Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

273. τὸν μέν] τὸν αἴγαγρον· οὗτος γὰρ τῶν ἠλιβατούντων ἐστίν. δάσκιος δὲ ἡ λίαν σκιώδης ἢ δασύσκιος. ἠλίβατος δὲ ἧς ἁμαρτάνο- μεν τῆς βάσεως. ἢ ἡ μόνῳ ἡλίῳ βαινομένη.

274. περισσὸν τὸ τέ. αἴσιμον δὲ τὸ εἱμαρμένον· οἶδε γὰρ αὐτὴν καὶ μέχρι ζῴων φθάνουσαν. οἱ δὲ ἀντὶ τοῦ καθῆκον.

275. λίς] παρὰ τὸ λιαρὸν, ἢ τὸ λεῖον· λεῖος γάρ ἐστι πλὴν τῆς χαίτης. ἢ παρὰ τὸ λίαν φθείρειν.

276. εἰς ὁδόν] ἀντὶ τοῦ ἐν ὁδῷ· ἢ καὶ μεμαῶτας εἰς ὁδὸν πάντας ἔτρεψε καὶ στῆναι αὐτοῦ παρεσκεύασεν.

277. φασὶ τὸ ἕως μετὰ συνδέσμου ὂν καὶ τὸ τινός ἐν παραλείψει ἐκδέχεσθαι. ὁμιλαδόν δέ ἐστιν ἐπίρρημα μεσότητος, καὶ ἔστιν ἀντὶ τοῦ πολεμικῶς ἢ ἀθροιστικῶς. τὸ δὲ αἰέν ἐνεστῶνα δηλοῖ, οἷον ἐν ἐκείνῳ τῷ καιρῷ τῆς μάχης.

280. πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός] ἡ ψυχὴ ἐνενεύκει εἰς τοὺς πόδας, ὅπως διʼ αὐτῶν σωθῶσιν· ἢ ταῖς ψυχαῖς ἐταπεινώθησαν καὶ κατέπεσον· ἢ τὸ πὰρ ποσίν ἀντὶ τοῦ παραυτά. οὐ δειλιῶντες δὲ τὸν Ἕκτορα, ἀλλὰ διὰ τὸ παράδοξον τῆς ἀναστάσεως σκοποῦντες μὴ καὶ θεὸς ᾖ ὁ μαχόμενος.

287. ὢ πόποι] τοῦτο ἀναφωνεῖται ἐπί τινι πάθει ὑποφαῖνόν τι παράδοξον. ἔστι δὲ καὶ προσφωνηματικόν· δισσῶς γὰρ λέγεται.

[*](21. *ἢ παρὰ] παρὰ om. 34. προσφωνηματικόν] προσφωνητικόν Bekkerus.)
89

293. ὧδε μενοινῶν] οὕτως διαμάχεσθαι ἡμῖν προθυμούμενος.

295. πληθὺν μὲν προτὶ νῆας] ἵνα μὴ ἄρδην διωκόμενοι ὑπὸ τῆς ἵππου τῆς περὶ Ἕκτορα ἐμπέσωσι τῇ τάφρῳ. ἄλλως τε καὶ ἀσθενὴς ὄχλος καὶ ἀχρεῖος πρὸς ἄμυναν καὶ μᾶλλον τροπῆς περι- ποιητικός.

297. στείομεν] καὶ ἀλλαχοῦ “ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλε- ξώμεσθα μένοντες” (Il. 22, 231). πλεονάζει δὲ ὁ κέν.

305. ἡ πληθὺς—ἀπονέοντο] πρὸς τὸ σημαινόμενον, οὐ πρὸς τὸ πληθύς ὑπήντησε τὸ ἀπονέοντο.

309. ἀμφιδάσειαν] οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν, διὰ τοὺς θυσάνους. προπαροξυντέον δὲ κἄν τε σύνθετόν ἐστι κἄν τε παρα- σύνθετον.

313. ὀξεῖʼ ἀμφοτέρωθεν] πανταχόθεν τὴν ἐνέργειαν ηὔξησεν, ἐκ τῆς βοῆς τῶν μαχομένων, ἐκ τῶν βαλλομένων βελῶν, ἐκ τῶν δορά- των, ὧν μὲν ἐπὶ σκοπὸν φερομένων, ὧν δὲ μάτην ῥιπτομένων.

316. μεσσηγύ] μεσσηγὺ ἵστατο, μεσοπαγῆ ἐγίνετο, μέχρι τοῦ μέσον ἐμπεπηγμένα τῇ γῇ. ἄλλως. ἐπιθυμοῦντα τῶν ἐφʼ οὓς ἐβάλλετο, ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο.

317. λιλαιόμενα] λῶ λαίω λιλαίω, ὡς κερῶ κεραίω (“ζωρότε- ρον δὲ κέραιε Il. 9, 203).

320. κατένωπα] ὁ μὲν Ἀρίσταρχος προπερισπᾶ, ἵνʼ ᾖ ἀπὸ τοῦ ἐνωπήν ἐνῶπα ὡς ἰωκήν ἰῶκα, ἵνα δηλοῖ τὸ κατὰ πρόσωπον· ὁ δὲ Ἡρωδιανὸς προπαροξύνει, λέγων αὐτὸ εἶναι ἀπὸ τοῦ ἐνώπιον καὶ ἐνώπια, ὃ σημαίνει τὰ ἐναντία, κατὰ συγκοπὴν, ὡς τὰ σιτία σῖτα.

322. ἔθελξε] παρέλυσεν, ἐσκότωσεν. τοῦτο δέ φησιν ἐπὶ τοῦ τὸν λογισμὸν οὐκ ἐκ φανεροῦ φθείρεσθαι.

324. δύω] δύο μὲν λέοντας παρείληφεν, ἐπεὶ καὶ οἱ τοὺς Ἀχαιοὺς ταράττοντες δύο εἰσὶν, Ἕκτωρ καὶ Ἀπόλλων. νυκτὸς δὲ οὗτοι ἐπιτίθενται· ὁ γὰρ ἐν ἡμέρᾳ φόβος ἥττων. εἰς ἐπίτασιν δὲ τὴν ἀσέληνον καὶ τῆς νυκτὸς τὸ μεσαίτατον παρείληφε. τό τε ἐξαπίνης χαλεπὸν πρὸς τὸ μὴ παραφυλάξασθαι. καὶ ὁ ποιμὴν αὐτοῖς οὐ πάρεστι βοηθὸς, ὡς οὐδὲ ὁ Ποσειδῶν τοῖς Ἕλλησι συμ- μαχτῖ.

[*](4. * καὶ ἀχρεῖος] καὶ om. 10. κύκλῳ δασεῖαν Schaeferus ad Greg. Cor. p. 890.] κυκλοδάσειαν)
90

326. ἀνάλκιδες] ἀνάλκιδες τότε γενόμενοι, ὡς “κυκλοτερὲς μέγα τόξον (Il. 4, 124). παραφυλακτέον δὲ ὅτι τῇ Ἑλληνικῇ φυγῇ θεὸν ἀεὶ ἀντιπαρατάττει.

328. κεδασθείσης ὑσμίνης] τῆς τάξεως διαλυθείσης· τότε γὰρ ἄλλοι ἄλλῃ φέρονται. μέγα δὲ τὸ παρὸν δυστύχημα· αἱ γὰρ ἀναι- ρέσεις τῶν ἡγεμόνων ἢ τῶν περὶ τούτους ἀριστέων ἔσονται.