Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

355. ἀγγελίην ἐρέων] διὰ τὴν ἐπαγγελίαν τῆς ἐρωμένης καὶ ἃ μὴ κελεύεται ὁ Ὕπνος ποιεῖ· οὐ γάρ ἐστι τῶν συμμαχούντων, ὡς οὐδὲ Ἥλιος οὐδὲ ἡ Δημήτηρ.

πόθεν μαθὼν ταῦτα ἀπαγγέλλει; ἢ συνῆκεν ἐκ τοῦ εἰρημένου ὑπὸ τῆς Ἥρας “ἦ φῂς ὣς Τρώεσσιν ἀρηγέμεν εὐρύοπα Ζῆνʼ.” (265).

360. Ἥρη δʼ ἐν φιλότητι] οὐκ ἀναγκαίως, φασὶ, τὸ ἀπόρρητον ἐξήνεγκεν. ἢ πρὸς τὸ θαρραλεώτερον ποιῆσαι Ποσειδῶνα τὴν τέχνην τῆς Ἥρας ἐδήλωσεν.

362. ἀνῆκεν] ἀπὸ τῶν ἵππων ἡ μεταφορὰ, οἷς τὰς ἡνίας ἀνιᾶσιν.

364. ἐν ἤθει καὶ κατʼ ἐρώτησιν ὁ λόγος. διεγείρει δὲ αὐτοὺς διὰ τοῦ λέγειν ὅτι τὰς νῆας ὁ Ἕκτωρ ἑλεῖ.

366. εὔχεται] οὐκ ἔλπεται, ἀλλʼ εὔχεται· καυχηματίας γάρ ἐστιν ὁ Ἕκτωρ. ἐμείωσε δὲ αὐτὸν οὐκ ἀλκῇ θαρροῦντα, ἀλλὰ τῇ σπάνει τῶν πολεμίων.

368. οὔτι λίην] πεφεισμένως· ἄμεινον γὰρ τοῦ οὐδʼ ὅλως. οὐ τοσαύτη, φησὶ, χρεία γένηται Ἀχιλλέως, ἐὰν ἀλλήλους παροξύνω- μεν εἰς βοήθειαν. διδάσκει δὲ ὅτι δυνατὸν περιγίνεσθαι τῶν πολεμίων τοὺς ὁμοψύχους καὶ φιλαλλήλους.

[*](11. *προθεὶς] προσθεὶς 31. γὰρ] *δὲ 27. *ἐλεῖ] ἕλη τοῦ Bekk.] τὸ)
66

372. βαρυντέον τὸ παναίθῃσι. τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα, ἐν τῇ συνθέσει μὴ γινόμενα κύρια, τοτὲ μὲν φυλάσσει τὸν τόνον, ὅταν μετὰ προθέσεως συντίθηται, ὡς τὸ ἀνατολή· εἰ δὲ μετὰ ἄλλου τινὸς, ἀναβιβάζει τὸν τόνον, ἱστοδόκη καπνοδόκη. ὥστε καὶ τὸ ὑδρορρόη παρὰ Ἀττικοῖς ἀναλόγως βαρύνεται, τὸ δὲ ἀναρροή ὀξύνεται. παναίθῃσι δὲ ἀντὶ τοῦ ὁλολάμποις.

379. τοὺς δʼ αὐτοὶ βασιλῆες] καλῶς αὐτοὺς οἱ τραυματίαι κοσμοῦσιν, ἐκ τῆς ἰδίας διεγείροντες εὐψυχίας πρός προτροπὴν γενναίων ἔργων.

382. ἐσθλὰ μὲν ἐσθλός] τοῦτο ποιοῦσιν, ὅπως τὰ ἀσφαλέστερα ἔχοντες οἱ ἄριστοι κινδυνεύοιεν προθύμως. καὶ πῶς μετενδιδύσκονται; ἐπισφαλὲς γὰρ εἶναι δοκεῖ τὸ ἐναλλάσσειν τὰς πανοπλίας ἐν πολέμῳ, ὁπότε καὶ τοὺς ὡπλισμένους ἐπιτηροῦντες ἐτίτρωσκον· “ῤ᾿ ἴδε γυμνωθέντα βραχίονα” (Il. 12, 389). ἔχουσιν οὖν σκέπην τὰς ναῦς. ἀλλʼ οὐκ ἂν ὡμολόγησέ τις χείρων εἶναι, ὡς μὴ ἀτιμασθείη, ἀλλ᾿ ἑωρῶντο. εἰκός τε ἦν αὐτοὺς πεισθήσεσθαι διὰ τὸ μέγεθος τοῦ ἐπὶ ταῖς ναυσὶ κινδύνου, ἐπεὶ καὶ οἱ πλέοντες ἐν κινδύνῳ αὐτόχειρες γίνονται τῶν σκευῶν, τοὺς ναύτας παρωσάμενοι, εἰ ἄτεχνοί εἰσι. πῶς τε οὐκ ἔμελλον ἀπὸ τοῦ νῦν γενναίως ἕκαστος πολεμεῖν, εἰδὼς ὡς ζῶν ὑπὸ πολίτου σκυλευθήσεται μὴ πολεμῶν;

383. νώροπα] τὸν λαμπρὸν καὶ εὐόρατον, παρὰ τὸ νοῆσαι, οἷον νοηρός νωρός νῶροψ.

392. ἐκλύσθη] ἐκλυδωνίσθη σνναγανακτοῦσα Ποσειδῶνι καὶ αὔξουσα τὴν βοὴν τῶν Ἀχαιῶν. παρατηρητέον δὲ ὅτι πρὶν εἰπεῖν τι τῶν κατὰ τὴν μάχην, θορυβεῖ τὸν ἀκροατήν.

394. οὔτε θαλάσσης κῦμα] περισπούδαστόν τι δηλοῖ τὰς τοιαύτας πληθύνων παραβολάς. τρία δὲ ταῦτα ἴσμεν ἐν ἀνθρώποις ἰσχυρότατα, θαλάσσης κίνησιν, πυρὸς βρόμον, ἀνέμου ὁρμήν. παρέλαβε δὲ αὐτὰ πρὸς αὔξησιν, καί φησιν, οὔτε κῦμα πελάγιον περιρρησσόμενον ἄκρῳ τόπῳ κατὰ χαλεπὴν λύσσαν Βορέου, εἶτα τὸν βρόμον τοῦ πυρὸς οὐ κατοικιδίου, ἀλλʼ οὔρεος ἐν βήσσῃς, ὅ ἐστι κοιλώμασι· ψιλαὶ γὰρ αἱ ἀκρώρειαι, ὡς εἶναι ὅλου ὄρους ἐμπρησμόν. εἶτα ὁ ἄνεμος οὐ διὰ μαλακοῦ ἀέρος ἀνεμποδίστως θέων, ἀλλὰ διʼ ἀντιτύπων· [*](5. ὑδρορροή] ὑδροροή 13. *ἴδε] εἶδε 6. ἀναρροή] ἀναροή 20. πολίτου Bekk.] πολεμίου *ὁλολάμποις] ὁλολάμπροις 32. *ψιλαὶ] ὑψηλαὶ)

67
περὶ δρυσὶ γὰρ ὑψηλαῖς ἀντιτετειχισμέναις τῷ πνεύματι. οὐ παρα- βολαῖς δὲ χρῆται, ἀλλʼ ὑπερθέσεσιν, ὡς οὐκ ἔχων εἰκάσαι τὴν φωνὴν διὰ τὸ μέγεθος. ἑκάστη δὲ τῶν εἰκόνων ἐν ἄλλοις κατʼ ἰδίαν χρη- σάμενος, νῦν πάσας ἅμα παραλαμβάνει.

διὰ τοῦ βοάᾳ δηλοῖ ὡς οὐκ εἰς ὁμαλὴν ἠϊόνα ἐκπίπτει, εἰς ἀνώ- μαλον δὲ χέρσον, καὶ πνοιῇ βορέαο, ὃς εἴωθε κύματα μακρὰ κυλίνδειν. ἀλεγεινῇ δὲ, ἀλγεῖν παρεχούσῃ τοῖς ἐντυγχάνουσιν.

402. ἀκόντισε φαίδιμος Ἕκτωρ] ἄρχει τῆς συμβολῆς ἅμα μὲν ὡς προπετὴς καὶ ἐπαιρόμενος, ἅμα δὲ καὶ τὸ ἀξιόπιστον τῷ λόγῳ πρόσκειται, ἵνα πιθανὸν γένηται τοῦτον ἀρξάμενον τῆς συμβολῆς καὶ κακόν τι παθεῖν. οὐ συστάδην δὲ ἀγωνίζεται, πειραθεὶς αὐτοῦ ἐκ τοῦ μονομαχίου.

406. τώ οἱ ῥυσάσθην] τινὲς ὑπονοοῦσι θώρακα καὶ αὐτὸν μὴ ἔχειν. ἐκ τοῦ λέγειν, οἱ δύο τελαμῶνες αὐτὸν ἔσωσαν, κακῶς· διὰ γὰρ τὸ ἀτελὲς τῆς βολῆς τοῦτο μόνον λέγει.

χώσατο] ἐς ἂν εἰδὼς ὅτι παρώξυνται ὁ ἄριστος ἐπʼ αὐτῷ εἰς ὑποχώρησιν ἐτράπη.

408. ἐχάζετο] οὐ φεύγοντα ἐξ ὑποστροφῆς, ἀλλʼ οἷον ὑποχω- ροῦντα.

410. ἔχματα] ἐρείσματα πρὸς τὸ μὴ ἔνθα καὶ ἔνθα κλίνεσθαι.

413. τινὲς τὸν ἄτρακτον, ἀπὸ τοῦ περιστρέφεσθαι· οἱ δὲ τὸν βέμβικα· οἱ δὲ στρογγύλον λίθον. ὑπεροχὴ δὲ ῥώμης ἄνδρα τηλι- κοῦτον ἔνοπλον οὕτω δεδινῆσθαι. τινὲς δὲ ἐπὶ τοῦ λίθου ἀκούουσι· πῶς γὰρ ἂν ὑπὸ χερμαδίου οὕτω περιεστράφη; πῶς τε δρυὶ εἰκάζε- ται, ἡ πεσοῦσα αὐτοῦ μένει;

414. ὁ Αἴας Διὶ εἴκασται, ὁ λίθος κεραυνῷ, ὁ Ἕκτωρ δρυῒ μεγίστῃ πεσούσῃ ἐκ ῥιζῶν.

415. πρόρριζος] ἱστορικῶς· ἅπαντα γὰρ τὰ διόβλητα τῶν δέν- δρων ἐκ ῥιζῶν ἀνασπᾶται.

419. ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη] ἐπʼ αὐτῷ (δηλονότι τῷ δόρατι) πεσόντι ἐπισυνήφθη καὶ ἐπηκολούθησεν ἡ ἀσπὶς καὶ ἡ κόρυς· ἅμα γὰρ ὅλῳ συγκατηνέχθη τῷ σώματι.