Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

315. ἄδην ἐλόωσι] λίαν ἀπελάσουσι· γίνεται δὲ τὸ ἄδην παρὰ τὸ ἄδος, ὃ δηλοῖ τὸ πλῆθος. ἐσσύμενον δὲ τὸ ἐφιέμενον.

321. μέγας Τελαμώνισς Αἴας] ὄντως μέγας ὁ Αἴας ἐστὶ, καὶ ὑπʼ αὐτῶν ἐπαιοεῖπαι διὰ τὴν ἀοδρείαν.

322. ἔδοι] πολλάκις γὰρ θεοὶ ἀνδράσιν ὁμοιοῦνται· διὸ προσέθηκε τὸ ἔδοι. ἀκτή δὲ πὸ προηγμένον καὶ τῶν ἄλλων προτιμηθέν.

324. οὐδʼ ἂν Ἀχιλλῆι] θέλει λέγειν ὅτι τὸ βίαιον Ἀχιλλέως μόνος Αἴας ὑπομένει. ἐναβρύνεται δὲ ἀεὶ τῷ Ἀχιλλεῖ.

325. ποσὶ δʼ οὔπως ἔστιν ἐρίζειν] δικαίως· πρεσβύτερος γάρ ἐστιν. ἡ δὲ τοῦ τάχους ὑπεξαίρεσις τὸ τῆς ἀλκῆς πιστὸν ἐμφαίνει.

326. ὧδ’] οὕτως ὡς ἔχεις νῦν ὁρμῆς. τὸ δὲ ἔχε ἀντὶ τοῦ πορεύου, βάδιζε.

329. ἦρχ’ ἴμεν] θαυμάσια τὰ ἤθη· καὶ γὰρ παρὸν αὐτοῖς ἡσυχάζειν οὗτοι δὲ ταττόμενοι συνήθως, τὸ κοινῇ λυσιτελοῦν τοῦ ἰδίᾳ προκρίνουσιν.

333. ὁμόν] ἰσοβαρές· λέγει δὲ τῶν περὶ Ἰδομενέα Τρώων. πρυμνῇσι δὲ ταῖς ἐσχάταις.

334. λιγέων] τῶν ἐπησίων λέγει· οὗτοι γὰρ θέρους πνέουσιν, ὅτε κόνις ἐστίν. εἰκότως δὲ λιγεῖς εἴρηνται· κατὰ λεπτοῦ γὰρ πνέοντες ἀέρος ὑποσυρίττουσιν.

335. ὅτε τε πλείστη κόνις] ψαφαρὰ γάρ ἐστιν ἡ γῆ διὰ τὴν ἔκκαυσιν τοῦ κυνός.

336. οἵ τʼ ἄμυδις] λείπει τὸ πνέοντες, ἵνʼ ᾖ, οἳ ὁμοῦ πνέοντες ὑποσύρουσι τὴν κόνιν διʼ ἦς ὁμίχλη μεγίστη γίνεται.

[*](16. *ἀνδρείαν] ἀνδρίαν 32. *ψαφαρὰ] ψαρά)
15

337. ὣς ἄρα τῶν] τὸ συμπεφυρμένον αὐτῶν εἴκασε τῇ ὑπὸ τῶν ἀνέμων μιγείσῃ κόνει.

339. ἔφριξεν δὲ μάχη] ποιητικῶς ἔφη φρίττειν τὴν μάχην διὰ τῆς ἀνατάσεως τῶν δοράτων. ἐγγὺς δὲ παραβολῆς ἡ μεταφορά· ἐν βραχεῖ γοῦν τὸ μετέωρον τῶν δοράτων καὶ τὴν κίνησιν δηλοῖ.

340. ἄμερδεν] ἐστέρισκε τοῦ ὁρᾶν.

* Πορφυρίου. ἠξίους ἡμᾶς παρατηροῦντας τὴν τοῦ ποιητοῦ ἐν πᾶσι λεπτουργίαν ἰχνεύειν καὶ τὴν ἐν τοῖς ὀνόμασιν αὐτοῦ πρὸς αὑτὸν ὁμολογίαν. φωτὸς γὰρ ἐν τοῖς ὀφθαλμοῖς ἡμῶν ὄντος συμμέτρον διʼ οὗ ὁρῶμεν τὰ πεφωτισμένα, τὴν τυφλότητα ὁτὲ μέν φησιν “ὀφθαλμοῦ ἀλάωσεν” (Od.1, 69), ἀφῃρῆσθαι τὸ λεύσσει παριστὰς, ὁτὲ δὲ “ὀφθαλμῶν μὲν ἄμερσε” (Od. 8, 64), τὸ τοῦ μαίρειν ἐστερῆ- σθαι λέγων σκοτεινόν· καὶ τὸ τοῦ μαίρειν ἀφῃρημένον εἴδωλον ἀμαυρὸν ἔφη (Od. 4, 824)· φωτὸς γὰρ παρουσία καὶ ὀφθαλμὸς ὁρῶν τὰ ὁρώμενα φαίνεται. διττῆς οὖν ὀφθαλμῶν οὔσης καὶ κατὰ Πλάτωνα ἐπιταράξεως—ἢ γὰρ διὰ σκότος ἢ διʼ ὑπερβολὴν τοῦ συμμέτρου φωτός —τὸ μὲν διὰ σκότος καὶ τὸ μήτε μαίρειν μήτε μαρμαίρειν ἀμέρθη εἶπε καὶ ἀμαυρὸν, τὸ δὲ διὰ στιλβηδόνα ἐπὶ τοῦ χαλκοῦ· “ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη κορύθων ἀπολαμπομενάων θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν” (Il. 13, 340). ὅθεν καὶ ἐπίθετον τοῦ χαλκοῦ ἐφιλοτέχνησε, τὸ νώροπα χαλκόν (Il. 2, 578) καὶ ἤνοπι χαλκῷ (Il. 16, 408), σημαίνων τὸν μὴ ἐῶντα τοὺς ὦπας ὁρᾶν διὰ τὴν προσοῦσαν στιλβηδόνα. εἰ δὴ τὸ μέρδειν τὸ μαίρειν ἐστὶ καὶ τὸ μὴ μέρδειν ποιοῦν ἀμέρδειν, τὸ ἄγαν μέρδειν σμερ- δαλέον ἂν εἴη, τῆς ζα ἐγκειμένης ὡς τὸ ζαχρηεῖς. ὅταν οὖν ἐπὶ τοῦ δράκοντος λέγῃ “σμερδαλέον δὲ δέδορκε” (Il.22,95). τὸ ἄγαν στίλ- βον τῶν ὀφθαλμῶν ἀκουσόμεθα· καὶ γὰρ δράκων παρὰ τὸ δράκειν εἴρηται. ἐπὶ τῶν λεόντων δὲ ἐσαύτως τὸ “σμερδαλέω δὲ λέοντε” (Il. 18, 579) ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ἐνοράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον ἐπʼ αὐτῶν, εἰπὼν γλαυκιόων (Il. 20, 172). παὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν “δεινή τε σμερδνή τε” (Il. [*](7. *Πορφυρίου] om. Transcrip- ἠξίους ἡμᾶς] Alloquitur Anato- tum hoc scholion est ex Ζητημάτων lium, cui Porphyrius Ζητήματα de- Ὀμηρικῶν c. 9. nonnulla cum diver- dicavit. sitate scripturae.)

16
5, 742)· δεινὸν γὰρ καὶ φοβερὸν καὶ τὸ ἄγαν δεινὸν καὶ στίλβον, ὡς ἐπὶ τῆς γλαυκώπιδος Ἀθηνᾶς ἔφη “δείνὼ δέ οἱ ὄσσε φάανθεν” (Il. 1, 200), ὅπερ ἐπʼ ἄλλων ἔφη “ὄμματα μαρμαίροντα” (Il. 3, 397). γλαυκιόωντες δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ γλαυκῶπις ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον καὶ διὰ τοῦτο λευκὸν, ὑπʼ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιὰ, οἷον “σκιόωντο δὲ πᾶσαι ἀγυιαί” (Od. 2, 388), τουτέστι δύντος τοῦ ἡλίου συνεσκοτοῦντο. ὀξὸ δὲ τὸ λευκὸν, ὡς τὸ μέλαν ἀμβλύ· ἡ οὖν ὀξὺ ὁρῶσα γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος γλαυκὴ καὶ ἡ θάλασσα εἴρηται, καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη καὶ ὁ ἐν σκιᾷ τρεφόμενος καὶ λευκὸς καὶ τρίγληνα τὰ ἐλλόβια, ἀπὸ τοῦ ἐν λευκότητι στίλ- βειν· καὶ “ὃς γλήνεα πολλὰ κεχάνδει” (Il. 24, 192), τὰ μὴ ἐρυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητα. καὶ ζοφου- μένη θάλασσα “μελάνει δέ τε πόντος” (Il. 7, 64) λέγεται, ἀτάραχος γὰρ οὖσα καὶ διειδής ἐστι “λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη” (Od. 10, 94)ʼ καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται. καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπὸν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη, γέλως δʼ ἡ ἱλαρότης· “γέλασε δὲ πᾶσα περὶ χθών” φησί “χαλκοῦ ὑπὸ στεροπῆς” (Il. 19, 362), τουτέστι λαμπρυν- θεῖσα φαιδρὰ γέγονεν. οὕτω νόει καὶ τὸ κόρυθες καὶ τὸ θώρηκες λαμπρὸν γανόωντες (265), ἀπὸ τῆς αὐγῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ ὁ γαίων δὲ τῷ κύδεῖ (Il. 1, 405), ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν, ἐπειδὴ φῶς ἐστὶν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον βλέπωσιν, φάεα αὐτὰ καλεῖ (“κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά” Od. 16, 15), καὶ ἥμερον ζῷον ἄνθρωπος φῶς ζωῆς ἔτι μετέχον, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ “κατὰ δʼ ὅσσʼ ἐρεβεννὴ νὺξ ἐκάλυψεν” (Il. 5, 659)· ὅταν γὰρ ἐξαγριωθῶσιν ὑπʼ ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς “πυρὶ λαμπετόωντι ἐίκτην” (Il. 1, 104), κρατησάσης δὲ “πῦρ ὀφθαλμοῖσι δεδορκώς (Od. 19, 446)· καὶ γὰρ τὸ φῶς ἀπὸ πυρός. καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν, διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα, σμερδαλέον εἴρηται· “σμερδα- λέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ” (Od. 6, 137) τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός. [*](21. αὐγῆς H. Stephanus apud Porpb. pro αὐτῆς] γῆς 26 et 31. φῶς] φʼ)
17
καὶ ἐπὶ τοῦ πυρὸς δίκην μαινομένου εἰπὼν “μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνεται” (Il. 15, 605), ἐπάγει “τὼ δέ οἱ ὅσσε λαμπέσθην.” λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν σμερ- δαλέα μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη (Il. 20, 65), ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων. ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς, “σμερδαλέον κονάβησαν ἀυσάντων ὑπʼ Ἀχαιῶν (Il. 2, 334) καὶ “σμερδνὸν βοόων” (Il. 15, 687)· καὶ γὰρ ἐπʼ ὀρχήσεως συντόνου μεταφέρων “μαρμαρυγάς” ἔφη “θηεῖτο ποδῶν” (Od. 8, 265), τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἂς ποιεῖ καὶ τὸ πῦρ κινούμενον. καὶ οὐχ οἱ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρί- σαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος, μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφʼ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκοτεινὸν ἀμαυρόν. καὶ ὅτι παρὰ τὸ μερί- ζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληκε τὸ φωτίζειν μαρμαίρειν, δηλοῖ τὸ φῶς δάος καλέσας (ὡς τὸ “δάος μετὰ χερσὶν ἔχουσαι” Il. 24, 647), ἀφʼ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαίδες καὶ δᾷδες.

342. νεοσμήκτων] οὐ καινῶν, φησὶν, ἀλλὰ διὰ τοῦ ἐπιθέτου τὴν περὶ αὐτὰ τῶν ἐχόντων δηλοῖ ἐπιμέλειαν.

χαρίεν καὶ τὸ ποικίλως τὴν κατʼ εἶδος διαφορὰν φράζειν, καὶ τὰς μὲν κόρυθας λαμπομένας, τοὺς δὲ θώρακας νεοσμήκτους, καὶ φαεινὰς τὰς ἀσπίδας. διδάσκει οὖν ἐπιμελεῖσθαι τῶν ὅπλων τοὺς περὶ αὐτὰ ἀναστρεφομένους.

343. εἴη] ἀντὶ τοῦ ἦν. κατὰ συλλογισμὸν δὲ ἡ αὔξησις· εἰ γὰρ ὁ μόνον ὁρῶν ἐλυπήθη, τί μᾶλλον ἐπὶ τῶν ἐνεργούντων αὐτῶν δεῖ σκοπεῖν;

345. ἀμφίς] κεχωρισμένως καὶ μετʼ ἀμφισβητήσεως.

348. κυδαίνων Ἀχιλῆα] τὸ “Διὸς δʼ ἐτελείετο βουλή” (Il. 1, 5) δηλοῖ. ὑπὲρ παραμυθίας δὲ τῶν ἀκροατῶν ταῦτα διὰ μέσου φησί· σχεδὸν γὰρ ἀποδείκνυσιν ἀμφοτέρους τοῖς Ἕλλησι βοηθοῦντας, τὸν μὲν ἑνὶ, τὸν δὲ τῷ πλήθει.

351. μετελθών] ἡ μετά πρὸς τὸ Ἀργείους. καὶ ἔστιν ἀντὶ τῆς ἐπί.

352. ὑπεξαναδύς] ἡ ὑπό τὴν κάτω δηλοῖ σχέσιν, τὴν ἔξω ἡ ἔξ, καὶ τὴν ἄνω ἡ ἀνά. ἢ περισσὸν τὸ ὑπέξ· ἀναστρέφει δὲ αὐτὸ ἐν τῷ [*](10. οὐχ οἱ Bekkerus] οὐχὶ 14. φωτίζειν] φω)

18
ἐξυπανέστη (Il. 2, 267). ταπεινὸς δὲ ὁ λάθρα θέλων βοηθεῖν. διδάσκει δὲ μήτε τοὺς φίλους παρορᾶν μήτε τοῖς φιλτάτοις προσ- κρούειν. ἡ δὲ συνέχεια τῶν προθέσεων τὸν λάθρᾳ μὲν προθύμως δὲ ἀναδύοντα δηλοῖ.