Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

4. καὶ γὰρ καὶ τὰ τούτους λυποῦντα διττὰ, ἡ τῶν παρελθόντων ἔκπληξις καὶ δέος τῶν μελλόντων.

[*](16. οἱ] εἶτα οἱ Vill. 18. νόμιμοι] Fort. δόκιμοι.)
370

* νὖν δοκεῖ πρὸς μηεμίαν χρείαν δυοῖν ἀνέμοιν εἰκόνα παραλαμ- βάνειν· εἰ γὰρ αὐξήσεως ἕνεκα, ἔδει τοὺς τέσσαρας, ὡς ἐν ἄλλοις “σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κνλίνδων” (Od. 5, 295). λύει δὲ τὴν ἀπορίαν αὑτὸς, ὡς καὶ Ἀπολλώνιος ὁ τοῦ Μόλωνος παρέστησε· δύο γὰρ πάθεσι χειμαζομένους ποιήσας τοὺς Ἀχαιοὺς, φόβῳ μὲν ἐν οἷς εἴρηκε “θεσπεσίη ἔχε φύζα, φόβου κρυόεντος ἑταίρη,” λύπῃ δὲ ἐν οἷς ἐπάγει “πένθεϊ δʼ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι·” δεδίασι γὰρ τὰ μέλλοντα, βαρέως δὲ φέρουσι τὰ γεγονότα οἱ ἄριστοι· δύο οὖν πάθεσι συνεχομένους εἰπὼν τοὺς Ἕλληνας προσηκόντως ἀπει- κάζει πελάγει δυσὶ πνεύμασιν ἐξεγειρομένῳ. τὸ θεσπεσίη δʼ ἔχε φύζα δηλοῖ τὸν οὐ προσγινόμενον αὐτοῖς διὰ δειλίαν φόβον, ἀλλʼ ἐκ βουλήσεως θεῶν, ὥς που καὶ ἐν ἄλλοις αὐτὸς ἀντέθηκεν, εἰπὼν “γνώσεαι δʼ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο” (Il. 2, 367), τουτέστι θείᾳ βουλήσει καὶ οὐ συμφύτῳ κακίᾳ. ἔστι δὲ καὶ ἐπίθετον ἄλλων τὸ τῆς θεσπεσίας, ὡς τὸ θεσπέσιον πλοῦτον καὶ θεσπεσίη φύζα. ἐκ κοινοῦ ἔσται ἡ κακότης· γνώσῃ πότερον θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι. δηλοῦται δὲ οὕτως ἡ θεία. φύζα δέ ἐστιν ἡ φυγή· φόβου δὲ φίλη λέγεται, ὅτι ὁ φοβούμενος τὴν φυγὴν προσεταιρίζεται. καὶ τὸ μὲν βεβολήατο τὴν βούλησιν βεβλάφθαι δηλοῖ, τὸ δὲ βεβλῆσθαι δηλοῖ τὸ σῶμα. ἀνιστόρητον δέ φασιν εἶναι τὸ τοὺς ἀμφοτέρους, ἤγουν τὸν Βορέαν καὶ τὸν Ζέφυρον, πνέειν ἐκ τῆς Θρᾴκης· οὐ γὰρ πνέουσιν ἀμφότεροι ἐξ αὐτῆς. λύεται δὲ ἐκ τῆς λέξεως τρόπῳ συλληπτικῷ· τὸ γὰρ θατέρῳ συμβεβηκὸς ἐπʼ ἀμφοῖν τέθεικεν. ἔστι δὲ καὶ ἑτέρως. ὁμωνύμως γὰρ τὰ πνεύματα καὶ οἱ προεστῶτες αὐτῶν θεοὶ λέγονται· τοὺς δὲ σωματικῶς ἐν Θρᾴκῃ κατοικοῦντας ὑπο- τίθεται ὁ ποιητής.

6. ἄμυδις] ἅμα τῷ πνεῦσαι τοὺς ἀνέμους. ψιλωτέον δὲ τὸ ἄμυδις. Αἰολικὸν γὰρ καὶ τόνον καὶ πνεῦμα ἐδέξατο.

7. δύο εἰσὶ προθέσεις. ἀμέλει καὶ τρέπεται τὸ ξ εἰς τὸ κ, παρὲκ μέγα, παρὲκ νόον. τινὲς δὲ ἓν μέρος λόγου, ὅπερ ἐστὶν ἐπίρρημα. [*](1. ΙΙορφύριος praescripsit Vill. Vill. *ἀνέμοιν] ἀνέμων 11—22. θεσπεσίη ἔχε—δηλοῖ τὸ 4. αἰθρηγενέτης Vill.] αἰθριγενέτης σῶμα] His verbis Πορφυρίου prae- 7. ἐν οἷς Bekkerus] ἐφʼ οἷς scriptum in aliis. 10. ἀπsικάζει] αὐτοὺς ἀπεικάζει 16. ἔστι Bekk.] εἰ)

371
ἔστι δὲ καὶ πάρεξ, ὃ γενικῇ θέλει συντάσσεσθαι. μετὰ τὴν διά δὲ οὖσα ἡ ἐξ οὐδέποτε τρέπει τὸ ξ. τὸ δὲ ἐξῆς οὕτως, πολλὸν δὲ παρὰ τὴν ἅλα φῦκος ἐξέχευαν.