Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

8. εἴσομαι] ὄψομαι, ἢ γνώσομαι. περιωπὴ δὲ πᾶν ὅθεν ἔστι περιοπτεύειν. λέγει δὲ ἢ κρημνόν τινα ἢ πρύμναν νεώς.

39

9. τετυγμένον] εὔτυκτον, ὡς τὸ ὀρυκτὴν τάφρον καὶ, πύλας ποιη- τάς· ἐν γὰρ πᾶσι λείπει τὸ εὖ.

11. διδάσκει ὅπως δεῖ περὶ κτημάτων πατέρας πρὸς παῖδας καὶ παῖδας διακεῖσθαι πρὸς πατέρας, μηδὲν ἡγουμένους οἰκεῖον. τάχα γοῦν ὑποχωρῶν τῆς μάχης ὁ Νέστωρ τὴν κρείττονα ἀσπίδα τῷ υἱῷ κατέλιπεν.

12. ἄλκιμον εἴρηται κατὰ τὴν πρὸς τὸν φοροῦντα ἤτοι κομίζοντα ἀναφοράν. ἀκάχμένον δὲ ἀκὴν ἔχον, ἠκονημένον, μὴ εἶκον, σκληρὸν, ἀντίτυπον.

13. τάχα δʼ εἴσιδεν ἔργον ἀεικές] δαιμονίως τὴν ἔπειξιν τοῦ πρεσβύτου παρέστησεν· οὐ γὰρ προσωτέρω προελθὼν περισκοπεῖ, ἀλλʼ ἄμα τῷ τῆς σκηνῆς ἐκτὸς γενέσθαι· ἦσαν γὰρ ἔγγιστα. τάχα δὲ τὸ ταχέως.

15. Τρῶας ὑπερθύμους] τῇ ἐπιφορᾷ διέλυσε τὴν ἀμφιβολίαν, ὡς τὸ “ἡ δʼ ἑτέρη θέρει προρέει” (Il. 22, 151)· ἐδήλωσε γὰρ ὡς ἡ ἄλλη χειμῶνος ῥεῖ.

ὡς φιλέλλην αὔξει τὴν συμφορὰν, ἐπεὶ οὐ πᾶν, ἀλλὰ μόνη πέπτωκεν ἡ ἔπαλξις.

16. πορφύρει] ἀντὶ τοῦ μελαίνεται, ὡς τὸ πορφύρεος θάνατος. ἢ κατὰ βάθους κινεῖται· πορφύρειν γὰρ τὸ κατὰ βάθος μεριμνᾶν.

κωφῷ] ἀφώνῳ, μηδέπω παφλάζοντι· καὶ κωφὸν ὕδωρ τὸ ἄροιζον, κωφὴν δὲ γαῖαν τὴν ἀναίσθητον. τοῦτο δὲ Ἀττικοὶ κολόκυμα, Αἰολεῖς δὲ σκώληκα καλοῦσι. καλῶς δὲ μελαίνεσθαί φησι τὸ πέλαγος τὸ μηδέπω ὕπαφρον γενόμενον ἐκ κυμάτων παφλαζόντων.

18. παρέλκει ὁ τέ· τὸ δὲ πρό εἰς τοὔμπροσθεν, τὸ δὲ ἑτέρωσε εἰς τοὐπίσω, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ κυλίνδεται, ὅ ἐστιν οὐδʼ ἔμπρο- σθεν ἀνακάμπτει τό κῦμα.

19. ἀπλανῆ, σταθερὸν, ἢ τῶν ἄλλων κεχωρισμένον. οὖρος δὲ παρὰ τὸ ὀρούειν. διδάσκει δὲ ὅτι τὸ ἄνω θερμὸν τὸν ἀέρα κινοῦν ἄνεμον ποιεῖ, λῦον τὴν περικειμένην ὕλην· εἰσὶ δὲ ἐξ ἰκμάδος· ὅθεν καὶ ἴκμενος οὖρος, καὶ Ἴκμιος Ζεὺς τιμᾶται, ὁ τῶν ἀνέμων δεσπότης.

21. τὸ τέλειον διχθάδια. ὥσπερ δὲ τὸ κῦμα ἀργοῦν ἔστηκε πρὸ τῆς ἐμβολῆς τοῦ ἀνέμου, οὕτω καὶ ὁ γέρων. ἔστι δὲ ταῦτα τοῦ βουλευτικοῦ καὶ ἔμφρονος, ἐπιμένοντος ἐπὶ πλέον ταῖς σκέψεσι. περισπαστέον δὲ τὸν δεύτερον η, ὡς δοκεῖ τῷ Ἡρωδιανῷ. ὡς λίαν

40
δὲ τιμώμενος παρὰ Ἀγαμέμνονι ἄτοπον ἡγεῖτο μὴ ὁρᾶν αὐτὸν τετρωμένον. ἢ ὅτι οὐδὲν δεῖ ποιεῖν ἄνευ σκέψεως· δεῖσθαι οὖν νενό- μικε τῆς σὺν ἐκείνῳ βουλῆς, ὡς καὶ αὐτὸς ἐν τῇ νυκτί ἐπάγει γοῦν “ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, εἴ τι νόος ῥέξει.”

24. οἱ δʼ ἀλλήλους ἐνάριζον] ἐμάχοντο γὰρ ἐκεῖνοι πρὸς σὒς ἐλθεῖν ἐβούλετο. τοῦτο γὰρ ἐπήγαγε πρὸς τὸ “ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν.”

26. ἀμφιγύοισιν] ἀμφοτέρωθεν γυῶσαι δυναμένοις, ἢ ἀμφοτέρω- θεν γυῖα ἔχουσι καὶ ἐπερείδεσθαι ἰσχύουσι· γυῖα δὲ δοράτων τὰ ἄκρα τοῦ σιδήρου.

27. ξύμβληντο] συνέβαλον κατὰ συντυχίαν. ἢ ὥσπερ ὁ Νέστωρ ὑπὸ τῆς βοῆς κινηθεὶς πρόεισιν, οὕτω καὶ οἱ συνηγμένοι τραυματίαι ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν, τεταραγμένοι ἐπὶ τῇ βοῇ, ὁμοῦ προ- έρχονται.

28. πὰρ νηῶν] ἀπὸ τῶν πρὸς θάλασσαν ἐπὶ τὰς ἐν τῷ τείχει.

καὶ μὴν μόνος ἐν αὐτοῖς Διομήδης ἐβέβλητο. οὐκ ἔστιν οὖν σύλληψις· αἱ γὰρ συλλήψεις ἀπὸ τῶν ἴσων ἢ ἀπὸ τῶν πλειόνων γίνονται, ὡς καὶ τὸ “οὐτάμενοί περ ἀνάγκῃ” (128). ἔστι δὲ εἶδος ἀντὶ γένους, ἀντὶ τοῦ ὅσοι τετρωμένοι ἦσαν. καὶ ἀλλαχοῦ “ὅντινα τοῦτον ἄγει βεβλημένον” (Il. 11, 612) ἀντὶ τοῦ τετρωμένον· οὐ γὰρ δὴ ᾔδει Ἀχιλλεὺς πότερον ἐξ ἀφέσεως ἢ συστάδην τέτρωται ὁ σὺν τῷ Νέστορι.

30. πολλὸν γάρ ῥʼ ἀπάνευθε] ἐπεξηγεῖται τὸ ἀνιόντες. ἔστι δὲ περιπαθὴς ὁ λόγος, ὅτι καίπερ μακρὰν ὄντες ὅμως ᾔεισαν ἐπὶ τὴν μάχην.

31. τὰς γὰρ πρώτας] ὅτι οὐκ ἐν διστιχίᾳ ἦσαν, ὥς φησι Κρά- της· εἶπε γὰρ ἂν προτέρας· καὶ “νηῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ τῶν πρωτέων” (Il. 15, 656). ἔστι δὲ ὁ πρῶτος τῶν πρός τι, καὶ εἰσὶ πρῶται μὲν αἱ πρὸς τῇ θαλάσσῃ νενεωλκημέναι (ἑξῆς γοῦν — 75 φησὶ “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης” ), ἔσχαται δὲ αἱ πρὸς τῷ τείχει. αἱ δὲ τοῦ Ἀγαμέμνονος νῆες πᾶσαι πρὸς τῇ θαλάσσῃ ἦσαν, ὥς πού φησιν ὁ Διομήδης “νῆες δέ τοι ἄγχι θαλάσσης” (Il. 9, 43). τὸ δὲ πρυμνῇσιν ἀντὶ τοῦ ἐσχάταις. ὁ δὲ Ἡρακλέων νῦν μὲν τὰς πρὸς τῷ τείχει καὶ πρώτας φησὶν, ἑξῆς δὲ τὰς πρὸς τῇ θαλάσσῃ· “νῆες ὅσαι πρῶται εἰρύαται ἄγχε θαλάσσης.” τὸ δὲ πρύμνῃσιν ἀντὶ τοῦ πρύμναις.

41

32. πρύμνῃσιν] τινὲς προπεριέσπασαν, ἐσχάταις ἐκδεχόμενοι, οὐχ ὑγιῶς. πρύμνῃσιν οὖν ταῖς πρύμναις, καὶ ἔστιν ἡ ἐπί ἀντὶ τῆς παρά· οὐ δύναται δὲ ταῖς ἐσχάταις· οὐ γὰρ πρυμνὸν ἄλλο ἄλλου, ἀλλʼ αὐτὸ ἑαυτοῦ· πρυμνὸν δὲ σκέλος τὸ περὶ ἄκραν τὴν σάρκωσιν.

33. εὐρύς] ἀντὶ τοῦ μέγας, ὡς τὸ εὐρυκρείων. πλεονάζει δὲ τὸ ἓν οὔ.

35. προκρόσσας] κλιμακηδόν· τὴν ἑτέραν πρὸ τῆς ἑτέρας.

36. διὰ τὸ ἔχειν ἐν αὑτῷ κοιλότητα πρὸς τὸ καθορμίζεσθαι τὰς ναῦς. ἄκραι δὲ τὰ κέρατα τοῦ ναυστάθμου, ὧν ἐκτὸς οὐκ ἦν ναῦς. ὅσον οὖν, φησί, στόμα συνέκλειον αἱ ἄκραι τῆς ἠῖόνος, τουτέστιν ἀπὸ τοῦ ἑνὸς κέρως ἐπὶ τὸ ἕτερον.