Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

476. ῥήξας ἐξῆλθον] τῷ μὲν Φοίνικι ἡ μεταβολὴ ἀδύνατος διὰ τὴν ὀργὴν τοῦ πατρὸς, τῷ δὲ Ἀχιλλεῖ καὶ ἔνδοξος διὰ τὴν τοῦ πατρὸς παραίνεσιν.

477. ῥεῖα] τῷ ὑπέρθορον συναπτέον τὸ ῥεῖα· λαθεῖν γὰρ ῥᾳδίως ἀδύνατον οὕτω φυλαττόμενον. ῥεῖα δὲ διὰ τὸ τῆς νεότητος ἄνθος.

480. ἄναχθ᾿] ἐμὸν, φησὶν, ἄνακτα, διὰ τὴν παρʼ αὐτοῦ γεγονυῖαν εὔνοιαν.

*Πορφυρίου. διὰ τί ὁ Πηλεὺς τὸν Φοίνικα τοιαῦτα ἡμαρτηκότα, ὥστε τῇ παλλακίδι τοῦ πατρὸς συγγενέσθαι καὶ τῷ πατρὶ ἐπιβου- λεῦσαι, ὅμως διδάσκαλον τῷ υἱῷ συνέπεμψεν; ἢ ὅτι ὥσπερ ἰατροὶ ἄριστοι ἐγγίνονται οὐχ οἱ μὴ ἠρρωστηκότες, οὐδὲ ἠρρωστηκότες μὲν, μὴ εἰδότες δὲ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας, ἀλλʼ οἱ ἄμφω ἔχοντες, οὕτω καὶ σύμβουλοι ἄριστοι οὐχ οἱ ἄπειροι τῶν ἁμαρτη- μάτων, ἀλλʼ οἱ ἔμπειροι, οὐδὲ οἱ ἐν ἐμπειρίᾳ μὲν γενόμενοι, μὴ οἰόμενοι δὲ ἡμαρτηκέναι, ὃ παρῆν τῷ Φοίνικι· καὶ γὰρ ἥμαρτε, καὶ ἁμαρτὼν ἔγνω ὅτι ἥμαρτε καὶ προσεπιγνοὺς ὅτι ἥμαρτεν ἑαυτὸν τετιμώρηκε διὰ τῆς ἑκουσίου φυγῆς. ὁ τοιοῦτος ἂν εἴη ἄριστος [*](9 et 26. *Πορφυρίου] om.)

405
ἰατρὸς τῶν παιδείας δεομένων. ἡ δὲ μνήμη τῆς περὶ τὴν παλλακὴν ἁμαρτίας πρὸς τὸν Ἀχιλλέα οὐκ ἄκαιρος διὰ παλλακίδος αἰτίαν ἐξαμαρτάνοντα πρὸς τοὺς Ἕλληνας, καὶ παράδειγμα φέρουσα πρὸς τὸν Ἀχιλλέα πατρικῆς πράξεως· ὡς γὰρ ὁ Πηλεὺς τὸν εἰς παλλα- κὴν πλημμελήσαντα, καὶ πρὸς πατέρα ὁμολογήσαντα τὸ ἀδίκημα, καὶ ἱκετεύσαντα, καὶ διὰ φυγῆς ἐξιλασκόμενον τὴν τοῦ πατρὸς μῆνιν οὐ παρῃτήσατο δέξασθαι, οὕτω τὸν ἱκετεύσαντα Ἀγαμέμνονα ἀνθʼ ὧν εἰς τὴν παλλακίδα πλημμελεῖν ἐδόκει μὴ ἄτοπον εἶναι προσήσεσθαι, μήτʼ οὖν τῷ Ἀχιλλεῖ, μήτε τῷ Φοίνικι ὑπὲρ αὐτοῦ πρεσβεύειν.

482. μοῦνον, τηλύγετον] εὖ τὸ μὴ ἀρκεσθῆναι τῇ πρὸς τοὺς υἱοὺς τῶν πατέρων φιλοστοργίᾳ, καίτοι ὑπερβολὴν μὴ δεχομένῃ, ἀλλʼ ἐπενέγκαι τὸ μοῦνον· μᾶλλον γὰρ οἱ μονογενεῖς φιλοῦνται, μὴ μεριζομένης εἰς πολλοὺς τῆς φιλοστοργίας. καὶ οὐδὲ τούτῳ ἀρκε- σθεὶς προσέθηκε τὸ τηλύγετον· οὗτος δέ ἐστιν ὁ τῆς γονῆς τέλος ἔχων, μεθʼ. ὃν ἕτερος σὐ γίνεται· ἐπὶ τούτοις γὰρ τὴν τῶν γονέων συμπάθειαν ἔστιν ἰδεῖν, ἅπασαν τὴν ἐλπίδα ἐν τῇ τούτων σωτηρίᾳ τιθεμένων. δυσωπητικὰ δὲ Ἀχιλλέως ταῦτα, καὶ ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.

485. τοσοῦτον] δυσωπητικὸν τὸ τῆς δείξεως, ὡς καὶ Σοφοκλῆς (El. 13) “καί σʼ ἐθρεψάμην τοσόνδʼ ἐς ἥβης.”

486. οὐκ ἐθέλεσκες ἅμʼ ἄλλῳ] οὐκ οἶδεν ὁ ποιητὴς παρὰ Χείρωνι αὐτὸν τραφέντα, ἀλλʼ οἱ νεώτεροι. δεινὸν οὖν τὸ ἐν τῇ πρώτῃ ἡλικίᾳ τοσοῦτον στέρξαντα ἀπειθεῖν τελειωθέντα.

489. ὄψου] πᾶν τὸ ἐσθιόμενον ὄψον καλεῖται. ἐπὶ τὰ εὐτελέστερα δὲ καταβὰς ἔδειξε τὴν ἰσχὺν τοῦ λόγου διὰ τοῦ προταμών· πρῶτον γὰρ τέμνοντες παρέχουσι, καὶ ἐπισχών, ὡς “λαθικηδέα μαζὸν ἐπέσχον” (Il. 22, 83). οὐκ ἂν δὲ διὰ κοινοῦ ὀνόματος ἑτέρως αὐτὸ φράσειας.

491. ἀποβλύζων] ὠνοματοπεποίηται ἀφράστως. καλῶς δὲ προ- δανεισθείσας ἀπαιτεῖ χάριτας, εἶτα ἐπάγει τὸ “ἵνα μοί ποτʼ ἀεικέα λοιγὸν ἀμύνῃς,” νῦν ἰδιούμενος τὴν σωτηρίαν τῶν Ἑλλήνων πάντων.

[*](3. φέρουσα Bekkerus] φέροὖ 15. οὖτος Bekkerus] αὐτὸς 30. * ἐπέσχον] ἐπισχών)
406

494. ὀρθοτονεῖται τὸ σέ, ὅτι δεικτικόν ἐστιν.

496. οὐδέ τί σε χρή] ἅπερ Ὀδυσσεὺς εἰπεῖν ἐφυλάξατο (πικρὸν γὰρ ἦν), ἐπὶ δὲ τὸν Πηλέα ἀνήγαγε, ταῦτα Φοίνικι δίδωσιν ἡ τῆς ἀνατροφῆς παρρησία.

497. ἀποφθεγματικόν ἐστιν, ὅταν βιωφελές τι διʼ ὀλίγης ἐκφέ- ρηται λέξεως. ἐπίφθονος δὲ ὁ λόγος· ὡς θεοῦ γὰρ ἧκον δεησόμενοι. καὶ λεληθότως διδάσκει ὅτι μὴ πειθόμενος λιταῖς, αἷς καὶ θεοὶ πείθονται, ἀσεβεῖ καὶ εἰς θεοὺς καὶ εἰς τὴν ἑαυτοῦ μητέρα.

499. θυέεσσι] καὶ ἀναντίρρητος ἄρα ἡ ἐπιχείρησις αὐτῶν. ἕτοιμον δὲ αὐτὸν ποιεῖ διὰ τούτων πρὸς τὴν τῶν δώρων λῆψιν.

500. λαθεῖν μὲν γὰρ ἀδύνατον τοὺς πάντα ἐφορῶντας, ἀλλʼ οὐδὲ βιάσασθαι τοὺς ἰσχυροτέρους. μία οὖν ὁδὸς ἐκφυγῆς, ἡ ἱκετεία.

502. πρὸς ἐντροπὴν Διὸς κούρας αὐτάς φησιν· ἢ διὰ τὸ “Ζεὺς ἐπιτιμήτωρ ἱκετάων” (Od. 9, 270)· ἢ παρόσον ὁ Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε λέγεται. μυθικῶς δὲ ὡς γέρων ὑποβάλλει ὅτι ὅρα μή σοι διὰ τὴν ὑπεροψίαν ἔσται τι δεινόν.

503. ἀπὸ τῶν συμβαινόντων περὶ τοὺς ἱκέτας παθημάτων τὰς μορφὰς τῶν αἰτήσεων διετύπωσεν. ὅσα δὲ κρατεῖ τῆς ἡμετέρας δυνά- μεως, θεῖα ὠνόμαζον. χωλαὶ δὲ διὰ τὸ μόγις εἰς δεήσεις ἔρχεσθαι· ῥυσαὶ δὲ διὰ τὸ σκυθρωπάζειν· παραβλῶπες δὲ, ὅτι παριδόντες τι τῶν ἀναγκαίων παρακαλοῦμεν ὕστερον.

*ῥυσαὶ ἐπὶ τοῦ μετώπου συστροφὰς τοῦ δέρματος ἔχουσαι· παραβλῶπες διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύοντες ὑπὲρ τοῦ ἐλεεινοὶ φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα αὑτῶν καὶ τὰς θέας ἔχοντες. Διὸς δὲ θυγατέρας ταύτας καλεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι. ἔνιοι δʼ οὕτως εἰσὶν ἀμαθεῖς ὡς αἰτιᾶσθαι τὸν Ὅμηρον καὶ περὶ τῶν Λιτῶν, εἰ τὰς Διὸς γονὰς οὕτως ὕβρισεν, διάστροφον αὐταῖς περιθεὶς ἀμορφίας χαρακτῆρα “καὶ γάρ τε Λιταί εἰσι Διὸς κοῦραι μεγάλοιο, χωλαί τε ῥυσαί τε παραβλῶπες τέ ὀφθαλμώ.” ἐν δὲ τούτοις τοῖς ἔπεσι τὸ τῶν ἱκετευόντων σχῆμα διαπέπλασται. πᾶσα γὰρ οὖν συνείδησις ἁμαρτόντος ἀνθρώπου [*](16. *ὅρα] om. schol. minoribus. 18. παθημάτων] μαθημάτων 27. ἔνιοι δ᾿—ὀνόμασιν] Haec ex 25. ἐλεεινοὶ recte A et B: male Heracliti Alleg. 0. 37 p. 75. ἐλεεινούς Bekkerus. ἐλεεινὸν in 29. περιθεὶς Heraclitus] περὶ )

407
βραδεῖα, καὶ μόλις οἱ δεόμενοι τοῖς ἱκετευομένοις προσίασι, τὴν αἰδῶ κατὰ ῥῆμα μετροῦντες. οὕτε μὴν ἀτρεμὲς δεδόρκασιν, ἀλλʼ ὀπίσω τὰς τῶν ὀμμάτων βολὰς ἀποστρέφουσι. καὶ μὴν ἔν γε τοῖς πρώ- τοις οὐδὲν γεγηθὸς ἐν τῇ διανοίᾳ τῶν ἱκετευόντων περιτίθησιν ἔρευθος, ἀλλʼ ὠχροὶ καὶ κατηφεῖς διὰ τῆς πρώτης ὄψεως ἐκκαλουμένη τὸν ἔλεον· ὅθεν εὐλόγως οὐ τὰς Διὸς θυγατέρας, ἀλλὰ τοὺς ἱκετεύοντας ἀπεφήνατο χωλούς τε ῥυσούς τε παραβλῶπάς τʼ ὀφθαλμὼ, τοὔμ- παλιν δὲ τὴν ἄτην κρατεράν τε καὶ ἀρτίπουν· κρατερὸν γὰρ αὐτῆς τὸ ἄφρον· ἀλογίστου γὰρ ὁρμῆς ὑπόπλεως δρομὰς ὣς ἐπὶ πᾶσαν ἀδικίαν ἵεται. παθῶν οὖν ἀνθρωπίνων ὡσπερεὶ ζωγράφος ἐστὶν Ὅμηρος, ἀλληγορικῶς τὸ συμβαῖνον ἡμῖν θεῶν περιθεὶς ὀνόμασιν.

504. καὶ μετόπισθʼ] ἁμαρτάνοντες γὰρ καὶ βλαβέντες ὕστερον παρακαλοῦμεν, φροντίζομεν δὲ τῶν ὑπὸ τῆς Ἄτης πεπραγμένων· συνέπονται οὖν αὐτῇ αἱ Λιταί.

505. σθεναρή τε καὶ ἀρτίπος] εἰκότως διὰ τὸ ἐξ ὑπεροχῆς τῆς ἰσχύος τὰς βλάβας γίνεσθαι. οὐκ ἔστι δὲ ἐναντίον τῷ ἑτέρωθι (Il. 19, 92) λεγομένῳ, ὅτι τῆς Ἄτης ἁπαλὼ τὼ πόδε· ἐκεῖ γὰρ ὡς λεληθότως αὐτῆς ἐπιούσης τοῖς ἀνθρώποις ἀκούσιον θέλει δεῖξαι τὸ πταῖσμα.

509. τὸν δὲ μέγʼ ὤνησαν] ὑπὲρ αὐτοῦ οὖν ἐστὶν, ὅπως ἐν ἀσφα- λείᾳ διάγοι ἐπικούρους ἔχων· εἰκὸς γὰρ καὶ αὐτὸν ἁμαρτῆσαι καὶ εὐμενεῖς τοὺς ἱκετευομένους ἕξειν. φυσιολογεῖ οὖν μὴ θέλων εἰπεῖν ἐξ ὀνόματος ὡς καὶ αὐτὸς βλαβήσεται μὴ πεισθείς· ὅθεν ἐπάγει “ἀλλʼ Ἀχιλεῦ πόρε καὶ σύ.”

512. ἵνα βλαφθεὶς ἀποτίσῃ] ἵνα καὶ αὐτὸς ἐν ἄτῃ γεγονὼς ἐπὶ τὰς λιτὰς καταφύγῃ.

514. ἥ τʼ ἄλλων περ] καὶ ἄλλοι, φησὶν, εἰσὶν ἀγαθοὶ ἀδικηθέντες, αἰδούμενοι δὲ τὰς λιτάς.