Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

37. ἀρρήκτους ἀλύτους] διχῶς ὁ δεσμὸς ἀφανίζεται, ἢ ῥήξει ἢ λύσει· ἄμφω δὲ συμπεριέλαβεν.

39. Τρῶες δέ] ἐπὶ τὰ πρῶτα ἐπαναφέρει τὸν λόγον· “οἱ δʼ ἐσέ- χυντο νῆας ἀνὰ γλαφυράς.” πρὸς δὲ τὸ εὐκίνητον καὶ ἁρπακτικὸν καὶ ἠχητικὸν τούτοις εἰκάζει, ὅθεν οὐδʼ ἐμψύχοις, οἷον λέουσιν ἢ λύκοις, διὰ τὴν ἄλογον ὁρμήν. ἀκόλουθα δὲ καὶ τὰ ἐπιφερόμενα· ἀπὸ γὰρ ἀνέμου καὶ πυρὸς ἦχος γίνεται.

41. ἄβρομοι] πολύβρομοι· φύσει γὰρ ὄντες θορυβώδεις τῇ νίκῃ πλεῖον θορυβοῦσιν. ἔλαβε δὲ τὸν μὲν βρόμον ἀπὸ τοῦ πυρὸς, τὴν δὲ ἰαχὴν ἀπὸ τῆς θυέλλης.

[*](7. *καὶ χρυσᾶς] om. 33. *πολύβρομοι] om.)
5

*αὐίαχοι] ἀντὶ τοῦ ἀνιάχοι· τοῦ γὰρ ν ἐξαιρεθέντος ὑπεισῆλθε τὸ ῡ, ὡς καὶ τὸ ἀγαθοὶ ἀγαυοί.

44. Ἀργείους ὤτρυνε] τὰ ἐναντία δύο ἔλαβε· δύο γάρ εἰσιν ὧν χρὴ προΐστασθαι, τῶν ἀσθενῶν πρὸς διόρθωσιν, καὶ τῶν ὑγιῶν πρὸς παίδευσιν.

45. ἐπεὶ ὑπὲρ Ἀχιλλέως κατʼ Ἀγαμέμνονος μέλλει λέγειν, πρὸς τὸ πιστωθῆναι Κάλχαντι εἴκασται.

49. ἄλλῃ] κατὰ ἄλλην παράταξιν· πένταχα γὰρ ἦσαν κοσμηθέντες.

52. περιδείδια] ὑπερδέδια. οὐκ ἀναστρέφεται δὲ ἡ περί, ὅτε τὸ περισσῶς δηλοῖ.

53. λυσσώδης] λύσσα γίνεται παρὰ τὸ τὰς σώας λύειν φρένας.

54. ὃς Διός] ἀλαζονεύεται· φησὶ γὰρ “τιοίμην δʼ ὡς τίετʼ Ἀθη- ναίη, ὡς ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν” (Il. 8, 540) καὶ “ἐπὴν ἐς νῆας ἵκωμαι, μνημοσύνη πυρὸς γενέσθω” (ib. 181).

59. σκηπανίῳ] Κυρηναῖοι οὕτω καλοῦσι τὸ σκῆπτρον. σκῆπτρον δὲ καὶ δόρυ Ποσειδῶνος ἡ τρίαινα.

62. ὥστʼ ἴρηξ] παραβολικὸς, οὐ φανταστικὸς ὁ λόγος. ὠκύ- πτερος δὲ ὁ τὴν ὠκύτητα ἐν πτεροῖς ἔχων.

63. ἀπʼ αἰγίλιπος πέτρης] μέλλων γὰρ ἀεὶ θηρᾶν ἀνέρχεται ἐφʼ ὕψους.

64. ἕτερον τῷ εἴδει· τῶν γὰρ ὁμοφύλων ἱέραξ οὐχ ἅπτεται.

66. πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας] ὡς ἰδίαν ἔχων ὁ Τελαμώνιος δύναμιν οὐ ταχέως ἤσθετο τῆς ἐπικουρίας· ὡς δὲ ἀσθενέστερος ὁ Λοκρὸς εὐθὺς νοεῖ.

71. *ἴχνια] παρὰ τὸ ἵξω ἵγμαι ἵγνιον καὶ ἴχνιον.

ἀναχωροῦντος αὐτοῦ τὰς ἀποχαράξεις τῶν ποδῶν ἔγνων, φησὶ, μὴ ἀπομαξαμένας ἴχνος. τὸ δὲ ῥεῖα πρὸς τὸ ἀπιόντος· ῥᾳδίως γὰρ ἀπηλλάγη ὡς θεός.

82. χάρμῃ τῇ μάχῃ· ἡ γὰρ χαρὰ χάρμα καλεῖται. νῦν δὲ, ὡς Ἀρίσταρχος, τῇ εἰς τὸν πόλεμον προθυμίᾳ.

84. ἀνέψυχον] ἀναψῦξαι ἐστὶ τὸ ἀναπαῦσαι τὸ πνεῦμα καὶ ἐν ἀδείᾳ ἀναπνεῦσαι· καὶ γὰρ ἡ ψυχὴ πνεῦμά ἐστιν.

86. καί σφιν ἄχος] διπλοῦν ἦν αὐτοῖς τὸ δεινόν· τὴν μὲν γὰρ ψυχὴν ἄχος, τὸ δὲ σῶμα κάματος ἐδάμαζεν.

*ἄχος παρὰ τὸ χέω, μετὰ τοῦ στερητικοῦ ᾱ, τὸ μὴ διαχέον τὴν [*](21. *τῶν γὰρ] ἀπὸ γὰρ τῶν)

6
ψυχὴν, ἀλλὰ συνέχον, ὥσπερ τοὐναντίον ἐπὶ τοῦ χαίρω, παρὰ τὸ διαχεῖσθαι. ἄχος δέ ἐστι λύπη· εἴδη δὲ τῆς λύπης τέσσαρα, ἄχος ἄχθος φθόνος καὶ ἔλεος. ἄχος οὖν ἐστὶ λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος ἐστὶ λύπη βαροῦσα καὶ ἐνοχλοῦσα ἐπὶ ἀβούλων τῶν συμβαι- νόντων· φθόνος ἐστὶ λύπη ἐπʼ ἀλλοτρίοις ἀγαθοῖς· ἔλεός ἐστι λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς· πάσχει γάρ τις καὶ σὺ ἐλεεῖς.

περιπαθῶς πάνυ, ὅτι ὁρῶντες ἐν ὄψει τὸ κακὸν ἐπαμύνειν ἤσαν ἀδύνατοι· ὅθεν καὶ ἐπαναλαμβάνει τὸ “τοὺς οἵ γʼ εἰσορόωντες” (88)· τὰ γὰρ σχετλιώτατα τῶν δεινῶν τὰ ἐν ὄψει ἐστὶν ὁρώμενα. εἰς ἔσχατον δὲ προῆκται τὰ τῶν Ἑλλήνων· ὅρα γὰρ ἐπὶ τῆς παρα- τάξεως στρατιώτας κλαίοντας ἐνόπλους, καὶ ταῦτα Ἕλληνας.

88. *ὑπ᾿ ὀφρύσι δάκρυα λεῖβον] οἱ γὰρ ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· ὡς τὸ κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ” (Il. 14, 236). διὰ δὲ τούτων ἐδάκρυον.

95. αἰδώς] λείπει τὸ ἔστω. Ἑλληνικῶς δὲ τὸ τῆς αἰδοῦς προ- βάλλεται, ὁ δὲ Ἕκτωρ τοῖς βαρβάροις οὐ τὸ αἰσχρὸν, ἀλλὰ τὸν φόβον· εὖ δὲ καὶ τῆς ἀκμῆς ὑπομιμνήσκει ἐπὶ δειλίᾳ συγγνώμην ἐχούσῃ· διὸ καὶ δὶς ἐπανέλαβε τὸ ὄνομα. οἱ δὲ τὸ κοῦροι ἀντὶ τοῦ εὐγενεῖς.