Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

242. ἀστεροπῇ ἐναλίγκιος] πρὸς τὴν λαμπρότητα τῶν ὅπλων καὶ πρὸς τὸ τάχος τοῦ φοροῦντος ἡ ὁμοίωσις. οὐκ ἐπειδὴ δὲ ἔτρεχεν, ἔλαμπεν, ἀλλʼ ὅτι καὶ ἔτρεχε καὶ ἔλαμπεν ὁ χαλκὸς, ἀστεροπῇ αὐτὸν εἰκάζει.

249. ἐν ἑνὶ στίχῳ καὶ τῆς συγγενείας καὶ τῆς ἰσχύος καὶ τῆς φιλίας αὐτὸν ὑπέμνησεν.

251. ἠέ τι βέβληαι] ἆρα μέρος, φησὶ, τι τοῦ σώματος ἐτρώθης, καὶ ἡ ἀκίς σε τείρει;

252. ἠέ τευ ἀγγελίης] ἀπό τινος, ἢ περί τινος. τὸ δὲ μετʼ ἐμέ ἀντὶ τοῦ ἐπʼ ἐμέ ἢ περὶ ἐμέ.

257. κατεάξαμεν ὃ πρὶν ἔχεσκον] πληθυντικῷ ἑνικὸν ἐπήγαγεν Αἰολικῶς. οἱ δὲ κατέαξα μὲν, ἵνα ᾖ, ὃ πρὶν μὲν εἶχον, κατέαξα.

261. ἐνώπια παμφανόωντα] τοὺς κατὰ τὴν εἴσοδον τοίχους, ἤτοι τοὺς ἀπέναντι τῶν εἰσόδων. οἱ δὲ τὰ πρόθυρα διʼ ὧν τὸ φῶς εἰσέρ- ἀργεῖν.

262. οὐ γὰρ ὀΐω] οὐκ ἀλαζονεύεται, ἀλλʼ ἐρεθίζει αὐτὸν, λελη- θότως ἐπιδεικνὺς ὡς ἔστι καὶ πολεμίου δόρατι ὡπλισμένον μὴ ἀργεῖν.

265. γανόωντες] στίλβοντες, ἀπὸ μεταφορᾶς τῆς γῆς τῆς κομώ- σης τοῖς καρποῖς.

268. οὐ σχεδὸν ἔστιν ἑλέσθαι] δηλοῖ ὅτι ἄκων τῆς μάχης ὑπο- λείπεται, ὅπου μηδὲ ἐφʼ ὃ ὥρμηται βαδίζειν ἐθέλει, ἀλλὰ ἀναδύεται.

269. οὐδὲ γὰρ οὐδʼ ἐμέ] τὸ ἓν οὔ περιττεύει. τὸ δὲ λελασμένον ἀντὶ τοῦ ἐπιλήσμονα, ἢ ἐπιλαθέσθαι.

[*](30. στίλβοντες Bekkerus] στίλβουσαι)
13

270. μετὰ πρώτοισι] ἀντὶ τοῦ ἐν πρώτοις. δοτέον δὲ Μηριόνῃ τὸν ἔπαινον πρὸς ἰδίαν ὠφέλειαν. Ἰδομενεὺς μὲν γὰρ αὐτὸν ἀπὸ τῶν ἰδίων ἐγκωμίων προτρέπεται· ὁ δὲ ἀντεπεισάγει ὡς αὐτεπάγγελτός ἐστιν ἐν τῇ μάχῃ.

275. ἀρετήν] τὴν κατὰ τὸν πολεμον ἀνδρείαν. τὸ δὲ ταῦτα λέγεσθαι ἀντὶ τοῦ περὶ τούτων λέγειν.

276. * εἰ γὰρ νῦν] οὕτως συντακτέον· εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι ἐς λόχον· οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. τὰ δὲ λοιπὰ διὰ μέσου πρὸς τὸ δυσυπομόνητον εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν.

277. ἔνθα μάλιστʼ] ἐν μὲν γὰρ τοῖς πολέμοις ἔστι συνιδεῖν πρὸς ποίους καὶ πόσους πολεμοῦμεν· ἐν δὲ τοῖς λόχοις εὐτολμία φανεροῦται.

279. κακοῦ] τοῦ δειλοῦ· ψυχῆς γὰρ κάκωσις ἡ δειλία.

281. μετοκλάζει] ὀκλάζων μετακαθέζεται ὁ δειλός· ἢ ὁ θυμὸς αὐτὸν ὀκλάζειν ποιεῖ. ἐπεξηγεῖται δὲ τὸ μετοκλάζει διὰ τοῦ ἐπʼ ἀμφοτέρους πόδας ἵζει. ἀκόπως δὲ τὸ σχῆμα τοῦ ἀποδειλιῶντος ἐσήμανε καὶ συμμεταβάλλοντος τὸ σῶμα ταῖς τῆς ψυχῆς μεταβο- λαῖς· ἅμα καὶ τοῦ δειλοῦ. ἐζωγράφησε δὲ ἀμφοτέρους, παρακαλῶν ἡμᾶς εἰς ἀλκήν.

282. κῆρας ὀϊομένῳ] πολλοὺς θανάτους ὑπονοοῦντι.

284. οὔτε τι λίην] ἀντὶ τοῦ οὐδὲ ὅλως. ἢ ὅτι τὸ μηδὲ ὅλως φοβεῖσθαι ἀναισθησία· ἡ γὰρ ἀρετὴ μεσότης, οὐκ ἀκρότης.

287. τεόν γε] τοῦ θαρσαλέου δηλονότι. λείπει δὲ τὸ τίς.

291. προμάχων ὀαριστύν] τὴν μάχην μεταφορικῶς· κυρίως γὰρ ὀαρίζειν τὸ διδόναι τι καὶ λαμβάνειν καὶ ὁμιλεῖν.