Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

240. θρῆνυν] οὐδέτερον μέν ἐστι λῆγον εἰς υ· οὗτος δὲ ἀρσενικῶς αὑτὸ ἔφη. γίνεται δὲ παρὰ τὸ θρᾶνον, ὅ ἐστι μικρὸν ὑποπόδιον.

243. πρέσβα] ἀντὶ τοῦ πρεσβυτάτη, ὡς τὸ “δῖα θεάων.” τὴν ἴσην δὲ τιμὴν ἀνταπέδωκεν αὐτῇ.

245. καὶ ἂν ποταμοῖο ῥέεθρα] τεχνικώτατα διαλέγεται, τοῦ μὲν καὶ νῦν κρατῆσαι τοῦ Διὸς δύνασθαι πίστιν ἐπάγων ἐκ τῶν ἐπὶ τῷ Ὠκεανῷ, τοῦ δὲ μὴ δύνασθαι νῦν ποιῆσαι ἀπολογίαν κομίζων τὸ μηδὲ πρόσθεν αὐτῷ λυσιτελῆσαι τοῦτο πρᾶξαι, ἐξ οὗ δύο χρήσιμα πράττει, τήν τε δοθησομένην ἐπιτείνει δωρεὰν, καὶ τῆς παλαιᾶς εὐερ- γεσίας τὴν Ἥραν ὑπομιμνήσκει· λέγει γὰρ ὅμως πρὸς ταῦτα ὑπη- ρετήσειν, ἃ μὴ κίνδυνον αὐτῷ φέροι.

246. *γένεσις] πῶς Ἡσιόδου (Th. 216) πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος, Ὅμηρός φησι γεγενῆσθαι τὸν Ὠκεανὸν ποτα- μόν; ῥητέον οὖν ὅτι ἕκαστος εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλο σοφώτερον· τὸ γὰρ ὕδωρ τῶν πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσ- σάρων στοιχείων, ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτό φησιν.

ἐκ γὰρ ὕδατος πάντα τὰ στοιχεῖα· ὅθεν καὶ τὸ σπέρμα πνεῦμά ἐστιν ὑγρῷ κραθέν. διὸ καὶ κουροτρόφοι καλοῦνται οἱ ποταμοί.

249. Ἀρίσταρχος ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμή, ἵνʼ ᾖ, ἤδη γάρ με καὶ εἰς ἄλλο ἐπαίδευσεν ἡ σὴ πρόσταξις. εἰ γὰρ ἦν ὅτι τῇ ἰδίῳ ὁ Ζεὺς, ἔδει ἐπάγειν ὑπέρθυμος υἱὸς ἑός. οἱ δὲ ἄλλοτε ᾗ ἐπίνυσσεν ἐφετμῇ, τουτέστι τῇ ἰδίᾳ ἐσωφρόνισε καὶ ἐνουθέτησεν ἀπειλῇ. λέγει δὲ τὸ πρᾶγμα κίνδυνον φέρειν, ἵνα καὶ παρωσάμενος συγγνώμην ἔχῃ καὶ ποιῶν μείζονα δοκῇ αὐτῇ χαρίζεσθαι.

252. Διὸς νόον] τὸν Δία, ὅς ἐστιν ὁ τοῦ κόσμου νοῦς.

253. ἀμφιχυθείς] ὑγρὸς γὰρ ὁ ὕπνος, καὶ μᾶλλον τοῖς ὑγροῖς ἐπιχεόμενος.

[*](2. ἀντιλέξει Bekk.] ἀντιλέξαι 27. ἄλλοτε ᾖ ἐπίνυσσεν Bekk.] 16. * ὑπηρετήσειν] ὑπηρετῆσαι ἄλλο τεῇ ἐπίνυσεν 22. * στοιχείων] ὅλων 28. *ἐσωφρόνισε] ἐσωφρόνησε 25. ἐπίνυσσεν] ἐπίνυσεν)
56

255. * Κόωνδ᾿] Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν, γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη ἀνέμῳ· κατασυρεὶς δὲ εἰς Κῶν τὴν Μεροπίδα ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασι- λεύοντος αὐτῆς. βιασάμενος δὲ καὶ ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τόν τε Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ, μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ Θεσσαλὸν ἐγέννησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.

εὖ ναιομένην] ἢ δι᾿ εὐβοσίαν, ἢ τὴν οὐ τότε, ἀλλʼ ὕστερον, ἢ τὴν ὑπὸ τῶν γενναίων οἰκουμένην, οἳ νομίσαντες αὐτὸν λῃστὴν ἐπηρέασαν αὐτῷ.

256. φίλων] ἢ τῶν πολιτῶν ἢ τῶν ἰδίων, ὡς τὸ “ἀπὸ μὲν φίλα εἵματα δύσω” (Il. 2, 261)· ἰδίᾳ γὰρ νηῒ ἐκεῖ κατῆλθεν.

257. θεούς] δηλονότι τοὺς συλλαμβάνοντας τῇ Ἥρᾳ. ἡ δὲ ἀπό- τασις εἰς τὸν Ἥφαιστον· φησὶ γοῦν ἐν τῇ A (590) “ἤδη γάρ με καὶ ἄλλοτʼ ἀλεξέμεναι μεμαῶτα ῥῖψε ποδὸς τεταγών.” ὅτι δὲ ἐπε- βοήθουν τινὲς τῇ Ἥρᾳ, τοῦτο διέθηκεν ὁ Ζεὺς εἰπὼν ἐν τοῖς ἑξῆς “λῦσαι δʼ οὐκ ἐδύναντο· ὃν δὲ λάβοιμι, ῥίπτασκον” (Il. 15, 22). τὸ δὲ ἔξοχα πάντων ἀντὶ τοῦ κατʼ ἐξοχὴν παρὰ πάντας.

258. ἄϊστον] ἀνιστόρητον. τὸ δὲ ἔμβαλε ἀντὶ τοῦ ἐμβαλὼν ἐποίησεν, ὡς τὸ “βροτὸς οὔτασεν ἀνήρ” (Il. 5, 361) ἀντὶ τοῦ οὐτάσας ἐποίησεν.

259. δαιμονίως τοῦτο λέγει· ὡς γὰρ τὸν Ὕπνον ἄνακτα θεῶν καὶ ἀνθρώπων φησὶν, οὕτω καὶ τὴν Νύκτα δμήτειραν θεῶν καὶ ἀνδρῶν, ἤτοι δαμάστριαν.

260. ἱκόμην] ἱκέτευσα. εἰκότως· φυσικώτερος γὰρ ὁ ἐν νυκτὶ ὕπνος τοῦ μεθʼ ἡμέραν.

261. θοῇ] τινὲς φίλῃ, ὃ καὶ ἄμεινον· τί γὰρ πρὸς τιμὴν ἡ θοὴ Νύξ; διδάσκει δὲ ὡς χρὴ καὶ ὀργῆς κρατεῖν εἰς πρόσωπον αἰδέσιμον ἀφορῶντας.

262. ἀμήχανον] πρὸς ὃ μηχανὴν σωτηρίας οὐκ ἂν εὑροίμην.

264. Ὕπνε, τίη δέ] ἄκρως διασύρει τὸ πᾶν, οὐδὲ ἀξιοῦσα εἰς ἔν- νοιαν αὐτὸν λαμβάνειν οὐδὲ παραβάλλειν τὰ παρόντα ἐκείνοις· οὐ γὰρ ὁμοίως κινηθήσεσθαι τὸν Δία ἐπὶ τοῖς Τρωσὶ κακωθεῖσιν, ὡς [*](1. Lemma in marg. rubrum 7. * ἡ—Φερεκύδει] om. 18. *παρὰ] περὶ ἱστορία 3. Κῶν] *Κῶ)

57
ὑπὲρ τοῦ ἰδίου παιδὸς ἐχαλέπηνε. καὶ ἔστιν ἠθικόν· ὡς γὰρ πρόδη- λον ὂν τὸ τῆς συγκρίσεως, αὐτὸν τὸν Ὕπνον ἐρωτᾷ αὐτό.

265. τὸ μὲν η βαρυνόμενον ἐρώτησιν δηλοῖ, τὸ δὲ περισπώμενον ἀπόρησιν.

267. ἀλλʼ ἴθʼ ἐγώ] τεχνικὸν καὶ τοῦτο· ὡς γὰρ ἤδη πείσασα οὐκ- έτι αἰτεῖ, ἀλλʼ ὑπουργεῖν λοιπὸν προτρέπει. συνάπτει δὲ τῇ προ- τροπῇ καὶ τὴν ὑπόσχεσιν.

*Πορφυρίου. διὰ τί Ἥρας ὑποσχομένης τῷ Ὕπνῳ δώσειν θρόνον ἀρνεῖται, αἰτεῖται δὲ Χααρίτων μίαν ὁπλοτεράων; καὶ τί βού- λεται ἡ ὁπλοτέρα Χάρις; ῥητέον οὖν· τὸν μὲν θρόνον ἀρνεῖται, ὅτι Ὕπνος θρόνου οὐ δεῖται· Θανάτου γὰρ τὸ τοιοῦτον, περιφοίτητον δὲ ὁ Ὕπνος πάθος ἐστὶ καὶ τῶν ἐπιόντων καὶ τῶν ἀπιόντων. Χάριν δὲ αἰτεῖται οὐ προκαταρκτικὴν, ἀλλʼ ἀμειπτικήν· ἀνθʼ ὧν γὰρ εὖ ποιεῖ, ἀξιοῖ λαβεῖν τὴν ἀμοιβὴν, οὐκ ἐξ ὧν αὐτὸς προκατήρχθη. αἱ μὲν οὖν προκατάρχουσαι Χάριτες εἶεν ἂν πρεσβύτεραι, αἱ δὲ ἀμειπτικαὶ ἔτι νεώτεραι· μεταγενέστερον γὰρ, καὶ διὰ τοῦτο νεώτερον, τὸ δεύτερον τοῦ προτέρου. διόπερ τῶν ὁπλοτέρων φησὶν αἰτεῖσθαι μίαν Χαρίτων.

270. χήρατο δʼ Ὕπνος] πιθανῶς, ὁτὲ μὲν θρόνον ὠνόμασεν, οὐκ ἤνυσεν, ὁτὲ δὲ γάμον, ἐπιτείνοντος τὴν ἐπιθυμίαν τοῦ κεστοῦ· πρὸς γὰρ ἐρωτικὰ μόνα δυνατώτατός ἐστι. δύο δὲ θεοὺς ἡ Ἥρα διʼ ἡδονῆς ἐξηπάτησεν.

271. ἀάατον] ὑπερεπιτατικὸν εἶναι τὸ τοιοῦτόν φασιν, ὃ ταυτόν ἐστιν ἑνὶ ἀπλῷ. δηλοῖ δὲ τὸ λίαν βλαπτικώτατον. κατὰ Στυγὸς δὲ ὀμνύναι λέγει, ὅτι τὸ Στυγὸς ὕδωρ στυγνότητος αἴτιόν ἐστι τοῖς ψευδομένοις, ἀπελέγχον αὐτοὺς καὶ τοῦ ἐν ἡδονῇ ζῆν στερίσκον.

*τὸ α καὶ στέρησιν καὶ ἐπίτασιν δηλοῖ, ὡς ἀβλαβὲς μὲν τοῖς εὐόρκοις, πολυβλαβὲς δὲ τοῖς ἐπιόρκοις.