Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

11. τὸ μὲν πλῆθος οὐ σννάγει, ἐπεὶ ἐν ταῖς δνσπραγίαις ὀργί- ζονται τοῖς ἄρχουσιν, ἐπʼ ἐκείνονς τὴν αἰτίαν τῆς συμφορᾶς ἀνα- φέροντες. ἄλλως τε εἰ καὶ μηδὲν δυστυχήσαντες οὕτω πρώην ἐδέξαντο τὴν φυγὴν, πόσῳ μᾶλλον νῦν δνστυχῄσαντες; κατʼ ὄνομα δὲ τοὺς ἀρίστους σννάγει, ἵνα μὴ ἔκπυστα γένηται τοῖς πολεμίοις τὰ πρασσόμενα, ἢ καὶ πρὸς τὸ μὴ ταράξαι τοὺς οἰκείους. οὐδὲ ἐν ταῖς δυστυχίαις οὖν ἐξίσταται τῶν πρακτέων ὁ βασιλεύς.

14. ἵστατο δακρυχέων] διὰ τοῦ βαρέως στενάζειν τὸ δακρυχέειν δηλοῦται, ὡς τὸ “ἑζόμενοι λεύκαινον ὕδωρ” (Od. 12, 172). τοῦτο δὲ ποιεῖ, ἵνα ἐλεεινὸς γεγονὼς μὴ καταλειφθῇ παρʼ αὐτῶν.

15. δνοφερόν] μετὰ δονήσεως φερόμενον. τῷ δὲ ψόφῳ ὁ στεναγμὸς εἴκασται.