Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

272. *τὰ βαρύτατα τῶν στοιχείων ὄμνυσι, καθάπερ ἐν τῇ συνη- θείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν.

κατὰ ξηροῦ καὶ ὑγροῦ ὀμνύουσιν, ἐπεὶ πάντα ἐκ ξηροῦ καὶ ὑγροῦ τὴν σύστασιν ἔχουσιν.

273. μαρμαρέην] τὴν λαμπρότητος θρεπτικὴν, ἤτοι τοῦ ἡλίου· ἄναμμα γὰρ, φησὶν, ἡλίου νοερὸν θάλασσα.

[*](3. ῆ addidit Vill. 18. ὁτὲ—ὁτὲ] ὅτι—ὅτι (*ὅτε— ὅτε) 4. ἀπόρησιν Bekk.] ἀπόρρησιν 28. *βαρύτατα] βαρύτερα 8. * Πορφυρίου] om. 33. *ἄναμμα] νάμα)
58

274. θεοὶ Κρόνον ἀμφὶς ἐόντες] ἢ συγκολαζόμενοι αὐτῷ, ἢ μᾶλ- λον ὑπʼ αὐτῷ ταγέντες. Τιτᾶνες δέ εἰσιν οἱ Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετὸς, Κοῖος.

276. Πασιθέην] ἐπίτηδες μὲν ἐσιώπησεν ἡ Ἥρα τὸ ὄνομα τῆς ἐρωμένης, ἵνα μὴ ὀνειδίζῃ τὸν ἔρωτα· ὁ δὲ Ὕπνος καὶ τὸ ὄνομα προσέθηκεν εἰς βεβαίωσιν. Πασιθέην δὲ, ὅτι πανταχοῦ δεῖ θέειν καὶ μὴ κεκρύφθαι τὴν χάριν. οὐκ οἶδε δὲ τὰ παῤ Ἡσιόδῳ ὀνόματα τῶν Χαρίτων. ὑποφαίνει δὲ διὰ τούτου ὡς οὐδὲ κοιμώμενον ἐπιλανθάνε- σθαι χάριτος δεῖ, καὶ ὅτι τῷ Ὕπνῳ ἔνεστιν ἡδονὴ καὶ χάρις· Πίν- δαρος δὲ χάριτος ἄρχοντα πρὸ πάντων τὸν ὕπνον ποιεῖ, αἰνιττόμενος τὸ συμβαῖνον περὶ τοὺς χαρίτων τυγχάνοντας, καί φησι, “παλαιὰ μὲν εὕδει χάρις,” ὡς λήθης καὶ ὕπνου τοὺς περὶ χάριν ἀχαρίστους ἔχοντος.

279. τοὺς ὑποταρταρίους] τοὺς ἐν τῷ Ταρτάρῳ ὄντας· οὐδὲν γάρ ἐστιν ὑπὸ Τάρταρον. Τιτὰν δὲ παρὰ τὸ τιτός, τιτάν.

282. πρήσσοντε] περῶ πρῶ, ὡς βείω βῶ, βορῶ βρῶ, ὁ μέλλων πρήσω.

283, 284. τὸ Ἴδην ἀντὶ τοῦ Ἴδης· ἔστι δὲ μέρος Ἴδης τὸ Λεκτόν. ἐν ὑπερβατῷ δὲ καὶ ἀναστροφῇ ἑρμηνευτέον τὸ δίστιχον οὕτως, ἵνα μὴ δύσφραστον ᾖ, Ἴδης δʼ ἱκέσθην πολυπίδακος Λεκτόν· τὼ δʼ ἐπὶ χέρσου πρῶτον βήτην ὅθι λιπέτην ἅλα. ἀκροτάτη δὲ ὕλη ἡ χαμαίζηλος πᾶσα καὶ μικρὰ βοτάνη.

*Λεκτὸν δὲ ὠνομάσθη ἐκ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν.

286, 287. πάρος Διὸς ὅσσε ἰδέσθαι] πρὶν ἴδῃ τοὺς ὀφθαλμοὺς τοῦ Διὸς, ὅπως μὴ πρὸ τοῦ δέοντος αὐτὸν κοιμίσῃ. ἐμφαντικώτατα δὲ εἴρηται, ὡς ἅμα τῷ προσβλέψαι τινὶ εὐθὺς κατακοιμίζοντος. τὸ δὲ εἰς ἐλάτην ἀντὶ τοῦ ἐπὶ ἐλάτην· ἔστι δὲ ἐπίμηκες καὶ ἄκαρπον δένδρον, ὡς ὁ ὕπνος.

288. μακροτάτη] μακροτάτην φησὶν ὡς πολλῶν καὶ ἄλλων οὐσῶν ἐκεῖ. καλῶς δὲ τότε· νῦν γὰρ οὐ φύεται ἐκεῖ.

289. ἔνθʼ ἧστʼ ὄζοισι] πιθανῶς, ἵνα καὶ διὰ τὸ ὕψος καὶ διὰ τοὺς κλάδους καὶ διὰ τὴν μεταμόρφωσιν μὴ ὁρῷτο.

290. ὄρνιθι λιγυρῇ ἐναλίγκιος] κατὰ τὴν καθέδραν· ἡ γὰρ ὄρνις οὐ καθέζεται. κρύπτει δὲ ἡ χαλκὶς ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλά- δους. εἰς δὲ τὸ ἐν ὄρεσι λείπει τὸ διατρίβουσαν.

291. χαλκίδα —κύμινδιν] ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, [*](8. *οὐδὲ] οὐ 15. *βείω] βιῶ)

59
χαλκίζων τῇ χροιᾷ, ἔχων μέγεθος ἱέρακος, φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (H. A. 9, 12). εὐεπίφορον δὲ εἰς ὕπνον τὸ ὄρνεον.

292. Γάργαρον] τὸ ἄκρον Γάργαρον, ἡ δὲ πόλις θηλυκῶς, καὶ οἱ πολῖται Γαργαρεῖς.

294. ὡς δʼ ἴδεν] ἐπαναλαμβάνει τὸ ἴδεν, ὑποφαίνων ὡς οὐκ ἐν παρέργῳ αὐτὴν εἶδεν. ὅμοιον δέ ἐστι τῷ “ἠράσατ᾿ ὀφθαλμοῖσιν ἰδών” (Il. 16, 182). τὸ δὲ πυκινάς πρὸς ἐπίτασιν τοῦ πάθους. ἀμφεκάλυψε δὲ ἀντὶ τοῦ ἤγρευσεν, ἀπὸ τῶν δικτύων.

295. * Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων βιασάμενος Εὐρυμέδων ἔγκυον ἐποίησεν· ἡ δὲ Προμηθέα ἐγέννησεν. Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.

296. φίλους λήθοντε τοκῆας] καὶ πῶς φησὶ (202) παῤ Ὠκεανῷ αὐτὴν τρέφεσθαι; ἢ τὸ ἀτιτάλλειν οὐκ ἐκ νηπίας, ἀλλὰ τὸ ἐπιμελῶς τρέφειν φησί· “τοὺς μὲν τέσσαρας αὐτὸς ἔχων ἀτίταλλʼ ἐπὶ φάτνῃ” (Il. 5, 271). λάθρα οὖν ἐμίγη. ὅτε δὲ ἐταρταρώθη ὁ Κρόνος, ὡς παρθένος ὑπονοουμένη ἐξεδόθη Διὶ παρὰ Τηθύος καὶ Ὠκεανοῦ. τεκοῦσαν δὲ τὸν Ἥφαιστον ἐκ τῆς νοθείας τῆς πρώτης φασὶ προσποιεῖσθαι ὅτι ἄνευ μίξεως κύει. φασὶ δὲ τὸν Δία ἐν Σάμῳ λάθρα τῶν γονέων ἀποπαρθενεῦσαι τὴν Ἥραν· ὅθεν Σάμιοι μνηστεύ- οντες τὰς κόρας λάθρα συγκοιμίζουσιν, εἶτα παρρησίᾳ ποιοῦσι τοὺς γάμους. τοκῆας οὖν τοὺς περὶ Κρόνον καὶ Ῥέαν· ἔνιοι δὲ τοὺς προ- γόνους τοὺς περὶ Ὠκεανὸν καὶ Τηθύν.

297. στῆ δʼ αὐτῆς προπάροιθεν] κινηθεὶς ὑπὸ τῆς ἐπιθυμίας εἰκό- τως αὐτὸς τῇ γυναικὶ πρόσεισιν.

298. τόδʼ ἱκάνεις] λείπει τὸ ὄρος· οὐ γινώσκει δὲ τὴν συσκευὴν διὰ τὰ πάθη “ἅ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.”

299. ἵπποι δʼ οὐ παρέασι] ἁρμοδίως πάνυ καταπαύει τὴν ὁδὸν ὡς μὴ τῶν ἐπιτηδείων παρόντων, ἵνα πείσας μένειν εὗ τῇ σχολῇ χρή- σηται· οὐ γὰρ πιθανὸν ἦν ἀποτρέψαντα τῆς ὁδοῦ θέλειν ἐμπελάζειν. προφάσει οὖν χρῆται. ἡ δὲ δολίως ἐπιτείνει τὴν ἐπιθυμίαν τοῦ ἀν- δρὸς, φάσκουσα πάντα αὐτῇ εὐτρεπῆ εἶναι τὰ πρὸς τὴν ὁδόν. δολίαν δὲ εἰσάγει τὴν Ἥραν καὶ ἐν τῷ περὶ Ἡροκλέους· “δολοφροσύνῃσʼ [*](1. *φασσοφόνος] φασσόφωνος 9. Lemma rubrum ἱστορία 12. *τοῦ] om.)

60
ἀπάτησε” (Il. 19, 97). σχεδὸν οὖν κηρύττει ὁ ποιητὴς φυλάτ- τεσθαι τῶν γυναικῶν τοὺς λόγους.

301. ἀθετοῦνται οἱ στίχοι ὡς ἀμβλύνοντες τὴν ἐπιθυμίαν Διὸς, κακῶς· οὐ γὰρ ἠμβλύνθη. περὶ ἀφροδισίων γὰρ λέγουσα ἐπιτείνει τὸ πάθος, καὶ τὸν πόθον πλέον ἐξάπτει. ἄλλως τε λέγονται, ἵνα μὴ ὕστερον αἰτία ᾖ ὡς εἰς τοῦτο ἐπίτηδες ἐλθοῦσα.