Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

392. πρόσθʼ ἵππων καὶ δίφρου] διὰ τούτων τὴν περὶ τὸ ἅρμα ματαίαν αὐτοῦ σπουδὴν ἐμφανίζει.

393. βεβρυχώς] ἐναργῶς δείκνυσιν εἴδωλον ἥρωος ἐν αὐτῷ τῷ θυμῷ τὴν ψυχὴν ἀφιέντος καὶ ἀπρὶξ τῆς γῆς δεδραγμένου. τινὲς δὲ ἓν ἐξ ἀμφοῖν· ἐν τῷ βρυχᾶν γὰρ, φασὶ, τοῖς ὀδοῦσιν ἐδράσσετο τῆς γῆς. τὸ δὲ αἱματοέσσης μερικῶς ἀκουστέον, οἷον τῆς διʼ αὐτοῦ αἱματοέσσης· καὶ γὰρ ἔμφασις δεδράχθαι αὐτὸν κόνεως πεφυρμένης τῷ ὑπʼ αὐτοῦ αἵματι.

394. ἐκ δέ οἱ ἡνίοχος] ἐξεπλάγη τὰς φρένας ὁ ἡνίοχος ὡς ἐπί τινι παραδόξῳ· εἰκὸς γὰρ καὶ τὸν Ἀσίου ἡνίοχον ἀλαζόνα τινὰ καὶ ἀνόητον εἶναι, καὶ ἀκαταμάχητον τὸν δεσπότην οἰόμενον, εἶτα τῷ παραδόξῳ πτώματι ἐκπεπληγμένον. πιθανὸν τὸ πλάσμα εἰς τὸ ἁλῶναι καὶ τοὺς ἵππους· οὐ γὰρ ἦν ἐκ τοῦ εὐχεροῦς ἁλίσκεσθαι, εἰ ἐσωφρόνει. διὰ τὴν ἔκπληξιν οὖν αὐτοῦ πιθανῶς τὸ τοιοῦτο πράτ- τεαι.

407. δινωτήν] περιφερῆ· δῖνος γὰρ ὁ τόρνος.

408. ἐάλη] συνειλήθη καὶ συνεκρύβη. ὁ δὲ Ἕκτωρ “ἀλεύατο.” “ὁ δὲ Πουλυδάμας λιάσθη” (Il. 5, 320). τοσαύτη γάρ ἐστι τῷ ποιητῇ εὐπορία.

409. καρφαλέον] ἐναργεστάτη ἡ ὀνομασία· τοῦ γὰρ δόρατος πληγὴν μὲν οὐ ποιήσαντος, διαδραμόντος δὲ, ἄκρως τὸν ψόφον τῆς [*](2. ὃς—καταχθονίων] Haec a m. σικάρποις sec. 9. Νικίας] νεικίας 7. ἰτέαι ὠλεσίκαρποι] ἰτέαις ὡλε- 26. * τοιοῦτο] τοιούτ)

22
ἀσπίδος ἐμιμήσατο. διὰ δὲ τοῦ ἄῦσεν ἐλαφρὸν μὲν ἦχον, ἐπὶ πολὺ δὲ παρατεινόμενον ἔφρασε, τοῦ δόρατος καὶ τὴν ἴτυν παρατρίψαντος.

*καρφαλέον καὶ τὸ κατάξηρον· ὅθεν καὶ κάρφος.

411. ἀλλʼ ἔβαλʼ Ἱππασιδην] προσυνίστησι τὸν Δηΐφοβον, ἐπεὶ διάδοχος Ἕκτορος ἔσται. ἀλλʼ ὅρα πάλιν τὴν τέχνην· ἀποτυχίᾳ γὰρ τοῦ Ἰδομενέως ἄλλον ἀναιρεῖ κατά τινα τύχην ἐπιτυχών.

412. ἧπαρ ὑπὸ πραπίδων] ἔβαλεν αὐτὸν εἰς τὸ ἧπαρ ὑποκάτω τῶν φρενῶν. φρένες δὲ αἱ διεζωσμέναι τὸν ὑπὸ τῷ πνεύμονι καὶ τῇ καρδίᾳ τόπον, ὃς καλεῖται διάφραγμα.

413. ἔκπαγλον] ὑβριστικόν. ἐξελέγχει δὲ ὁ ποιητὴς τὸ ἄκαιρον· οὐδὲν γὰρ μέγα διαπραξάμενος, οὐδὲ ἐπιτυχῶν τοῦ προκειμένου, οὐδέ τινα τῶν ἐπισήμων ἀνελὼν κομπάζει. σαρκασμὸς δὲ ταῦτα διʼ Ἰδομενέα.

419. οὐδʼ ἀχνύμενός περ] ὡς τῆς λύπης κολοβούσης τὰς ὁρμάς. διὸ καὶ Ἀχιλλεὺς καμὼν καὶ ὑπὲρ Πατρόκλου λυπούμενος οὐ κατε- λάμβανεν Ἕκτορα.

420. περίβη] ἵνα μὴ ὑπὸ πολεμίων σκυλευθῇ.

423. ἐπὶ τῶν φερόντων· Ζηνόδοτος δὲ γελοίως ἐπὶ τοῦ νεκροῦ.

425. νυκτὶ καλύψαι] περιφραστικῶς ἀντὶ τοῦ ἀναιρῆσαι.

428. Ἑλληνικὸν τὸ φρόνημα τὸ ὑπὲρ φίλων ἑτοίμως ἔχειν πεσεῖν. δουπῆσαι δὲ τὸ ἐν πολέμῳ ἀποθανεῖν, ἐξ οὗ καὶ τὸ “δεδουπότος Οἰδιπόδαο” (Il. 23. 679).

γαμβρὸς δʼ ἦν] ὑπὲρ ποικιλίας ἐξήλλαξε τὴν ἀπαγγελίαν, οὐκ ἐπιμείνας ἐπὶ τῆς αἰτιατικῆς.

430. περὶ κῆρι] ὑπὲρ τὸ τῆς φύσεως μέτρον.

432. κάλλεῖ καὶ ἔργοισιν] καὶ ταῦτα εἰς σύστασιν τοῦ Ἀλκα- θόου, ὅτι διʼ ἀρετὴν τῆς ἀρίστης ἔτυχε γυναικός. ἔχει δέ τι παιδευ- τικὸν ὁ λόγος, ὅτι καὶ τοῖς γονεῦσι πρὸς τοὺς παῖδας εὔνοια πλείων γίνεται διʼ ἀρετὴν, οὐ διὰ τὴν φύσιν.

434. Ποσειδάων ἐδάμασσε] διὰ τὸ πιθανὸν καὶ ταῦτα πρόσκειται, μή πως ἀπιστοῖτο Ἰδομενεὺς ὑπὲρ τὴν ἡλικίαν τινὰ κατορθῶν.

435. θέλξας ὄσσε φαεινά] μεταβαλὼν τῆς ὀξυωπίας· ἵστατο γὰρ ἀκίνητος οὐχ ὁρῶν, τρόπον τινὰ τῆς ψυχῆς νεκρῷ ἐνοικούσης τῷ σώ- ματι. μετεβλήθη γὰρ τῆς πρὶν εὐτονίας.

τὸ θέλξας ἀντὶ τοῦ παρατρέψας, ὡς τὸ “αὐτὰρ Ἀχαιῶν θέλγε νόον” (Il. 12, 254). ὅμοιον τῷ “στρεφεδίνηθεν δέ οί ὅσσε” (Il. 16. 792).

23

437. στήλην] παρὰ τὴν στάσιν καὶ τὸ λίαν ἡ στήλη ὠνόμα- στα.

438. στῆθος μέσον] ἐδίδαξε ποῦ κεῖται ἡ καρδία, ὡς καὶ Εὐδήμῳ δοκεῖ.