Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

96. ἁμάς] αὐτὸς γὰρ αὐτὰς εἰς Ἴλιον ἤγαγε· “καὶ νήεσσί” φησιν “ἡγήσατʼ Ἀχαιῶν” (Il. 1, 71).

98. νῦν δὴ εἴδεται ἦμαρ] φαίνεται. λείπει δὲ τὸ τοῦ, τοῦ ὑπὸ Τρωσὶ δαμῆναι. ἀντὶ τοῦ προφανές ἐστιν ὡς ἐν τῇ νῦν ἡμέρᾳ ἀπο- λούμεθα. ἐντέχνως δὲ τὸ φιλότιμον αὔξει τῶν νέων, τὴν αἰτίαν τοῦ σωθῆναι καὶ ἀπολέσθαι αὐτοῖς ἀναφέρων.

101. Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας] ἐν ἤθει μετὰ θαύματος. μεγάλη δὲ ἡ ἔμφασις· ἔστι γὰρ μυρία προσυπακοῦσαι, οἷον τοὺς βαρβάρους ἐπὶ τὰς Ἑλληνικὰς, τοὺς δειλοὺς ἐπὶ τὰς τῶν γενναίων, τοὺς ὀλίγους ἐπὶ τὰς τῶν πλεόνων.

102. φυζακινῆς] ἐντέχνως τῷ ψόγῳ τῶν Τρώων ἐνέβαλε τὴν κατηγορίαν Ἑλλήνων· ποῖοι γὰρ ἂν εἶεν οἱ ὑπὸ τοιούτων ἡττώμενοι;

103. θώων] ὅμοιον ὑαίνῃ τὸ ζῷον. φασὶ δὲ αὐτὸ ἅμα τῷ τίκτε- σθαι βαδίζειν· ἡ δὲ βάδισις αὐτοῦ ἁλματώδης.

ἤϊα τὰ τοῦ εἶναι αἴτια, ἢ τοῦ ἰέναι· οἱ γὰρ πεινῶντες τὰ γυῖα βαρύνονται.

* ἤϊα δὲ τὰ βρώματα, οὐ τὰ ἐν οἴκῳ, ἀλλὰ τὰ ἐν τῇ ὁδῷ· “δεῦτε

7
φίλοι ἤϊα φεροίμεσθα” (Od. 2, 410) φησὶν ὁ Σιμωνίδης. καὶ τὰ ἄχυρα δὲ ἤϊα λέγεται, ὡς τὸ “ὡς δʼ ἄνεμος ζαὴς ἠίων θημῶνα τινάξει” (Od. 5, 368). καὶ “ὅπλισσόν τʼ ἤϊα (Od. 2, 289) τὰ ἐφόδια· οἰκείως ἀπὸ τοῦ ἰέναι εἴρηται. καταχρώμενος δὲ ὁ ποιητὴς λέγει ἀντὶ τοῦ ἑλώρια· κυρίως γὰρ ἑλώρια λέγεται ἃ ἑλόντες αἱροῦσιν.

108. μεθημοσύνῃσί τε λαῶν] καλῶς οὐκ εἶπεν ἀσθενείαις, ἀλλὰ μεθημοσύναις. λέγει δὲ τὰ εἰς ἀρέσκειαν τοῦ πλήθους· οἶδε γὰρ αὐτοὺς ἀεὶ παρὰ τὰς ἀτυχίας μεμψιμοίρως ἔχοντας τοῖς τυράννοις.

109. οὐκ ἐθέλουσιν] εὖ τὸ μὴ φάναι οὐκ ἐθέλετε· πρὸς βασιλι- κοὺς γὰρ ἄνδρας ὁ λόγος, οὓς ἐλέγχειν ἀντικρὺ παρῃτήσατο. ἐπὶ δὲ τὸν ὑποτεταγμένον ὄχλον τὸν λόγον ἔτρεψε, καὶ δοκεῖ μὲν κατὰ τῶν ἄλλων λέγειν, ἡ δʼ ἐπαναφορὰ πρὸς τοὺς ἀκούοντας γίνεται.

115. ἀκεώμεθα] τὴν ἑαυτῶν ἀμέλειαν θεραπεύσωμεν. τινὲς δὲ τὴν εἰς Ἀχιλλέα ἀτιμίαν· ῥᾷστον γὰρ πρὸς ἐπανόρθωσιν τὸ ἁμαρ- τηθὲν τοῖς ἐναρέτοις ἀνδράσιν.

*τὸ δὲ ἀκεώμεθα ἀντὶ τοῦ ἰασώμεθα διὰ τάχους τὸ γεγονὸς ἁμάρ- τημα· εὐίατοι γὰρ καὶ εὐθεράπευτοι αἱ τῶν ἀγαθῶν φρένες, ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατιθέμεναι, εὐθεράπευτοι οὖσαι. ἢ θεραπευτικαί εἰσι.

117. πάντες ἄριστοι ἐόντες] τῷ ἐπαίνῳ θεραπεύει καὶ μειζόνως ἐλέγχει ὡς διαφθείροντας τὴν φύσιν τῇ ῥαθυμίᾳ.

120. ὦ πέπονες] τινὲς ἀντὶ τοῦ προσηνεῖς· τάχα γὰρ παραμυ- θεῖται αὐτούς. μεῖζον δὲ κακόν, δηλονότι τοῦ νῦν.

122. αἰδῶ καὶ νέμεσιν] τήν τε κοινὴν αἰσχύνην καὶ τὴν ἐξ ἄλλων προσγινομένην μέμψιν. μεγάλη γὰρ, φησὶ, πολέμου φιλονεικία διανίσταται.

123, 124. μετὰ θαύματος τὸ δίστιχον προενεκτέον, ὡς τὸ “Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας” (101). βοὴν δὲ ἀγαθὸν αὐτὸν καλεῖ πρὸς ἐρεθισμὸν ἐκείνων.

125. κελευτιόων] κελευτής κελευτιῶ κελευτιόω. ἴσως δὲ οὐ τὸ προστάσσων δηλοῖ, ἀλλὰ τὸ διεγείρων.

* γαιήοχος] ὁ Ποσειδῶν ὁ ἔχων ἤγουν βαστάζων τὴν γῆν· ἐπὶ γὰρ τοῦ ὕδατος ἡ γῆ ἐστήρικται. ὁ αὐτὸς καὶ ἐννοσίγαιος ὡς κινῶν [*](1. φεροίμεσθα] φερόμεθα 6. αἱροῦσιν] αἴρουσιν 17. * ἀμάρτημα] om.)

8
τὴν γῆν· τῇ γὰρ τοῦ ὕδατος παρὰ χρόνον τινὰ μεταστάσει γίνεται ὁ σεισμός.

127. οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο] ἀλλὰ μᾶλλον θαυμάσειεν. ἔστι δὲ μετὰ συλλογισμοῦ ὁ ἔπαινος, οὐκ αὐτοῦ τοῦ λέγοντος ἐκτιθεμένου τὴν εἰκόνα τοῦ πράγματος, διʼ ἐμφάσεως δὲ καταλείποντος τοῖς ἀκροαταῖς σκοπεῖν ὁποῖαί τινες ἦσαν.

130. φράξαντες δόρυ δουρί] συνέβαλον μὲν ἀλλήλοις φαλαγ- γηδὸν, συμβαλόντες δὲ διέλυον τὴν φάλαγγα, ἐπεὶ πῶς ὥρμων καὶ ὑπεχώρουν καὶ ἐσκύλευον: καὶ ἔοικεν ὡσεὶ πρόπειρά τις εἶναι τῆς ὑπομονῆς τῶν πολεμίων. ἢ πρὸς τὸ ἀναδέξασθαι τὸν Ἕκτορα ἐπύ- κνωσαν ἑαυτούς. πάντες μὲν οὖν ἐν ἀσπίσι καὶ θώραξι καὶ κράνεσι καὶ λόγχαις· τούτων δὲ οἱ μὲν πρωτοστάται κατὰ τὸ μέτωπον ἦσαν, πάντες ὁμοίως τὰ δόρατα κατὰ τὴν προβολὴν ἔχοντες· κατόπιν δὲ τούτων οἱ δευτεροστάται, κατὰ τὰ δεξιὰ πλευρὰ τῶν πρωτοστατῶν προβεβληκότες τὰ δόρατα, μείζω δυσὶ πήχεσιν· οἱ δὲ τρίτοι παρ᾿ ἀμφοτέρους ὁμοίως, ὥστε εἰς τρεῖς ἀρχὰς ἀνέχειν τὰ δόρατα· οἱ τέταρτοι δὲ καὶ πέμπτοι τὰς αἰχμὰς εἶχον ὀρθὰς, ὡς εἴ τι κενοῖτο τῆς τάξεως τιτρωσκομένων ἢ φονευομένων, τοῦτο πληροῦν.

*προθελύμνῳ] Ἀνδρόμαχος ἐν ἐτυμολογικοῖς φησὶ κυρίως λέγεσθαι προθέλυμνα τὰ ἐπαλλήλους κλάδους ἔχοντα δένδρα, διὰ τὸ θηλυμα- νεῖν.

132. φάλοι μὲν τὰ προμετωπίδια ἐπαναστήματα, ὧν καὶ ὁ λόφος ἔχεται, λόφος δὲ τὸ τῆς μέσης περικεφαλαίας ἐκ τριχῶν ἀνάστημα. τὸ δὲ πᾶν οὕτως, οἱ τῶν κορύθων λόφοι ἀλλήλων ἔψαυον. ἱππόκομοι δὲ αἱ ἱππείους ἔχουσαι κόμας.

134. ἔγχεα δʼ ἐπτύσσοντο] αὐτὰ τὰ ἔγχη κραδαινόμενα πτυσ- σομένοις ἔοικε. γίνεται δὲ ἐκ τοῦ πτύω τὸ βάλλω πτύσσω πλεο- νασμῷ τοῦ σ. θρασειάων δὲ τῶν θρασείαις ψυχαῖς ὑπηρετουσῶν.

136. προὔτυψαν] προπαρενέβαλον ἢ προσέπεσον καὶ συνῆλθον. ταῦτα δὲ τῇ εὐημερίᾳ θαρροῦντες.

137. *ὀλοοίτροχος] ὁ ἐν τῷ τρέχειν ὀλοὸς, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει.

[*](7. συνέβαλον μὲν ἀλλήλοις] συνέ- minoribus, sed scribendum καθυλο- βαλλον μὲν ἀλλήλους μανεῖν cum Cobeto Mnem. novae 20. *ἐπαλλήλους] ἐπʼ ἀλλήλοις vol. 4 p. 280. θηλυμανεῖν] Sic etiam in scholiis 24. *ἀλλήλων] ἀλλήλους)
9

*ὅλος τροχοειδής. οἱ δὲ ἐν τῷ τρέχειν δεινός. καλῶς δὲ βάρ- βαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασεν.

139. ἀναγκαίως τὸ ἀσπέτῳ πρὸς τὸ δυνηθῆναι πέτραν ῥῆξαι. ἀναιδέος δὲ τῆς ἀνενδότου καὶ σκληρᾶς. τὰ δὲ ἔχματα τὰ ἐξέ- χοντα καὶ μὴ ἐῶντα κυλισθῆναι αὐτόν.