Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

304. καί σφʼ ἄκριτα νείκεα λύσω] καὶ πῶς ἐν τῇ A μετὰ τῶν θεῶν ἐλθοῦσα ἐς Ὠκεανὸν οὐ διήλλαξε τὴν ἔριν; ἀλλʼ ὅτι οὐ σὺν αὐτοῖς ἦν, δῆλον ἐξ ὧν ἀπʼ οὐρανοῦ πέμπει τὴν Ἀθηνᾶν παύσουσαν τῶν στρατηγῶν τὴν ἔριν.

*Πορφυρίου. διὰ τί ἡ Ἥρα ὅτε μὲν μετὰ τοῦ Διὸς ᾤχετο ἐπὶ τὸν Ὠκεανὸν, οὐ διέλυσε τὴν Τηθὺν καὶ τὸν Ὠκεανὸν, ὕστερον δὲ ἡμέραις πέντε ἢ δέκα πέντε ἐπεχείρει ἐπὶ τοῦτο πορεύεσθαι; οὐ γὰρ δὴ μετʼ ἐκείνας γε διηνέχθησαν· πάλαι γάρ φησιν αὐτοὺς ἀπέ- χεσθαι εὐνῆς καὶ φιλότητος. ἢ οὐ λέγει ὁ ποιητὴς ὅτι ἐπορεύετο ἐπὶ τοῦτο, ἀλλʼ ὅτι σκηπτομένη τοῦτο ἔπλαττε· τὸν δὲ δολοφρο- νέουσα προσηύδα πότνια Ἥρη” (300). καὶ “ἵπποι δʼ ἐν πρυμνω- ρείῃ πολυπίδακος Ἴδης ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν” (307)· οὐδαμοῦ δὲ ἦσαν οἱ ἵπποι, ὥστε οὐδʼ ἡ πορεία ὄντως ἐπὶ τοῦτο παρεσκεύασται. ἔπειτα οἱ Αἰθίοπες παρὰ τὸν Ὠκεανὸν οἰκοῦσιν· Ὠκεανὸς δὲ καὶ τὸ ὕδωρ καὶ ὁ θεὸς, καὶ οὐχ ὁ τῷ ὕδατι ἐντυγχάνων κύκλῳ πᾶσαν περιθέοντι τὴν γῆν πάντως καὶ τῷ θεῷ ἐντυγχάνει κατὰ πᾶν μέρος τοῦ ὕδατος. οὐδʼ ἐλθοῦσα μετὰ τοῦ Διὸς ἐπʼ ἄλλα ἂν ἀπῆλθε, πάρεργα ἑκάτερα ποιουμένη, καὶ ἐγκατα- λιποῦσα τὸν ἡγεμόνα ᾧ πάντες οἱ ἄλλοι θεοὶ ἠκολούθουν· “Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας” (Il. 1, 423) καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν, δόντες αὐτῇ ἀπεληλυθέναι μετὰ τοῦ Διὸς, οὕτω λύομεν· ὅτι δὲ οὐκ ἀπεληλύθει δηλοῖ τὸ ὀργιζομένῳ Ἀχιλλεῖ παραγινομένην τὴν Ἀθηνᾶν λέγειν ὑφʼ Ἥρας πεπέμφθαι. πῶς οὖν. εἰ μὴ ἀπῆλθον καὶ αὐταὶ, εἴρηται “θεοὶ δʼ ἄμα πάντες ἕποντο” (ib. 424): καὶ διὰ τί φήσας πάντας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἐληλυ- θέναι “θεοὶ δʼ ἅμα πάντες ἕποντο,” τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φησὶν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλ- ληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν [*](11. *Πορφυρίου] om. 13, 16, 20. τοῦτο] τού 23. οὐδʼ ἐλθοῦσα Bekk.] ὃ διελθοῦσα)

61
ἡγεμόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντες ἐκάθευδον (“ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι” Il. 10, 1), ὅμως ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλαον (“οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν ib. 25), οὕτως ἐκ τοῦ πλεί- στου τὸ πάντας ἠκολουθηκέναι τοὺς θεοὺς τῷ Διὶ εἴρηκεν· οὐ γὰρ δὴ θεῶν ἔμελλεν ὁ οὐρανὸς καταλείπεσθαι ἔρημος.

307. πρυμνωρείῃ] ὡς ἀκρωρείᾳ· σημαίνει δὲ τὸ πρὸς τῇ ῥίζῃ τοῦ ὄρους πρὸς τὸ ἔδαφος ἐρριζωμένον.

310. μή πώς μοι] ἐντέχνως αὐτὸν γοητεύει ὡς τῇ ἐξουσίᾳ ἐκείνου τὰς ἰδίας ἐπιτελοῦσα χρείας. καὶ γυναιξὶ δὲ νομοθετεῖ τὰς ἐξόδους ποιεῖσθαι συγκεχωρημένας ὑπὸ τῶν ἀνδρῶν.

313. Ἥρη κεῖσε μέν] ὅρα οἷόν ἐστιν ἡ φιληδονία, ὑπέρθεσιν οὐ δεχόμενον καὶ τῶν καθηκόντων ἐμποιοῦν ἀμέλειαν.

314. τραπείομεν] ἀντὶ τοῦ τερφθῶμεν· ἐκτρέπει γὰρ τοῦ δέοντος ἡ ἡδονή.

315. οὐ γάρ πώ ποτε] τίνος ἕνεκεν τοσοῦτον ἀκρατῆ παρίστησι τὸν Δία ὡς μὴ δύνασθαι κρατεῖν ἑαυτοῦ; φαμὲν οὖν ὡς ἀπελογή- σατο περὶ τούτου ἐν οἷς φησὶν “ἄ τʼ ἔκλεψε νόον.” ἄλλως τε δι- δάξαι βούλεται τοὺς νέους ὁ ποιητὴς ὅσον ἐστὶ χαλεπὸν μὴ κρατεῖν τῶν παθῶν, ὅπου γε καὶ Ζεὺς ὁ παγκρατὴς πάθει νικηθεὶς ἐζημιώθη τὴν ὄνησιν ἢ ἐξ ἀγρυπνίας περιεποιήσατο.

οὐδὲ γυναικός] ἀντὶ τοῦ θνητῆς, ὡς καὶ ἀλλαχοῦ “ἢ θεὸς ἠὲ γυνή᾿ (Od. 10, 228). ὡς μείζονα δὲ τὸν γυναικεῖον ἐπήγαγεν ἔρωτα· ἢ ὅτι ὁ τῶν ὁμοφύλων ἔρως οὐ λίαν ἐστὶν ἐπιτεταμένος, ὡς ὁ τῶν παρὰ φύσιν.

317. Ἰξιονίης ἀλόχοιο] τῆς εἰς ὕστερον γενομένης Ἰξίονος· παρ- θένῳ γὰρ ὁ Ζεὺς συγγίνεται.

319. *Δανάης] Δανάη Ἀκρισίου θυγάτηρ, ἢ Διὶ συγκοιμηθεῖσα Περσέα ἐγέννησε. χρωμένῳ γὰρ, φασὶ, τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀρρένων παίδων ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ καὶ αὐτὸν κτεῖναι· δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὐτὴ δὲ, ὥς φησι Πίνδαρος [*](4. βλεφάροισιν] βλεφάροις *ἢ] om. 12. * ὑπέρθεσιν] ὑπόθεσιν 29. χρωμένῳ γὰρ, φασὶ] χρειομένῳ 20. *γε] om. γὰρ φησι 28. Lemma rubrum ἱστορία)

62
καὶ ἕτεροί τινες, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου, ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. ἔνιοι δέ φασιν ὅτι Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰσπεσών ἔφθειρε ταύτην· διὸ καὶ τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα ἐμβαλὼν ἐν τῇ θαλάσσῃ ἔρριψε. διασωθέντων δὲ τούτων εἰς Σέριφον τὴν νῆσον, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδέκτῃ ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς.

323. Ἀλκμήνης] Ἀλκμήνης τῆς Ἠλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀγκαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύονα βοῶν ἀμφισ- βητήσεως χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήίας· σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως παρὰ τῶν βασιλευόντων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ καὶ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρα- τείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡρακλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος. φασὶ δὲ Δία συγκοι- μώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡροκλέα ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.

325. *Σεμέλης] Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἥρας κρύφα συνευνάζεται. ἐξαπατηθεῖσα οὖν αὕτη ὑπὸ Ἥρας, ἐπινεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος [*](5. *εἰς Σέριφον] εἰς ἔριφον 17. *ὑποστρέψας] ἐπιστρέψας 6. * Πολυδέκτῃ—Πολυδέκτου] πο- 21. *τὸν] om. λυδεύκου—πολυδεύκου * ἐπταμηνιαῖον] δεκαμηνιαῖον 9. Lemma rubrum ἱστορία 25. *ἡ ἱστορία παρὰ Φερεκύδει] 12. * ὑποδεχθέντες] ὑποδεχθέντων om. 14. *δὲ] om. 26. Lemma rubrum ἱστορία 15. *Τηλεβόαι] om. 27. *Ἥρας] om. *κατηγωνίσατο] διὸ κατηγωνίσατο)

63
ἀνανεῦσαι παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς μεθ᾿ ἅρματος, ἀστρα- παῖς καὶ βρονταῖς ὁμοῦ καὶ κεραυνὸν ἵησι. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλιπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ. ἡ ἱστορία παῤ Εὐριπίδῃ ἐν Βάκχαις.

Διώνυσον] Διόνυσος ἀπὸ τοῦ Διὸς καὶ τῆς Νύσης τοῦ ὄρους. οἱ δὲ Διόνυξος· κερασφόρος γὰρ τεχθεὶς ἔνυξε τὸν μηρὸν τοῦ Διός.

326. * καλλιπλοκάμοιο] πλοκάμους τοὺς στάχυας δεῖ νοεῖν, ὡς καὶ ἱστοροῦσιν αὐτὴν ἐστεμμένην τοῖς στάχυσιν.

330. αἰνότατε Κρονίδη] γυναικικῷ τῷ ἤθει ἐπιπλήττει ὡς ἀπηρυ- θριακότα· αἰδῶ δὲ προφασίζεται, ἀπάξαι αὐτὸν τῆς Ἴδης θέλουσα πρὸς τὴν εὐκαιρίαν τῆς ἐπικουρίας.

338. ἔστιν τοι θάλαμος] δοκεῖ μὲν αἰδημόνως διαλέγεσθαι, ἔστι δὲ οὐδὲ τοῦτο ἄτεχνον αὐτῇ, ἀλλὰ θέλει κατακλεῖσαι τὸν Δία εἰς τὸ δωμάτιον, ἵνα μὴ διαναστὰς ἐκ προχείρου ἀθρήσῃ τὴν μάχην.

342. θεόν] ἄμεινον θεῶν, ὡς ἀνδρῶν. πᾶς δὲ τόπος τῇ νομίμῳ μίξει θάλαμός ἐστι, τῇ δὲ ἀθέσμῳ οὔ. ἀμέλει Ἄρεα οὐκ ἔκρυψεν οὐδὲ ἡφαιστότευκτος ὢν ὁ θάλαμος.

343. ἀμφικαλύψω] περιβαλῶ, ὡς τὸ “πέπλοιο φαεινοῦ πτύγμʼ ἐκάλυψεν” (Il. 5, 315).

344. χρύσεον] μὴ μεμφέσθω Πλάτων χρυσοῦν νέφος καὶ ἥλιον νικῶν, οἷον ἂν οὐδὲ Ἥφαιστος ποιήσειε, καὶ εὐνὴν ἐξ ἀνθέων· τρεῖς δέ εἰσι τρόποι καθʼ οὒς πᾶσα ποίησις θεωρεῖται, ὁ μιμητικὸς τοῦ ἀληθοῦς, φιλοπάτωρ, μισογύνης, ἄπιστος, παρρησιαστής· ὁ κατὰ φαντασίαν τῆς ἀληθείας, ὃν δεῖ μὴ κατὰ μέρος ἐξετάζειν, οἷον οὐχ ὅτι ψυχαὶ γεύονται καὶ λαλοῦσι, πάντως ἐρεῖ τις καὶ γλῶσσαν ἔχουσι καὶ βρόγχον· τρίτος δὲ ὁ καθʼ ὑπέρθεσιν τῆς ἀληθείας καὶ φαντασίας, Κύκλωπες, Λαιστρυγόνες, καὶ ταῦτα τὰ περὶ θεῶν.

345. οὗ τε καὶ ὀξύτατον] πῶς οὖν ὁ Ὕπνος διικνεῖται διὰ τοῦ νέφους; ἢ οὐχ ὁ σωματοειδὴς ὕπνος, ἀλλὰ τὸ πάθος.

346. * ἦ ῥα, καὶ ἀγκὰς] πολλήν τινα χλεύην καὶ μακρὸν ἡγοῦντο κατάγελων τοὺς ἀκαίρους Διὸς ὕπνους ἐν Ἴδῃ καὶ τὴν ὄρειον ὥσπερ ἀλόγοις ζῴοις ὑπεστρωμένηνεὐνὴν, ἐν ᾗ δυσὶ τοῖς ἀφρονεστάτοις πάθεσι [*](23. *ἀληθοῦς] ἀληθῶς non animadvertens totum hoc caput 24. * οὐχ] om. ex Heraclito esse transscriptum c. 27. *περὶ] παρὰ 39 p. 80 ed. Mehler. nonnulla 30. Πορφυρίου praescripsit Vill., cum scripturae diversitate.)

64
δεδούλωται Ζεὺς, ἤγουν ἔρωτι καὶ ὕπνῳ. νομίζω τοίνυν ἔγωγε αὐτὰ ταῦτα διʼ ἀλληγορίας ἐαρινὴν ὥραν ἔτους εἶναι, καθʼ ἣν ἅπαντα φυτὰ καὶ πᾶσα χλόη ἐκ γῆς ἀνίεται, τοῦ παγετώδους ἡσυχῆ λυο- μένου κρύους. ὑφίσταται δὲ τὴν Ἥραν, τουτέστι τὸν ἀέρα, στυγνὸν ἀπὸ χειμῶνος ἔτι καὶ κατηφῆ· διὰ τοῦτο, οἶμαι, πιθανῶς φησὶ “στυγερὸς δʼ αὐτῇ ἔπλετο θυμός” (158). μετὰ μικρὸν δὲ ἀποκρου- σαμένη τὸ συννεφὲς τῆς ἀηδίας “λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ ἀμβροσίῳ ἑανῷ” (171) ἡ λιπαρὰ καὶ γόνιμος ὥρα· διὰ τοῦτο μετὰ τῆς τῶν ἀνθέων εὐωδίας ὑποσημαίνεται τοιούτῳ χρί- σματι τὴν Ἥραν ἀλειψαμένην. τούς τε πλοκάμους αὐτήν φησιν ἀναπλέξασθαι “καλοὺς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο” (175), τὴν τῶν φυτῶν αἰνιττόμενος αὔξην, ἐπειδὴ δένδρον ἅπαν κομᾷ καὶ θριξὶν ὁμοίως ἀπὸ τῶν κλάδων ἀναρτᾶται τὰ φύλλα. δίδωσι δὲ ἐγκόλπιον τῷ ἀέρι καὶ τὸν κεστὸν ἱμάντα “ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστύς” (216), ἐπειδήπερ αὕτη μάλιστα τοῦ ἔτους ἡ ὥρα τὸ τερπνότατον ἐπεκληρώσατο τῶν ἡδονῶν μέρος· οὔτε γὰρ ὑπὸ τοῦ κρύους λίαν πεπήγαμεν οὔτʼ ἄγαν θαλπόμεθα, μεταίχ- μιον δέ τι τῆς ἑκατέρωθεν εὐκρασίας ἐν τοῖς σώμασιν ἀνεῖται. τοῦ- τον τοίνυν τὸν ἀέρα συνέμιξεν Ὅμηρος μετὰ μικρὸν τῷ αἰθέρι· διὰ τοῦτο ἐπὶ τῆς ὑψηλοτάτης ἀκρωρείας καταλαμβάνεται ὁ Ζεὺς, ἐν ᾗ “διʼ ἠέρος αἰθέῤ ἵκανεν.” ἔνθα δὲ κίρναται καθὲν ἀναμιχθεὶς ὁ ἀὴρ τῷ αἰθέρι, ἐμφαντικῶς τοῖς ὀνόμασιν εἶπεν “ἦ ῥα, καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·” ἀγκαλίζεται γὰρ ἐν κύκλῳ περιέχων ὁ αἰθὴρ ὑφηπλωμένον αὐτῷ τὸν ἀέρα. τῆς δὲ συνόδου καὶ κράσεως αὐτοῦ τὸ πέρας ἐδήλωσε τὴν ἐαρινὴν, εἰπὼν “τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον πυκνὸν καὶ μαλακὸν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργεν.” ἴδια στέφη ταῦτα τῆς ἀρτιθαλοῦς ὥρας, ἐπειδὰν ἐκ τῶν χειμερινῶν παγετῶν ἡ γῆ στερίφη καὶ μεμυκυῖα πηγὰς κυοφορουμένας ἔνδον ὠδῖνος ἐκ- φήνῃ. προσεπισφραγιζόμενος δὲ τοῦτο τὸν λωτὸν εἶπεν ἑρσήεντα τὸν δροσερὸν τῆς ἐαρινῆς καταστάσεως ἐμφανέστερον ποιῶν καιρόν. “ἐπὶ δὲ νεφέλην ἕσσαντο καλὴν, χρυσείην, στιλπναὶ δʼ ἀπέπιπτον [*](7. κάθορεν] καθῆρεν χτιμερινῶν Heraclitus] προχειρὶ 13. ἀναρτιται] ἀπαρτᾶται Hera- 29. γῆ addidit Mehlerus. πηγὰς] ὡς πηγάς libri nonnulli clitus. 28. ἀρτιθαλοῦς Heraclitus] ἀρτι- Heracliti. θαλλοῦς)
65
ἔερσαι.” τίς ἀγνοεῖ τοῦτο, ὅτι χειμῶνος μὲν ἐπάλληλα πυκνώματα τῶν νεφῶν ἐκμελαίνεται, καὶ μετὰ θολερᾶς ἀχλύος κατηφὴς ἅπας ὁ οὐρανὸς ἀμαυροῦται, τοῦ δὲ ἔαρος ὑποσχίζοντος ἀργὰ τὰ νέφη μαλακῶς ὑποσπείρεται ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐναγκαλιζόμενα, καὶ παραπλήσιόν τι χρυσαῖς μαρμαρυγαῖς ἀποστίλβει; τοῦτο δὴ τὸ περὶ τὴν Ἴδην κορυφαῖον ἡμῖν νέφος τῆς ἐαρινῆς ὕρας δημιουργὸν Ὅμηρος ἐδήλωσεν.

347. τοῖσι δʼ ὑπὸ χθών] ἐμπεσὼν εἰς φορτικοῦ πράγματος διή- γησιν ἐφʼ ἕτερα τὸν λόγον μετήγαγε, τὰ ἀπὸ τῆς γῆς φυόμενα ἄνθη καὶ τὸ νέφος, διʼ ὧν ἀπέκλεισε τὸ περαιτέρω πολυπραγμονεῖν ἡμᾶς. ἀνθηρῶς δὲ γράφει τὴν εὐνὴν, καὶ προθεὶς τὸ γένος ποίην ἐπιφέρει τὸ εἶδος. οὐκ εἶπε δὲ ῥόδον διὰ τὸ ἀκανθῶδες. νεοθηλέα δὲ, ἐπεὶ τὴν ἄλλην ἐνεμήθη καὶ ἐπάτησε τὰ ζῷα. κατὰ συλλογισμὸν δὲ ἡ ὑπερ- οχὴ, εἴγε καὶ τὰ ἄψυχα αἰσθάνεται τῆς δυνάμεως τοῦ θείου.

351. στιλπναί] ὥσπερ παρὰ τὸ θάλπω θαλπνός, τέρπω τερπνός, οὕτως παρὰ τὸ στίλβω στιλπνός.