Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

141. ἀσφαλέως] ἀνεμποδίστως, μὴ σφαλλόμενος τῆς τοῦ θεῖν σφοδρότητος.

143. εἵως] ἕως τινὸς μέν. οἱ δὲ ἀντὶ τοῦ τέως.

146. μάλʼ ἐγχριμφθείς] ἀντὶ τοῦ λίαν ταῖς φάλαγξιν ἐμπελασθείς.

147. ἀμφιγύοισιν] ἀμφοτέρωθεν βλάπτουσι καὶ γόον ἐπάγουσιν, ἀπὸ αἰχμῆς τε καὶ στύρακος.

149. διαπρύσιον] διαφανὲς, τουτέστι τῇ φωνῇ ὡς πυρσῷ ἐσή- μανεν. ἢ τὰς πάντων διαπερῶν ἀκοάς.

151. παρμένετʼ] περιμένετε ἀλλήλους. αὐτὸς γὰρ ἔχει Δία, καὶ οὐ προσδεῖταί τινος.

153. οἴῳ] ἄμεινον εἶναι μόνῳ, ἵνα μὴ Ἕκτωρ διστάζῃ, ἢ τὸ ὀΐω ἀντὶ τοῦ πέπεισμαι· “ἢ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν” (Il. 1, 78).

155. μένος λέγει τὴν προθυμίαν, παρὰ τὸ μένω τὸ προθυμοῦμαι.

158. ὑπασπίδια προποδίζων] οὐ προβάλλων τὰ ἴχνη πρὸ τῆς ἀσπίδος. ἐν βραχεῖ δὲ δεδήλωται ὁ μετέωρα βαίνων καὶ τῷ κύκλῳ τῆς ἰδίας ἀσπίδος τὸ σῶμα κρύπτων.

*ἐκ τούτου δῆλον ὅτι οὐκ εἶχεν ὁ Δηίφοβος ἀμφιβρότην ἀσπίδα.

160. καὶ βάλεν οὐδʼ ἀφάμαρτε] βάλλειν καὶ οὐχ ἁμαρτεῖν παρὰ τῷ ποιητῇ τὸ αὐτὸ δηλοῖ· οἷον ἐπέτυχεν, ἀλλʼ οὐκ ἀπέτυχεν.

161. τῆς δʼ οὔτι διήλασεν] οὐδὲ τὸ τυχὸν, φησὶ, διʼ αὐτῆς ἦλθε.

162. ἐν καυλῷ] ἀντὶ τοῦ κατὰ τὸν καυλὸν, ὡς τὸ “ἄξαντ᾿ ἐν πρώτῳ ῥυμῷ” (Il. 6, 40). λέγει δὲ τὸ καθιέμενον εἰς τὸ κοῖλον τοῦ δόρατος μέρος.

165. χώσατο] συνεχύθη τὴν ψυχήν· οὔτε γὰρ ἐπὶ χαρᾶς οὔτε ἐπὶ ὀργῆς τίθεται. καὶ φθέγγεται μὲν οὐδέν (οὐ γὰρ οἰκεῖον ἦν τῷ καιρῷ), τῇ δὲ ψυχῇ λελύπηται.

168. οἰσόμενος] ἑαυτῷ. διὰ τί δὲ οὐκ ἄλλον πέμπει, ἀλλʼ αὐτὸς ἄπεισιν: ὅτι ἐν τῷ θορύβῳ κεχώρισται τῶν δορυφόρων, καὶ ἡ σκηνὴ πλησίον ἦν, καὶ οἱ πεμπόμενοι οὐχ ὁμοίως ταχεῖς· καὶ παρὼν δὲ ὅμοιος ἦν τῷ μὴ παρόντι δόρυ μὴ ἔχων. τοὺς μὲν οὖν ὡς τραυματίας [*](10. γόον] γυῖον Bekkerus. 23. οὺχ ἁμαρτεῖν Cobetus] οὺχ om.)

10
πιθανῶς ὁ ποιητὴς, τοὺς δὲ καὶ ὅπλων ἐνδεεῖς ποιεῖ. δύο δὲ εἶχε δόρατα, οἷς αὐτὸς ἐχρῆτο· διάφορα γὰρ τὰ τῶν βασιλέων· εἶχε δὲ καὶ ἄλλα πολλά,

*διαφέρει δὲ τὸ οἴσων τοῦ οἰσόμενος· οἴσων μὲν γὰρ ἑτέρῳ, ὡς τὸ “οἴσετε δʼ ἄρνα λευκόν” (Il. 3, 103), οἰσόμενος δὲ ἑαυτᾷ.

171. Ἴμβριον αἰχμητήν] πιθανῶς ἐφʼ ἑκάστῳ τῶν ἐπισήμων τὴν διήγησιν κατὰ τὰς ἀναιρέσεις ἐκφέρει· τὸ μὲν γὰρ προεκθέσθαι περὶ ἑκάστον περιττὰν, τὸ δὲ ἐν τοῖς συμπτώμασι παραδιηγεῖσθαι πι- θανόν.

179. ἥ τʼ ὄρεος κορυφῇ] ἐν πεδίῳ γὰρ οὐ φύεται ἢ μικρά. ἔμ- φασιν δὲ ἔχει ἄνωθεν πίπτουσα ἡ μελία. περιφαινομένου δὲ περιορωμένου, ἢ ὑπερφαινομένου.

180. φύλλα τοὺς κλάδους, ὡς οὗτος τὰ ὅπλα· τέρενα δὲ τὰ χλωρά. ἔοικε δὲ ὁ ποιητὴς τῇ μελίᾳ συνάχθεσθαι.

181. * βράχε] ὠνοματοπεποίηκεν. ἐντεῦθεν δὲ ἀπὸ τοῦ ἤχου τῶν ὑδάτων καὶ τὸ βρέχειν ὠνόμασται.

184. ἄντα ἰδών] λείπει τὸ φερόμενον. χάλκεον δὲ ἀπὸ μέρους.

187. δούπησεν δὲ πεσών] κατὰ καρδίας καὶ πνεύμονος ἡ πληγή· διὸ ταχεῖα καὶ ἡ πτῶσις.