Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

17. * Πορφυρίον. διὰ τί λέγοντα ποιεῖ ἐν δήμῳ “ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,” τοὺς ἡγήτορας καὶ βασιλεῖς προσφωνῶν, καίπερ πάντων παρόντων; φησίν εὖν ὁ Ἀριστοτέλης ὅτι ὁ μὲν δῆμος μόνου τοῦ ἀκοῦσαι κύριος, οἱ δὲ ἡγεμόνες καὶ τοῦ πρᾶξαι.

τὴν μὲν πρώτην πεῖραν ὁ Ἀγαμέμνων σύμπαντος τοῦ πλήθους ἐποιεῖτο καὶ “ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος” ἔλεγεν· νῦν δὲ ταύτην δευτέραν πεῖραν εἰς τοὺς Ἀργείων ἡγεμόνας φέρει, δεδοικὼς μὴ καὶ τούτων τὴν γνώμην ἡ γενομένη ἧττα καὶ ὁ παρὰ τοῦ Διὸς φόβος ἀνέτρεψεν. ὅτι γὰρ ἀποπειρωμένου ἦν καὶ ἐξ αὐτῆς τῆς συνόδου μανθάνομεν καὶ ἐξ ὧν Ἀγαμέμνων τὴν Διομήδους ἐπίπληξιν φέρει, οὐκ ἐνεγκὼν τὸ πρῶτον τὴν τοῦ κρείττονος Ἀχιλ- λέως δικαιολογίαν. δῆλον δὲ καὶ ἐξ ὧν ὁ Νέστωρ, ὡς τὴν τοῦ βασι- λέως γνώμην εἰδὼς, τὸν Διομήδην ἐπαινεῖ, πρότερον ἐπιτιμήσας τῷ Ἀχιλλεῖ.

18. Ζεύς με μέγα Κρονίδης] ἀπαλλάττει τῆς κατηγορίας ἑαυτόν. οὐ πρὸς τὸ πλῆθος δὲ ἀποτείνεται, ἐπεὶ μόνοι ἡγεμόνες οἱ παρόντες εἰσίν. τότε δέ μοι, φησὶν, ὑπέσχετο καὶ κατένευσε τὴν Ἴλιον ἐκπορ- θήσαντα ἀναστρέψαι, ὅτε αὐτῷ ἐν Αὐλίδι τὰς θυσίας ἐποιοῦμεν, καὶ τὸ τέρας ἡμῖν ὑπέφηνεν ἀκριβῶς.

[*](16. *Πορφυρίου] om.)
372

25. ἔτι καὶ λύσει] ὑπόψυχρόν ἐστι τὸ διστάζειν περὶ τῆς ἁλώσεως Τροίας ἐν τοιαύτῃ δεινῇ συγκεκλεισμένον τῇ περιστάσει.