει· οἱ μὲν γὰρ ἀπὸ τῶν νεῶν, οἱ δὲ ἀπὸ τῶν ἁρμάτων. παρακελεύεται δὲ τῷ ἀκροατῇ ὁ ποιητὴς μείζω ἡγεῖσθαι τῶν λόγων τὰ ἔργα· ὡς ἔνια δὲ καὶ ὑπερ- βαίνων ὑπονοεῖν ἡμῖν αὐτὰ δίδωσιν.

415. ἐείσατο] ὥρμησεν. ἀκέσασθαι δὲ τὴν ἧτταν θέλει, ὑπὸ θεῶν φυσώμενος.