Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Τρῶες φυλακὰς ἔχον— Ἀχαιοὺς—ἔχε φύζα] ὅρα πῶς τὸ ἀντίθετον ἑνὶ ἐδήλωσε ῥήματι, Τρῶες ἔχον— Ἀχαιοὺς ἔχε.

2. θεσπεσίη] ἡ βουλήσει θεῶν προσγεγενημένη. φύζα δὲ ἀεὶ μὲν ἡ μετὰ δέους φυγὴ, ὅθεν καὶ “φυζακίνῃς ἐλάφοισι” (Il. 13, 102)· νῦν δὲ ἔκπληξις. ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν. κρυόεις δὲ φόβος ὁ ψυχρός· τὸ γὰρ θερμὸν ἐπιλείπει τοὺς δεδιότας.

3. πένθεϊ] οἱ μὲν ἄλλοι ἐν φυγῇ, οἱ δὲ ἄριστοι ἐν πένθει· ἀνάξιον γὰρ Ἑλληνικῶν ἀρχόντων ἡ φυγή. μάλιστα δὲ αὐτῶν ἅπτονται αἱ συμφοραί· καὶ γὰρ τὰς τῶν κατορθωμάτων αἰτίας ἐπὶ τούτους ἀνά- γομεν. τὸ μὲν οὖν βεβολήατο ἐπὶ ψυχῆς, τὸ δὲ βεβλήατο ἐπὶ σώ- ματος.