Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

555. καθόλου τὸ φίλῃ· οὐ γὰρ ἦν αὐτῷ τότε φίλη ἡ μήτηρ.

557. κούρῃ Μαρπήσσης] Ἴδας ὁ Ἀφαρέως μὲν παῖς κατʼ ἐπίκλησιν, γόνος δὲ Ποσειδῶνος, Λακεδαιμόνιος δὲ τὸ γένος, ἐπιθυ- μήσας γάμου παραγίνεται εἰς Ὀρτυγίαν τὴν ἐν Χαλκίδι, καὶ ἐντεῦθεν ἁρπάζει τὴν Εὐηνοῦ θυγατέρα Μάρπησσαν. ἔχων δὲ ἵππους Ποσειδῶνος ἠπείγετο. ὁ δὲ Εὐηνὸς εἰς ἐπιζήτησιν ἐξῆλθε τῆς θυγατρὸς, ἐλθὼν δὲ κατὰ τὸν Λυκόρμαν ποταμὸν τῆς Αἰτωλίας, μὴ καταλαβὼν, ἑαυτὸν ἐκεῖ καθῆκεν· ὅθεν ὁ Λυκόρμας Εὐηνὸς μετωνο- μάσθη. κατὰ δὲ τὴν Ἀρήνην ἀπαντήσας ὁ Ἀπόλλων τῷ Ἴδᾳ λαμβά- νεται τῆς Μαρπήσσης· ὁ δὲ ἔτεινε τὸ τόξον καὶ διεφέρετο περὶ τοῦ γάμου. οἷς κριτὴς ὁ Ζεὺς γενόμενος αἵρεσιν τοῦ γάμου ἐπὶ τῇ Μαρπήσσῃ τίθεται. ἡ δὲ δείσασα μὴ αὐτὴν ἐπὶ γήρᾳ καταλίπῃ ὁ [*](2. Δήμητρα] δήμητραν μᾶν—λυκορμᾶς 14. διεχειρίσατο] *διεχρήσατο *μὴ καταλαβών] om. 28. Λυκόρμαν—Λυκόρμας] λυκορ- 29. * μετωνομάσθη] ὠνομάσθη )

412
Ἀπόλλων, αἱρεῖται τὸν Ἴδαν. οὕτως δὴ Σιμωνίδης τὴν ἱστορίαν περιείργασται.

**Εὐηνὸς Ἄρεως παῖς, βασιλεὺς Αἰτωλίας, ἔχων θυγατέρα Μάρπησσαν τοὔνομα εὐπρεπεστάτην, τοὺς μνηστευομένους αὐτὴν προεκαλεῖτο εἰς ἁρματηλασίας ἀγῶνα, λέγων ἐκδώσειν τῷ διαφεύ- γοντι αὐτὸν διώκοντα. τοὺς δὲ λειφθέντας καρατομῶν, ἐπετίθει τὰς κεφαλὰς ἐπὶ τῶν τοίχων τῆς οἰκίας εἰς κατάπληξιν τῶν λοιπῶν. πολλῶν τοίνυν ἤδη ἀνῃρημένων, Ἴδας Ἀφαρέως μὲν υἱὸς, ταῖς δʼ ἀληθείαις Ποσειδῶνος, τελευταῖον λαβὼν παρὰ τοῦ πατρὸς ἵππους ποδωκεστάτους, ἥρπασε τὴν κόρην χορεύουσαν ἐν Ἀρτέμιδος. Εὐη- νὸς δὲ ὡς οὐκ ἠδύνατο καταλαβεῖν, ἀποσφάξας τοὺς ἵππους οὓς εἶχεν, ἔρριψεν ἑαυτὸν εἰς τὴν θάλατταν, μᾶλλον δὲ εἰς τὸν Λυκόρμαν ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Εὐηνὸς προσηγορεύθη. διαπεφευγότι δὲ τῷ Ἴδᾳ τὸν κίνδυνον Ἀπόλλων ἠναντιοῦτο περὶ τῆς κόρης, βουλόμενος ἀφαρπάζειν αὐτήν. προϊόντων δὲ αὐτῶν εἰς τὴν μάχην, Ζεὺς πέμψας Ἑρμῆν ἐπέτρεψε τῇ κόρῃ ἑλέσθαι ὃν ἂν βούληται. ἡ δὲ εἵλετο τὸν Ἴδαν, εὐλαβηθεῖσα μὴ γηράσασαν αὐτὴν ἀπολίπῃ Ἀπόλλων.

καλλισφύρου] σημεῖόν ἐστι συμμετρίας σώματος· αἱ γὰρ παχεῖαι τοῖς ἐρῶσιν οὐκ ἀγαθαί. τὸ δὲ θῆλυ εἶδος ἐκ τῶν σφυρῶν καὶ τῆς ζώνης καὶ τῆς ὄψεως ὁρᾶται.

559. τῶν τότε] ἐπαινετὸν τὸ ἀκριβὲς περὶ τὴν ἑκάστου ἠθοποιίαν. ὁ μὲν οὖν Φοῖνιξ κάρτιστον εἰπὼν τὸν Ἴδαν, ἵνα μὴ δόξῃ καὶ τοῦ Ἀχιλλέως αὐτὸν προτετιμηκέναι, ἐπήνεγκε “τῶν τότε.” τῷ δὲ Νέστορι ἀθωπεύτως εἴρηται “οὐ γάρ πω τοίους ἴδον” (Il. 1, 262).

561. τὴν δὲ τότʼ] τὴν Κλεοπάτραν ὁ Ἴδας καὶ ἡ Μάρπησσα. ἀπὸ τῶν αὐτοῖς δὲ συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθης καὶ Ὀδυσοεύς· ἔκλαιε δὲ ἡ Μάρπησσα καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν, τὴν Μάρπησσαν, ἥρπασεν ὁ Ἀπόλλων.

562. Ἁλκυόνην] ἀντὶ τοῦ Ἁλκυόνα. γίνεται δὲ παρὰ τὸ ἐν ἁλὶ κύειν.

*Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστέρος, Ἁλκυόνην γήμας τὴν Αἰόλου, μέγα φρονήσας ἐφʼ ἑαυτῷ θεὸς ἐβούλετο νομίζεσθαι· διόπερ ἥ τε [*](6. *λειφθέντας] ληφθέντας 24. * ἴδον] εἶδον 9. τελευταῖον] τελευταῖ?? 31. *Κῆϋξ] κὑηξ hic et infra. *τοῦ πατρὸς] τοῦ om. *τοῦ ἀστέρος] om. 32. *ἐφ᾿ ] ἐν 12. τὸν] *om. 21. ἐπαινετὸν] *ἐπαινετέον )

413
γαμετὴ διὰ παντὸς αὐτὸν ἐκάλει Δία, κἀκεῖνος Ἤραν τὴν γυναῖκα. Ζεὺς δὲ ἀγανακτήσας μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρίς ἀλλήλων βιοῦντα· ἐκλήθη δὲ ἡ μὲν ἁλκυόνη, ὁ δὲ κῆϋξ. τῆς ἁλκυόνης δὲ παρὰ τοῖς αἰγιαλοῖς τικτούσης συνέβη ἐπελθόντα τὰ κύματα τὰ ἔκγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν κατηλέησε καὶ ἐπέταξε τοῖς ἀνέμοις, καθʼ ὃν καιρὸν ἡ ἁλκυόνη τίκτει, μὴ πνεῖν μέχρι ιδ΄ ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. ἐπώνυμον δὲ ἀντὶ τοῦ φερώνυμον καὶ ἐκ τοῦ συμβεβηκότος οἰκείως κείμενον. Κλεοπάτραν οὖν, φησὶ, φερωνύμως καὶ Ἁλκυόνην ἐκάλουν διὰ τὸ τὴν μητέρα Μάρπησσαν δίκην ἀλκυόνος κλαῦσαι, ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλ- λων. ἁλκυὼν δὲ παρὰ τὸ ἐν ἁλὶ κύειν. οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων οὕτως ἐκάλουν αὐτὴν Κλεοπάτραν, ὡς Μεγαπένθην καὶ Εὐρυσάκη καὶ Ὀδυσσέα καὶ Νεοπτόλεμον· ἔκλαιεν οὖν τὸν ἄνδρα Ἴδαν, ὅτε ἥρπασεν αὐτὴν ὁ Ἀπόλλων.

567. κασιγνήτοιο φόνοιο] τοῦ ἀδελφικοῦ. λείπει δὲ ἡ περί.

568. **χερσὶν ἀλοία] ταῖς χερσὶν ἔπληττεν. εὔχονται δὲ οί ἥρωες τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες “μεγάλʼ εὐχετόωντο ἕκαστος” (Il. 8, 347)· τοῖς δὲ θαλασσίοις “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς” (Il. 1, 351), εἰς θάλασσαν δηλονότι· τοῖς δὲ καταχθονίοις κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησίν.

570. * τὸ πρόχνυ σημαίνει δύο· τὸ πρόγονυ, ὡς ἐνταῦθα, καὶ τὸ παντελῶς, ὡς “πρόχνυ, ἐπεὶ πολλῶν ἐπὶ γούνατʼ ἔλυσε” (Od. 14, 69).

571. ἠεροφοῖτις] ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται. πῶς δὲ Αιθην ἐπικαλεῖται, ἡ δὲ Ἐρινὺς ἔρχεται; δῆλον ὡς ὑπηρέτις.

573. δοῦπός ἐστι ψόφος δέος ἐμποιῶν τοῖς ἀκούουσι.

579. ἐπίτηδες καὶ τοῦτο λέγει, ἵνα τὰ Ἀγαμέμνονος δῶρα δείξῃ μείζονα. γύης δέ ἐστι μέτρον γῆς, μικρῷ τῶν δέκα ὀργυιῶν ἔλασσον.

580. ψιλὴν διὰ τοῦ ι, ἤτοι γυμνὴν φυτῶν· λείπει δὲ ἡ εἰς, ἵνʼ ᾖ ἥμισυ καὶ ψιλὴν εἰς ἄροσιν.

583. σείων] πράως κινῶν διὰ τὸ γῆρας. τοῦτο δὲ ἐποίει, ὅτι ἤδη οἱ πολέμιοι τὸ τεῖχος ἀμφέβαινον.

[*](3. *τῆς ἁλκυόνης] τῆς ἁλκυόν 13. *καὶ Ὀδυσσέα] om. 5. *κατασύρειν] πολεμεῖν οὗν] *οὖν ἡ Μάρπησσα καλοῦσα 10. *ἀφῃρεῖτο] ἀρήρἦ)
414

584. γράφεται μὲν κασίγνηται κατὰ Ἀρίσταρχον, δύναται δὲ μᾶλλον κασίγνητοι· πλείους γὰρ αὐτῷ οἱ ἀδελφοὶ ἦσαν· “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν” (Il. 2, 641). δύνανται δὲ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ αἱ θήλειαι ἀκούεσθαι. παρα- καλεῖ δὲ καὶ ἡ μήτηρ, ἡ αἰτία τῆς Μελεάγρου ὀργῆς, ὡς καὶ Ἀγα- μέμνων.

586. οἵ οἱ κεδνότατοι καὶ φίλτατοι] ὡς οἱ νῦν. τοιοῦτον δὲ εὗρε παράδειγμα τὸ ἱκανὸν πρὸς πειθώ.

590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον μόνῃ γυναικὶ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ τότε παρακαλεῖ.

593. ἀμαθύνει] σποδὸν καὶ κόνιν ἐργάζεται, ἣν καὶ ἄμαθον εἶπεν.

598. εἴξας ᾧ θυμῷ] πάλαι ὅτε ὠργίζετο, οὐ νῦν ὅτε ἤμυνεν. ἢ θυμὸν τὸν ἐπιλογισμόν φησι· τοὺς γὰρ ἀναγκαίους παρεὶς τῇ γυναικὶ πέπεισται.

600. μή μοι ταῦτα νόει φρεσί] μόγις παρρησιάζεται, καὶ ὡς μέγα κακὸν ἀπεύχεται αὐτῷ.

602. ἐπὶ δώροις] ἀντὶ τοῦ μετὰ δώρων. ἐλέγχει δὲ ὅτι καὶ ἄκων ὕστερον αὐτόκλητος ἐπικουρήσει.