Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

354. ἴα πάτρη] ἀντὶ τοῦ μία πατριά. ἠρέμα δὲ ἀφαιρεῖ διὰ τούτου τὸ ἐπὶ τῇ γενεᾷ οἴημα τῶν ἀνθρώπων· τιμιώτερα γὰρ τὰ πλεονεκτήματα.

355. ἀλλὰ Ζεὺς πρότερος] τοὺς πρεσβυτέρους ἀεὶ πολυπειρο- τέρους φησίν. ἄμφω δὲ εἰς σύστασιν παρέλαβε, τό τε τῆς ἡλικίας καὶ τῆς σοφίας. οὐ γὰρ περὶ τῆς δυνάμεως εἶπεν· αὔξει γὰρ τῇ δυνάμει Ποσειδῶνα, καὶ τιμῆ, οὐ ῥώμῃ φησὶν αὐτὸν εἴκειν Διί. διατείνει δὲ καὶ ἐπὶ πάντων ὁ λόγος, ὅτι δεῖ αἰδεῖσθαι ἀδελφοὺς πρεσβυτέρους ἅμα καὶ σοφωτέρους.

358. * ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατʼ ἀμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ, ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο· τέλος γὰρ ὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένας, μίαν μὲν τῶν Τρώων, μίαν δὲ τῶν Ἑλλήνων καὶ Ποσειδῶνος κατὰ Διὸς γνώμην, καὶ τῶν ἐγκαταπεπλεγμένων κτεινομένων, ἀπὸ τῶν ἐξοχῶν δὲ τῶν μὴ δυναμένων μήτε ῥαγῆναι μήτε λυθῆναι. ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόρροπον αὐτῶν τὴν ἰσχὺν συστῆσαι διὰ τὰς τῶν θεῶν βοηθείας.

μικτὴ ἡ ἀλληγορία. ἔχει δέ τι ἴδιον ἡ παραβολή· οὐ γὰρ ἰδίᾳ περὶ ἑκατέρου εἶπε τῆς τε εἰκόνος καὶ τοῦ εἰκονιζομένου πράγματος, ὅτι ὥσπερ οἱ ἐξασφαλιζόμενοι τοὺς δεσμοὺς, τὰ πέρατα αὐτῶν ἄλλοις ἐπιβαλόντες δεσμοῖς καὶ συμπλέξαντες, δυσδιάλυτον ποιοῦσι τὸν δεσμὸν, οὕτω καὶ οἱ θεοὶ τὴν φιλονεικίαν τῶν στρατευμάτων ἔπλεξαν ὥστε δυσδιάλυτον αὐτὴν γενέσθαι· ἀλλʼ ὥσπερ ἐπὶ μετα- φορᾶς κέχρηται ἀπὸ τῶν δεσμῶν ἐπὶ τὴν μάχην. ἔριδος γὰρ πέρας καὶ πολέμου πέρας ὡσπερ σχοινίων πέρατα ὠνόμασε· καὶ τὸ ἐπαλ- λάξαι δὲ ὡς ἐπὶ δεσμοῦ ἔλαβε, καὶ τὸ τανύσαι, καὶ τὰ ἑξῆς ὀνόματα. τὸ δὲ λεγόμενον οὕτως, ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸ πέρας τῆς ἔριδος καὶ τοῦ πολέμου συμπλέξαντες ἥπλωσαν αὐτὸ ἐπʼ ἀμφοτέρων τῶν στρατιωτῶν. Κράτης δὲ ἐπʼ ἀμφοτέρων τῶν στρατευ- [*](19. κτεινομένων] κατατεινομένων Bekkerus. 21. * συστῆσαι] στῆσαι)

19
μάτων φησί· Τρῶες γὰρ καὶ Ἕλληνες. πῶς δὲ ὁ Ζεὺς ἀπεστραμ- μένος ὢν συμβάλλει τὴν μάχην: ἢ τάχα τοῦτο ἐπὶ τὸν νοῦν αὐτοῦ ἀνενεκτέον, θέλει δὲ εἰπεῖν ὅτι ὁ μὲν ἔνθεν ὁ δὲ ἔνθεν εἵλκυσαν· ὅθεν τὸ ἀδιαλύτως μάχεσθαι παρίστησιν.

*Πορφυρίον. ἐν τοῖς οὕτω λεγομένοις “τὼ δʼ ἔριδος —γούναʼ ἔλυσεν” δυνατώτερα καὶ τολμηρότερα ἀπὸ τῶν εἰς πέρατα σχοινία συμβαλλόντων καὶ εἰς δεσμὸν ἐπαλλαττόντων τὰ πέρατα, ἔπειτα τεινόντων μετενήνοχεν, ἔριδος, λέγων, καὶ πολέμου τὰ πέρατα ἐναλλάξαντες καὶ δήσαντες ἐτάνυσαν ἐπʼ ἀλλήλους, οὕτως ἰσχυρῶς τὴν ἔριν τῷ πολέμῳ συνδήσαντες, ὡς τὸν δεσμὸν τοῦτον ἄρρηκτον μὲν εἶναι καὶ ἄλυτον αὐτοῖς, πολλῶν δὲ γούνατʼ ἔλυσεν. σκέψαι δὲ εἰ μὴ κακοζήλως εἶπε τὸν μὲν δεσμὸν ἄρρηκτον καὶ ἄλυτον, πολλῶν δὲ γούνατʼ ἔλυσεν. ἐν δὲ ἄλλοις οὐκ ἔφη ἄρρηκτον, ἀλλʼ “ἐν, δ᾿ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν (Il. 20, 55) καὶ ἐν ἄλλοις.

359. *ἐπαλλάξαντες] ἐπιπλέξαντες καὶ ὡσανεὶ δήσαντες.

361. σπαρτοπόλιος δηλονότι, ὠμογέρων δὲ Ὀδυσσεὺς μετʼ αὐτὸν, γέρων δὲ Νέστωρ μετʼ Ὀδυσσέα.

363. ἤτοι ἔνδον τοῦ οἴκου Πριάμου, ἢ ἔνδον Ἰλίου. ἄμεινον δὲ τὸ ἔνδον ἐόντα ἀντὶ τοῦ ἐνόντα καὶ παρόντα, ὡς τὸ “δεῖπνον δὲ ξείνῳ δότω ταμίη ἔνδον ἐόντων” (Od. 7, 166), ὃ ἀντιφράζων φησὶ “χαρι- ζομένη παρεόντων” Κάβησα δὲ πόλις Ἑλλησποντίς.

364. ὅς ῥα νέον] κατὰ τοῦτο ἄρα καὶ φοβῆσαι τοὺς Τρῶάς φησι τὸν Ἰδομενέα, ὅτι συμμαχίαν αὐτῶν νεωτέραν ἀφείλετο. θαυμα- στῶς δὲ ἐπὶ μὲν Αἴαντος ἔφη “φόως δʼ ἑτάροισιν ἔθηκε” (Il. 6, 7)· γενναῖος ὁ ἐκεῖσε ἀναιρεθεὶς Ἀκάμας· ἐπὶ δὲ Ὀθρυονέως οὐ σωτηρίαν φησὶν ὑπὸ Ἰδομενέως τοῖς Ἕλλησι γενέσθαι, ἀλλὰ φόβον τοῖς βαρβάροις· ἀλαζόνος γάρ τινος καὶ ἀνοήτου, ἀλλʼ οὐκ ἀνδρείου ἀναιρεθέντος ἀπίθανον ἦν ὠφεληθήσεσθαι Ἕλληνας. αὔξεται δὲ διὰ τοῦ φόβου τῶν Τρώων καὶ ἡ Ὀθρυονέως ἀλαζονεία, ὡς δηλονότι κἀκείνων ταῖς ὑποσχέσεσι πεπιστευκότων.

365. αὕτη τῶν ἀγάμων ἀρίστη ἦν, τῶν δὲ γαμηθεισῶν Λαοδίκη. τινὲς δὲ εἰς τὸ θυγατρῶν στίζουσιν. οἱ δὲ εἶδος τὴν εἴδησίν φασι τῆς μαντείας. βαρβαρικὸν δὲ καὶ τοῦτο· οὐδέποτε γὰρ εὑρήσομεν παρʼ Ἕλλησι τὸ ἐπὶ μισθῷ στρατεύειν καὶ πρότερον αἰτεῖν καὶ [*](5. * Πορφυρίου] om. 6. δυνατώτερα καὶ τολμηρότερα] δυνατώτατα καὶ τολμηρότατα Bek.)

20
χωρὶς ὑποσχέσεως μὴ συμμαχεῖν. ὅρα δὲ καὶ τὸν μισθόν· κόρης γὰρ ἐπιθυμῶν ἧκεν, οὐχ ὅτι βασιλικὴ, ἀλλʼ ὅτι εἶδος ἀρίστη· καίτοι παρʼ Ἕλλησιν οἱ ἀκολαστότατοι μνηστῆρές φασιν “εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν” (Od. 2, 206). καὶ τὸ ἀνάεδνον δὲ ἀλαζο- νικὸν, ὅπου γε καὶ οἱ ἀδικώτατοι μνηστῆρες ἕδνα τῇ Πηνελόπῃ παρέχουσιν.

366. ἀνάεδνον] δίχα τοῦ δοῦναι ἕδνα.

371. βιβάντα] ὡς ἱστάντα· οἰκεῖον δὲ τῷ ὑψηλόφρονι καὶ τὸ βάδισμα. ὡς μεγαλοφρονοῦντος δὲ αὐτοῦ ἐπὶ τῷ θώρακι περὶ τούτου ἀναφωνεῖ.

374. ἢ ἐπὶ τῶν αὐτομόλων ἢ ἐπὶ πάντων αἰχμαλώτων ἢ ἐπὶ τῶν ἐπʼ ἐλπιδι ἐπαγγελμάτων αἱ ἀναφωνήσεις τάττονται. οἱ μὲν οὖν Τρῶες αὐτὸν ἐλπίδι νίκης θαυμάζουσι, καὶ ἀναιρουμένου φοβοῦνται· οἱ δὲ Ἕλληνες ἐπὶ ἀβελτηρίᾳ ἐπιφωνοῦσιν. φονεύων δὲ αὐτὸν ὁ Ἰδομενεὺς διδάσκει μὴ τὰ ὑπὲρ δύναμιν ἐπαγγέλλεσθαι, μήτε μὴν ταῖς τοιαύταις πιστεύειν ὑποσχέσεσιν. οὐ καυχηματίαν δὲ προφέρει λόγον, ἀλλὰ σαρκασμοῦ ἀνάπλεων· λέγει γὰρ αἰνίζομαι ἤτοι ἐπαινῶ, παρὰ τὸν αἶνον, ἢ φοβοῦμαι, παρὰ τὸ αἰνόν.

376. ἐλέγχει αὐτοῦ τὸ ἀνόητον ὁ Ἰδομενεὺς καὶ τὴν ὑπόσχεσιν ὀνειδίζει. ἔστι δὲ τὸ ὁ δʼ ἀνθʼ ὑποτακτικοῦ, ὃς δὴ ὑπέσχετο, ὁμοίως τῷ “ὁ δέ οἱ παρελέξατο λάθρη” (Il. 2, 515).

381. συνώμεθα] ἤτοι συνθώμεθα· ὅθεν καὶ τὰς συνθήκας συνη- μοσύνας φησί. λέγει δὲ ὅτι συμβόλαια ποιήσωμεν.

382. πενθεροί· οἱ τὰ ἕδνα λαμβάνοντες. ὀξύνεται δὲ ὡς τὸ χρυ- σωταί.

384. τῷ δʼ Ἄσιος] πιθανὸν τὸ ἀλαζόνι ἐπιβοηθεῖν τὸν ὁμοιότρο- πον, καὶ ἄμφω ὑφʼ ἑνὸς ἀναιρεῖσθαι.

385. πεζὸς πρόσθʼ ἵππων] καὶ ταῦτα εἰς τὸ ἦθος Ἀσίου, ὅτι οὐκ ἀφειστήκει τοῦ ἅρματος· ἄλλῳ γὰρ οὐδενὶ ἐπήλπιζεν ἢ τῷ κάλλει τῶν ἵππων. τὸ ἕτοιμον δὲ τῆς φυγῆς καὶ τὴν δειλίαν δηλοῖ· οὕτω γὰρ ἦν παρεσκευασμένος ὡς καταπνεῖσθαι ὑπὸ τῶν ἵππων.

388. λαιμὸν ὑπʼ ἀνθερεῶνα] τὸν ὑπʼ ἀνθερεῶνα λαιμόν. τινὲς δὲ περισσεύειν φασὶ τὴν πρό, ἵνʼ ᾖ διήλασεν. ὁ δὲ Ἡρωδιανός φησιν ὅτι εἰς τὸ πρόσθεν διήλασεν.

[*](5. * γε καὶ] καὶ om. 29. *ἅρματος] πράγματος)
21

389. ἀχτρΐς] ἡ λεύκη· ταύτην γὰρ, φασὶν, Ἡρακλῆς ἀνήγαγεν ἐξ Ἀχέροντος, ὃς ποταμός ἐστι τῶν καταχθονίων.

390. βλωθρή] τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτοὺς, ἤτοι φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρσηνοὺς, ἢ σκληράν, κατὰ Καρυ- στίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, δρυσὶν ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν τε κράνειαν.

οὔρεσι τέκτονες] Νικίας ὑφʼ ἓν οὐρεσιτέκτονες κακῶς· ἔδει γὰρ καὶ τὸ οὔρεσι βουκόλοι (571) συνάπτειν. ἄλλως τε ἔσονται οἱ ὄρη κατα- σκευάζοντες. δύο οὖν μέρη λόγου ἐστὶ, καὶ λείπει τὸ οὖσαν.

391. νεήκεσι] ὡς εὐμήκεσι. δηλοῖ δὲ τὸ νεακονήτοις.