Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. ὀψείοντες] ὀπτικῶς ἔχοντες, ὄψεσθαι θέλοντες. ἡ παραγωγὴ δὲ αὕτη ἡ διὰ τοῦ ειω ἀπὸ ἐνεστώτων ἢ ἀπὸ μελλόντων γίνεται. κλίνεται δὲ μέχρι παρατατικοῦ.

38. ἀθρόοι] πλήθους γὰρ ἀρχὴ ἡ τριάς· ἢ ὡς καὶ ἄλλων ἀσομο- τέρων αὐτοῖς ἑπομένων. ἢ ἄθροοι, ἵνʼ ᾖ ἄφωνοι.

39. ἄχνυτο δέ σφι θυμός] τῶν μὲν τραυμάτων κατεφρόνουν ὡς γενναῖοι, τὸν θυμὸν δὲ διὰ τοὺς συμμάχους ἤλγουν.

40. Ἡρωδιανὸς πῆξεν ἀποδέχεται, ἵνʼ ᾖ τὸ ἐν ἀκινησίᾳ ἐποίησεν· ἐπί τινι γὰρ χαλεπῷ τὴν ἀποχώρησιν αὐτοῦ ὑπώπτευσαν. ἦ μᾶλλον ἐπέρρωσεν· ἡ γὰρ ἐλπὶς αὐτῶν ὁ λόγος αὐτοῦ. Ἀρίσταρχος δὲ πτῆξεν ἀντὶ τοῦ ἐταπείνωσεν ἢ ἐπτόησεν.

41. τεταραγμένου τὸ ἦθος τὸ μὴ περιμεῖναι τὸν Νέστορος λόγον, ἀλλʼ αὐτὸν ἄρξασθαι.

43. φθισήνορα] τὸν τοὺς ἀνδρείους ἀναιροῦντα. καλῶς δὲ πρῶτος πυνθάνεται πῶς καταλιμπάνει τὴν μάχην· ἤδει γὰρ αὐτὸν τῷ γήρᾳ μὴ ἐπιτρέποντα. οὐ μὴν αἱ ἀποκρίσεις τοῦ πρεσβύτου πρὸς τοῦτο γεγόνασιν· ἀκαίρως γὰρ δισσολογεῖν ἔμελλεν ὁ ποιητής.

45. τῇ προτεραίᾳ ταῦτα εἴρηται· “μνημοσύνη τις ἔπειτα πυ- ρός.” τὸ δὲ ποτέ καὶ ἐπʼ ἐλαχίστου τίθεται χρόνου.

53. ταῦτά γʼ ἑτοῖμα] πρὸς τὸ “δείδω μὴ δή μοι τελέσῃ ἔπος” φησὶ δὲ ὅτι ταῦτα μὲν οὕτως ὡς ἐκεῖνος ἠπείλησεν ἔσται, καὶ οὐκ ἂν παραποιήσαι αὐτὰ ὁ Ζεύς.

[*](9. αὑτῷ] αὐτῷ 17. ἄθροοι] ἀθρόοι)
42

60. ἐπιμίξ] ἀθρόως ἀναμεμιγμένοι, ὥστε τῇ ὄψει μὴ διαγινώ- σκειν τοὺς πίπτοντας.

61. ἡμεῖς δὲ φραζώμεθʼ] παιδευτικῶς· ἔστι γὰρ καὶ ἐν τοῖς ἀνιάτοις καὶ ἐσχάτοις πράγμασι διὰ συνέσεως ἀνασφῆλαι. καὶ νῦν γοῦν ὁ Νέστωρ ἀντὶ τῶν ἀνῃρημένων, ἀντὶ τοῦ διακεκομμένου τείχους, ἐπὶ τὴν φρόνησιν καταφεύγει. ἐμφαντικῶς δὲ καὶ τῷ ῥήματι χρῆ- ται· ῥέξει γὰρ ἔφη, οὐ μηχανήσεται, ὥσπερ ἐργαζομένου τοῦ νοῦ καὶ αὐτὰς τὰς πράξεις ἀποτελοῦντος.

73. κυδάνει] ὡς μελάνει καὶ οἰδάνει ἀντὶ τοῦ μελαίνει καὶ οἰ- δαίνει, καὶ κυδαίνει.

75. ἢ νοσῶν οὐχ ὁρᾷ τὸ χρειῶδες, ἢ τῶν ἀριστέων πειρᾶται· οἶδε γὰρ ὅτι ἐν ἡσυχίᾳ μὲν τῶν πραγμάτων κειμένων ὑποπίπτουσι τοῖς ὑπερέχουσιν ἕκαστος, κινδύνου δὲ ἐπιγενομένου δηλοῦσι τὴν προαί- ρεσιν, οὐδὲν τῆς οἰκείας ἀσφαλείας προτιμῶντες. καὶ ἰδίως μὲν αὐτὸς πάλιν δοκιμάζειν βούλεται· καὶ πρὸς σώφρονας ὁ λόγος, καὶ οὐκ εὐθὺ πηδήσουσι πρὸς πρᾶξιν. βούλεται δὲ παρακληθῆναι ἑαυτῷ τὸν στρατὸν, ἀλλὰ διὰ τῶν ἡγεμόνων· διʼ ἑαυτοῦ γὰρ οὐκ ἐδύνατο, ὡς τοῦ παρόντος κινδύνου διὰ τὴν Ἀχιλλέως μῆνιν τὴν αἰτίαν φέρων.

*Πορφυρίου. ἐζήτηται πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατηγήτως φυγεῖν προστάσσει τοῖς Ἕλλησι. ῥητέον οὖν ὅτι ὁ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων ἕνεκα τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴ- τιος γίνεσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν αὑτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

77. ὕψι] τὸ γὰρ ὑγρὸν ὑψηλότερον τῆς γῆς· διὸ ἀνάπλους μὲν ἡ ἀναγωγὴ καλεῖται, κατάπλους δὲ ἡ προσόρμισις. καὶ “ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὅρμισαν” (Od. 4, 785).

78. ἀβρότη] ἐν ᾗ φόνοι οὐ γίνονται· ἔλυον γὰρ νυκτὸς τὰς τάξεις. ἢ μεταληπτικῶς ἡ φῶς μὴ ἔχουσα· βροτὸς γὰρ ὁ φώς· καὶ Αἰσχύ- λος (Pr. 2.) “ἄβροτον εἰς ἐρημίαν,” δῆλον ἐν φὼς οὐ γίνεται.

[*](19. * Πορφυρίου] om. 24. *τοῦ πάντας] τῶ πάντας ἀστρατηγήτως L. Dindofius] αὐτῷ] αὐτῷ ἀστρατήγως. V. vol. 2 p, 389. 29. ὅρμισαν] ἔρουσαν 22. ἠδύναντο] ἠδύνἇ)
43

φυγέειν κακόν] αἰσθάνεται αἰσχρὰ συμβουλεύων, ἀλλʼ ὅρα τί προστίθησιν· οὐ γὰρ ἔφη φυγεῖν τὸν πόλεμον, ὅπερ ἦν ἀπρεπέστα- τον, ἀλλὰ κακόν. καὶ τὸ οὐδʼ ἀνὰ νύκτα εἰς ἐπίτασιν, καίτοι γε ἀγεννὲς ἦν τὸ νυκτὸς ὥσπερ δραπετεῦσαι τὴν μάχην.

83. Ἀτρείδη] καλῶς ἐπιπλήσσοντα παράγων τὸν Ὀδυσσέα περι- εῖλε τὰ λοιπὰ τῶν ὀνομάτων, τὸ κύδιστε καὶ τὸ ἄναξ. ἕρκος δὲ τὴν ἔξοδον τῶν ὀδόντων. καὶ γὰρ ἦν παράδοξον τὸν εἰπόντα “ἱδρώσει τε- λαμών” (Il. 2, 388) καὶ ἀπειλήσαντα τοῖς φυγοῦσιν (“ὃν δέ κʼ ἐγὼν ἀπάνευθε μάχης” ib. 391) νῦν λέγειν “οὐ γάρ τις νέμεσις φυγέειν.”

84. τὸ πρῶτον ἐπιχείρημα ἀπὸ τῶν ἀκουόντων λαμβάνει, ὅτι πρὸς τοιούτους οὐκ ἔδει συμβουλεύειν τοιαῦτα. οὐλόμενε δὲ ὀλέθρων αἴτιε. ὡς ἐν ἰδιάζουσι δὲ σοβαρῶς ἐπιπλήσσει· μετεσχηκὼς γᾶρ τῆς πρώτης ἀποπείρας, οἶδεν ὅτι καὶ νῦν πεῖραν καθίησιν. ἔχει οὖν καιρὸν ἡ παρρησία.

86. *μεταφορικῶς ἀπὸ τῶν ἔργων ὅσα ἐκλείπει ἐπὶ ταυτὸν συνά- γεται· ὅσα οἱ τελεσιουργοὶ τολύπας καλοῦσι· καὶ γὰρ ἐπὶ τῶν πολέμων τὸ παραπλήσιον γίνεται ἐξ ὀλίγων πλαττομένων καὶ νοου- μένων ἐπὶ τὸ αὐτὸ συνελθόντων κατορθωμάτων.

88. οὕτω δή] τὸ δεύτερον ἐπιχείρημα ἀπʼ αὐτοῦ τοῦ πράγματος, ὅτι εἰ καὶ ἄλλοι ἦσαν οἱ ὑποτεταγμένοι, οὐκ ἔδει τοιαῦτα συμβου- λεύειν οὐδὲ καταλείπειν τὰ προκείμενα. εἶτα τρίτον, ὅτι ἀνάξια βασιλέως ἐφθέγξατο.

90. σίγα· μή τίς τʼ ἄλλος] δαιμονίως ὡς πρὸς ἁμαρτόντα διαλέ- γεται, καί φησιν ὅτι ἀρκέσει σοι πρὸς ἡμᾶς τοὺς φίλους τὸ εἰρημένον.

91. οὐδὲν αἰσχρότερον οἶδεν ὁ ποιητὴς τοῦ λιποτακτεῖν· ἀμέλει καὶ Ἀγαμέμνων ἀλλαχοῦ αὐτοὺς ἐξωνείδισεν. ἄντικρυς δὲ ἐξελέγχει ὅτι οὐ βασιλικὸς ὁ λόγος ἐστί. καὶ ῥητορικὸν δὲ τὸ σχῆμα, ὅταν αἰτιώμενοί τινας πεφεισμένως μὴ τὰς κυρίας ὀνομα- σίας τῶν ἁμαρτημάτων λέγωμεν· ἔδει γὰρ εἰπεῖν, ὡς οὐδὲ ἰδιώτης ἀξιώσει λέγειν.