Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

191. τὴν εὐθεῖαν χρώς φησιν ὁ ποιητὴς, τὰς δὲ πλαγίας ὡς ἀπὸ τοῦ χροῦς κλίνει. καὶ συντίθησι δὲ τὴν λέξιν, ταμεσίχροας (Il. 13, 340.) λέγων ὡς ἀπὸ τῆς ταμεσίχρους εὐθείας. οὕτως δὲ καλεῖ καὶ τὴν ἐπιφάνειαν καὶ τὴν ἐντοσθίδιον σάρκωσιν.

πᾶς] ὅλος Ἕκτωρ, ἢ ὁ χρὼς αὐτοῦ.

192. ὀμφαλόν] τὸ μέσον, ἢ τὸ ἐπιτιθέμενον αὐτῇ πρὸς κόσμον.

194. νεκρῶν ἀμφοτέρων] ὥστε μήτε τὸν πολέμιον σκυλεῦσαι μήτε τὸ τοῦ οἰκείου σῶμα λαβεῖν.

198. τὰ ἐν τῇ παραβολῇ ὡς καθʼ ὑπόθεσιν ἐκδεκτέον. οὐ γὰρ συμμαχοῦσιν ἀλλήλοις λέοντες, ἀλλὰ τοῦ ἑνὰς ἁρπάσαντος συναρ- πάζει ὑπαντῶν ὁ ἕτερος, ἑκατέρου τὴν ἄγραν εἰς ἑαυτὸν κατάγοντος, ὡς καὶ Αἰσχύλος (Fr. 33) “εἷλκον ἄνω λυκηδόν.”

199. *ῥωπήϊα] οἱ τόποι ἐν οἷς ῥῶπες φύονται. ῥῶπες δὲ πολύ- φυλλα καὶ ἱμαντώδη φυτὰ δρυῶν.

[*](17. *βρέχειν] βράχειν)
11

203. κόψεν Ὀϊλιάδης] οὐ γὰρ ἦν τοῦτο τῆς μεγαλοπρεπείας τοῦ Τελαμωνίου τὸ νεκροῦ τεμεῖν κεφαλὴν καὶ τοῖς πολεμίοις ῥίπτειν, ἀλλὰ περὶ τοὺς ζῶντας ἐπονεῖτο.

ὑπεραπολογεῖται αὐτοῦ ὁ ποιητὴς παρεντιεὶς τὸ κεχολωμένος. θαυμαστῶς δὲ τῇ ἐπεξεργασίᾳ χρῆται· ὁ μὲν Ἕκτωρ τοῦ Ἀμφι- μάχου οὐδὲ τὸ κράνος ἀφελεῖν ἐδυνήθη, ὁ δὲ Ἕλλην οὐ μόνον τὰ ὅπλα ἐσύλησεν, ἀλλὰ καὶ τὸ σῶμα ἐλυμήνατο. ὠμὸν δέ φασι καὶ οὐχ Ἑλληνικὸν τὸ ἔργον· ἀλλὰ σύγγνωστον ὑπὲρ φίλου ἀγανακ- τοῦντι, ὃ δηλοῖ καὶ τὸ ἐπιφώνημα.

204. σφαιρηδόν] δίκην σφαίρας. τὸ δὲ ἑξῆς οὕτως, ἧκε δέ μιν διʼ ὁμίλου σφαιρηδὸν, συστρέψας τὴν χεῖρα πρὸς τὸ εὔτονον τῆς βολῆς. χαρίεν δὲ τὸ σύμπτωμα· ὁ μὲν γὰρ ἁπλῶς ἔρριψεν εἰς τοὺς πολεμίους, συνέβη δὲ παρὰ τὸν Ἕκτορα ἐνεχθῆναι τὴν κεφαλὴν ὥσπερ εἰς ἔλεγχον ὧν αὐτὸς ἀπέτυχεν.

207. υἱωνοῖο] τοῦ Ἀμφιμάχου δηλονότι, ὃν ὁ Ἕκτωρ ἀνεῖλεν.

210. δουρικλυτός] ἁρμόδιον τὸ ἐπίθετο· οἱ γὰρ λοιποὶ Κρῆτες τοξόται μόνον ἦσαν.

211. ἑταίρου] λείπει τὸ τίνος· οὐ γὰρ ἐξ ὀνόματος αὐτὸν ἐκάλε- σεν ὅστις ἦν. λέγει δὲ ὅτι συνήντησεν αὐτῷ ἐρχόμενος ἀπὸ σκηνῆς τινὸς ἑταίρου, οὗ καὶ ἡ σκηνὴ πλησίον τῆς μάχης ἦν, καὶ εἰς τὴν ἰδίαν πόρρω οὖσαν ἀπιών. πρὸ Μηριόνου δὲ ἀναχωρεῖ τῆς μάχης.

212. ἰγνύην λέγει τὸ ὀπίσω τοῦ γόνατος μέρος, παρὰ τὸ ἱκνεῖ- σθαι. ἦλθε δὲ ἀντὶ τοῦ ἀπηνέχθη εἰς τὴν σκηνήν.

216. εἰσάμενος φθογγὴν] ἀπὸ μέρους δηλονότι τὸ ὅλον σῶμα.

219. Ἰδομενεῦ] ὁ μὲν ἀκροατὴς ἀκούσας τὸ “καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη” προσδοκᾷ τινὰ συμβολὴν πολέμου γενέσθαι μεγίστην· ὁ δὲ ποιητὴς φιλοποίκιλος ὢν ἄλλα ἐπεισάγει, τὴν συνάν- τησιν αὐτοῦ, τὴν ἐρώτησιν καὶ ἀπόκρισιν, τὸν ὁπλισμὸν Ἰδομενέως, καὶ ἕτερα. ἀπειλαὶ δὲ αἱ καυχήσεις.

224. οὔτε τις ὄκνῳ] πάντα περιέλαβεν ἐξ ὧν ἄν τις αἰτιαθείη· ἢ γὰρ διʼ ἀπειρίαν ἢ διὰ δέος ἢ διʼ ὄκνον φεύγουσι τὰ δεινά.

228. μενεδήϊος] μένων τοὺς δηΐους. Ἑλληνικὸν δὲ τὸ φρόνημα· οὐ γὰρ ἀποκάμνει ταῖς τύχαις, ἀλλὰ καὶ ἄλλους προτρέπεται.

233. κυνῶν μέλπηθρα γένοιτο] παίγνια· μετὰ κόρον γὰρ σφαι- [*](1. *τοῦ T.] τοῦ om. 2. τεμεῖν] ἀποτεμεῖν Bekkerus.)

12
ρίζουσι καὶ διαρριπτοῦσιν οἱ κύνες τὰς σάρκας, λέων δὲ τὸ πᾶν ἐσθίει.

235. ἀλλʼ ἄγε] Ἑλληνικῶς τε καὶ λίαν φιλαλλήλως εἰς προθυ- μίαν ἀλείφουσιν ἀλλήλους, ὃ χαρακτὴρ γενναίων.

236. σπεύδειν] μετὰ κακοπαθείας καὶ ταλαιπωρίας ἐνεργεῖν.

237. οὐδεμίαν καταλείπει τοῖς γενναίοις πρόφασιν εἰς τὸ μὴ ἀνδρίζεσθαι, εἴγε καὶ δειλοὶ ἀλλήλοις συνιόντες συμφέροντα δρῶσιν ἔργα. εἰ γὰρ τῶν μάλα λυγρῶν συμφέρουσα γίνεται ἡ ἀρετὴ, πόσῳ μᾶλλον τῶν γενναίων;

238. νῶϊ δέ] τὸ φορτικὸν ἐξέφυγεν, εἰπὼν ὅτι καὶ γενναίοις ἰσόμαχοί ἐσμεν ἡμεῖς· ἐπιστάμεθα γὰρ ἀντὶ τοῦ δυνάμεθα.