Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

515. δῶρα] ταῦτα τὴν ἱκετείαν δηλοῖ καὶ τὸν ἐνυποπίπτοντα Ἀγαμέμνονα. καὶ διὰ τοῦ φέροι αὐτὸν παρέστησε. καὶ τὸ μὲν [*](2. οὕτε] Immo οὐδέ περιτίθησιν ἔρευθος, ἀλλʼ ὠχρὰ καὶ 3. πρώτοις] προσώποις Μehlerus κατηφὴς διὰ— ἐκκαλουμένη apud Heraclitum. 4. οὐδἐν—ἔρευθος ex Heraclito] 11. ὀνόμασιν] ὀνόμ 14. *αὐτῇ] αὐταῖς οὐδὲ—ἔρῖθος ἐν τῆ διανοίᾳ—ἐκκαλουμένη (ἐκκα- 22. ·εὐμενεῖς] θυρὸν εἰς λου B)] τῶν ἱκετευόντων ἡ διάνοια )

408
ὀργίζεσθαι δικαίως συγχωρεῖ, τὸ δὲ ἀτιμάζειν τὰ διδόμενα καὶ τοὺς ἥκοντας Ἀχιλλέως ἀνάξιόν φησιν.

520. ἀρίστους] οὗτος πρεσβευτὴς οὐκ ἔστιν, ἐπεὶ οὐκ ἂν ἑαυτὸν ἐπῄνει.

521. κρινάμενος κατὰ λαόν] ὁ μὲν γὰρ συνέσει, ὁ δὲ ἰσχύι προύχει. λέγει δὲ ὅτι καὶ δίχα Ἀγαμέμνονος ὤφειλεν αὐτοῖς πείθεσθαι.

522. φίλτατοι] ἐλεγκτικῶς, ὅτι εἰπὼν “οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ” (204) νῦν ἀπειθεῖ τοῖς φιλτάτοις. τὸ δὲ ἐλέγξῃς ἀντὶ τοῦ ὀνειδίσῃς· “τὰ δʼ ἐλέγχεα πάντα λέλει- πται” (Il. 24, 260)· ὡς τῆς αἰσχύνης τοῦ μὴ πείθειν ἀνατρεχούσης εἰς αὐτούς.

*μὴ ἀτιμάσῃς, μὴ ὀνειδίσῃς τὸν ὑπὲρ τῆς ἀξιώσεως καὶ πρεσβείας λόγον αὐτῶν μηδὲ τὴν ἄφιξιν αὐτῶν.

523. πρὶν δʼ οὔτι νεμεσσητὸν] τὸ πρώην μηνίειν ἀνεμέσητον εἰπὼν, ἐκ τοῦ ἐναντίου τὸ νῦν νεμεσητόν φησιν.

525. χόλος ἵκοι] περὶ πάντων τοῦτο. εἶτα τὸν Μελέαγρον ἐπὶ τῇ ἰσότητι παρέλαβεν· οὐ γὰρ ἂν ἐφάνη τὸ δεινὸν τοῦ μὴ πεισθῆναι, εἴ τινα παρέλαβε τῶν πεισθέντων.

527. μέμνημαι τόδε ἔργον] ὑποδιήγησις τὸ τοιοῦτον καλεῖται. ὁμοίαν δὲ μῆνιν παραγράφει. Ἀχιλλεὺς τοῖς Ἕλλησιν οὺκ ἐπαμύνει διʼ Ἀγαμέμνονα, καὶ ὁ Μελέαγρος τοῖς Αἰτωλοῖς διὰ τὴν μητέρα. ἀρχὴ μήνιδος Ἀχιλλεῖ χόλος Ἀπόλλωνος, καὶ τῷ Μελεάγρῳ Ἀρτέ- μιδος ὀργή· Ἀχιλλεῖ Βρισηίδος ὕβρις, Μελεάγρῳ δὲ Ἀταλάντης. πρὸς ἑκάτερον πρεσβεύουσι, δῶρα δώσειν ὑπισχνούμενοι. τὰ λοιπὰ ὁ Φοῖνιξ εὔχεται ὅμοια μὴ γενέσθαι· ὅμως γεγόνασιν. οὐδέτερος αὐτῶν εἶξε τοῖς δεομένοις. τὸν Μελέαγρον ἐποίησεν ἡ γυνὴ ἐξελ- θεῖν, τοῦ πολέμου ἐπὶ θύραις ὄντος· καὶ ὁ Πάτροκλος πλησίον τῶν πολεμίων ὄντων δεηθεὶς προελθεῖν, ἔπειτα ἀποθανὼν, ἠνάγκασε τῆς ἔχθρας παύσασθαι τὸν Ἀχιλλέα. ὅπερ καὶ Μελέαγρος πέπονθεν.

528. ἐπεὶ κατὰ τοῦ Ἀχιλλέως ἐκφέρει τὸ παράδειγμα, φησὶν, ἐπὶ φίλων γάρ μοί ἐστιν ὁ λόγος.

529. ἀντὶ τοῦ εἰπεῖν Κουρῆτες καὶ Καλυδώνιοι ἐπὶ τὸ γενικώ- τερον ἧκε. διχῆ δὲ διῄρηται ἡ Αἰτωλία, καὶ τῆς μὲν Καλυδωνίας [*](17. * περὶ-ἰσότητι] om. 24. * ὀργὴ] om. 31. *ἐκφέρει] φέρει)

409
ἦρχεν Οἰνεὺς, τῆς δὲ Πλευρωνίας Θέστιος. ψυχαγωγεῖ δὲ ἡ ἱστορία τὸν θυμόν. δύο δέ φησι, μὴ ἀτιμάζειν ἱκέτας, καὶ ὡς ἄτιμος ἡ μετὰ δέησιν αὐτόκλητος ἐπικουρία. περισκέπων δὲ διὰ τῆς διηγήσεως τὸν λόγον δείκνυσιν ὡς πάντως δεῖ βοηθῆσαι. καὶ τὰς ἱστορίας δέ φησι παλαιὰς, ὅτι ἀειμνήστους ἐπὶ κακῷ ποιεῖ τοὺς ὀργιζομένους ὁ θυμός. οἰκεῖον δὲ διδασκάλῳ ἐκ τῶν παλαιῶν σωφρονίζειν τοὺς νέους. ποι- κίλλει δὲ τὴν δέησιν, πιστούμενος τὰς ἱστορίας διὰ τῶν παλαιῶν προσώπων.

534. * θαλύσια] τὰς ὑπὲρ εὐθαλείας καὶ εὐφορίας τῶν καρπῶν . διδομένας θυσίας μετὰ τὴν συγκομιδὴν τῶν καρπῶν τοῖς τε ἄλλοις θεοῖς καὶ τῇ Δήμητρι.

δηλοῖ ὅτι ἀεὶ δεῖ μεμνῆσθαι θεοῦ. ἅπαξ δὲ κεῖται ἡ λέξις. δηλοῖ δὲ ἃ ἡμεῖς φαμὲν συγκομιστήρια.

**Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν. ἡ δὲ θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν, ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρε. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχῶν, γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρμα, Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται· καὶ γὰρ αὐτὴ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίᾳ. οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ. ὁ δὲ προγνοὺς σὓς μὲν ἀπέκτεινεν, οὓς δὲ εἰς φυγὴν τραπῆναι ἐποίησε· διόπερ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστρά- τευον. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ ἐβοήθει τῇ πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, καὶ προελθὼν οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠνάγκασεν ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρωμένον ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ.

537. ἢ λάθετʼ ἢ οὐκ ἐνόησε] ἀπὸ μετοχῶν εἰς ῥῆμα μετῆλθε. λάθετο δὲ ἀντὶ τοῦ ἑκὼν παρεπέμψατο· οὐκ ἐνόησε δὲ οὐκ ἔλαβεν [*](11. * Δήμητρι] δημήτρᾳ - *φεστίου] θυέστου 15. *παρέλιπεν] κατέλιπεν 28. *μηνιῶσα] μηνίουσα 21. *κυνηγίᾳ] κυνηγίαν 29. *Μοιρῶν] μηροῖς)

410
εἰς νοῦν. ἀξιόπιστον δὲ τὸ διστάσαι· ὡς ἔχει καὶ τὸ “ἢ δρυὸς ἢ πεύκης” (Il. 23, 328). ἀσύγγνωστον δὲ τὴν εἰς θεοὺς παρά- βασιν ὑποτίθεται, εἴθ᾿ ἑκὼν μὴ τιμῷ εἴτε ἀκουσίως. καὶ εἰ μὴ πάντας.

538. δῖον γένος] πρὸς Ἀχιλλέα· οὐδέποτε γὰρ ἐπὶ θεοῦ τάσσει τὴν λέξιν. ὁ δὲ Νικάνωρ ἐπὶ Ἀρτέμιδος.

539. ἐπὶ] οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν· οἱ δὲ ἐκδεξά- μενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν . χλούνην.

**χλούνην] οἱ μὲν ἀφριστήν· χλουδεῖν γὰρ τὸ ἀφρίζειν τινὲς Δωριέων ἔλεγον. ἄλλοι δὲ κακοῦργον· καὶ γὰρ τῶν ἀρχαίων ἰαμβο- ποιῶν τινὰ φάναι “ἄνδρα δʼ ἑσπέρης καθεύδοντα ἀπʼ ὦν ἔδυσε χλού- νης.” Ξενοφῶντα δὲ γένος τι Ἰνδῶν φάναι τὸν χλούνην εἶναι, καθά- περ καὶ παρʼ Αἰσχύλῳ ἐν Ἠδωνοῖς (Fr. 63) “μακροσκελὴς μὲν ἄρα μὴ χλούνης τις ἦ.” τινὲς δὲ τῶν τὰ Αἰολικὰ ἀναγεγραφότων Χλούνην τόπον τινὰ καλεῖσθαί φασι περὶ Καλυδῶνα, ἐν ᾧ τὸν κάπρον διατρίβειν, καὶ διὰ τοῦτο χλούνην προσαγορευθῆναι. τινὲς δὲ ἐπὶ τὸ αὐτὸ παρατείνοντα τὸν ποιητὴν σῦν ἄγριον εἰρηκέναι.

οἱ μὲν τὸν ἐντομίαν. κνώμενοι γὰρ πρὸς τὰ φυτὰ παρατρίβονται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκο- τραφῆ σίαλόν φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοντα τὰ φυτά.

540. ἔθων] εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρτηκότι.

**τὸ ἔθων ὅμοιον τῷ “οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες” (Il. 16, 260), τουτέστιν ἐξ ἔθους ἐπιφοιτῶντες. καὶ οἱ ἐθήμονες δὲ ἐν- τεῦθεν.

541. τὰ ἄλλα ἐπʼ ἄλλοις προτιθέμενα, ὅ ἐστι συνεχῆ. φησὶ γοῦν καὶ “σάκος σάκει προθελύμνῳ” (Il. 13, 130) καὶ “τετραθέλυμ- νον” (Il. 15, 479).

[*](1. *ἢ δρυὸς] ἢ om. —ἀκρίδων Hermannus. 12. ἄνδρα —ἔδυσε Hermannus 14. μἐν ἄρα μὴ χλούνης (ἄρα Opusc. vol. 5 p. 10] ἀνὴρ ὅδʼ μαχλούνης apud Vill.) τις ἦ] In- ἐσπέρης καθεύδοντα ἄπουν ἔδησε certa emendatio. Hermannus χλούνης (quod in fine versus ATT. μακροσκελὴς μέν. ΔΥΚ. ἆρα μὴ collocatum fuisse videtur) scripsi χλούνης τις εἶ pro χλούνην. χλοῦνις Hermannus. 22. * διατρίβειν] om. 13. Ξενοφῶντα—Ἰνδῶν] Ξενοφάνη)
411

542. μήλων] ἐξ ἑνὸς τὸ πᾶν· “ καὶ μηλέαι ἀγλαόκαρποι” (Od. 7, 115). μηλοφόρον δὲ καὶ τὴν Δήμητρα τιμῶσιν.

543. Μελέαγρος] ἴσως ὅτι πρῶτος ἔβαλεν· ἅμα δὲ καὶ ἡ Ἀτα- λάντη. Μελέαγρος δὲ παρὰ τὸ ἐν μελέτῃ τῆς ἄγρας εἶναι· κυνηγοὶ γὰρ οἱ Αἰτωλοί.

546. οὐ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας διὰ τὴν ἐπʼ αὐτῷ μάχην. ἀλεγεινῆς δὲ, ὅτι ἀλγοῦμεν ἐπὶ τοῖς ἀποθνήσκουσιν.

548. ἀμφὶ συὸς κεφαλῇ] δείκνυσιν ὅτι οἱ θεοβλαβεῖς περὶ τῶν οὐδενὸς ἀξίων διαφέρονται πρὸς ἀλλήλους. ἐσιώπησε δὲ τὴν Ἀταλάν- την, αἰδούμενος τὸν Ἀχιλλέα.

*ταῦτα συνέκειτο δοθῆναι ἀριστεῖα τῷ πρώτως βαλόντι τὸν σῦν. λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος ἐδωρήσατο Ἀταλάντῃ τῇ Ἰάσου, Ἀρκάδι τὸ γένος. λοχήσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου ἀφείλαντο τὸ γέρας τῆς κόρης. ἐφʼ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος διε- χειρίσατο αὐτούς. λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς ἡ τοῦ Μελεάγρου μήτηρ Ἀλθαία κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν, ὄντα συνεκτικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέ- αγρος.

554. οἰδάνει] οἰδαίνεσθαι ποιεῖ, ὡς τὸ μελάνει. καὶ ὅτι μὲν ἀνθρώ- πινον τὸ πάθος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, τῷ δὲ Ἀχιλλεῖ συγγινώσκει.